Ancient Greek · Dactylic hexameter
Poem 7043
Theodore Prodromos, Book Epigrams 7043
Not analysed yet
Καῖσαρ ἐμέ, ξυνὰ γὰρ ἀγαθὰ σφετερίζομαι αὐτός,
καῖσαρ ἄριστε μέγιστε τριφέρτατε, πάντεσι καῖσαρ,
καῖσαρ ἐπιχθονίοισι μέγα κλέος, ὄλβιε καῖσαρ,
καῖσαρ ἀγανόφρον, σοφὲ καῖσαρ, καῖσαρ ἀγαυέ,
σὸς θεράπων Θεόδωρος, ἐκείνου παῖς Προδρόμοιο,
χρώματα ποικίλα ταῦτα ἑαῖς ὑπὸ χείρεσι μάρψας,
εἰκόνα τὴν Δοσικλῆος ἐγράψατο καί τε Ῥοδάνθης,
καὶ σὲ θεασσάμενον κρινεῖν ποτιλίσσεται αὐτόν.
Μὴ γοῦν Πραξιτέλους μεγατεχνέος ἠδέ τ' Ἀπελλοῦ
καλλιγράφοις πινάκεσσι καὶ ἱμερόεσσιν ἰδέσθαι
τἀμὰ ξυμπαράβαλλε νεώτατα πρωτογενέθλοις,
ἢ γὰρ ἐν κενεοῖσι πόνου ἂν ἔτλημεν ἀνάγκην·
ζωγράφοις δὲ νέοισιν ἐμὴν ἐπισύγκρινε τέχνην
καὶ τάχ' ἂν οὐ πολλῷ χερίων ἐπὶ τοῖσδε φαάνθη.