Ancient Greek · Iambic trimeter
Poem 6772
Theodore Prodromos, Book Epigrams 6772
Not analysed yet
Ὁρᾷς, θεατά, τοῦ φυτῶνος τὴν χάριν,
Πρόκυψον, ἅψαι τῶν φυτῶν, οὐδεὶς φθόνος.
Ἰδοὺ κρίνον, τρύγησον, ἀλλὰ σωφρόνως∙
ἰδοὺ χλόη, τρύφησον, ἀλλὰ μετρίως∙
ὕδωρ ἰδοὺ ῥόφησον, ἀλλ’ οὐκ εἰς κόρον∙
ὡς ἐν τύποις δὲ καὶ σεαυτόν μοι βλέπε.
Ἀνθεῖς, ἀπανθεῖς, τοῦτο δὴ καὶ τοῦ κρίνου∙
θάλλεις, μαραίνῃ, τοῦτο δὴ καὶ τῆς χλόης∙
ῥέεις, παρέρχῃ, τοῦτο καὶ τῶν ὑδάτων.
Ἄν, ὡς ἔφην, ἄνθρωπε, τὸν κῆπον βλέπῃς,
πλήσεις μέν, οἶδα, καὶ χαρᾶς τὴν καρδίαν,
καὶ ψυχικὴν δὲ κερδανεῖς σωτηρίαν.