Ancient Greek
Poem 6858
Theodore Prodromos, Book Epigrams 6858
Not analysed yet
Ἐκ πατέρων παίδεσσι προήλυθεν εὐγενὲς εὖχος,
ἠυτ' ἀπὸ κρήνης κάλλος ποταμοῦ προχοῇσιν·
Ἄννα δὲ τἀνάπαλιν κούρης ἀπὸ παιδὸς ἀγᾶται,
ἣ Θεὸν ὑψιθόωκον ἑαῖς ἐνὶ δέκτο λαγόσσιν.