Ancient Greek
Poem 6873
Theodore Prodromos, Book Epigrams 6873
Not analysed yet
Ἄγγελος αἰγλήεις Γαβριὴλ ἐξ Οὐλύμποιο
Ναζαρὲτ ἀμφὶ ἄιξεν ἐπηράτου ἀγχόθι κούρης,
“χαῖρε,” δέ οἱ προσέειπε “τέκῃς Θεόν”· ἡ δὲ μετεῖπεν·
“ὡς φῄς, ὣς δὲ γένοιτο· Θεοῦ δ’ ἐγὼ εὔχομαι εἶναι”.