Ancient Greek · Dactylic hexameter
Poem 7047
Theodore Prodromos, Book Epigrams 7047
Not analysed yet
Κούρης ἀργυφέης καλλιστεφάνου τε Ῥοδάνθης
καὶ κούρου Δοσικλῆος ἀγαπρεπέος τε καὶ ἐσθλοῦ
ταῦτα, φυγαί τε πλάναι τε κλυδώνων οἴδματα, λῃσταί,
ἀργαλέαι στροφάλιγγες, ἐρωτοτόκοι μελεδῶνες,
δεσμά τ' ἀλυκτοπέδαι τε καὶ ὀρφνοφόροισι μελάθροις
εἱρκτοσύναι, θυσίαι τε παναισχέες, ἄλγεα πικρά,
φαρμακόεντα κύπελλα καὶ ἁρμονίης παραλύσεις,
ἒν δὲ γάμος τε λέχος τε καὶ ἱμερόεντες ἔρωτες.