Ancient Greek · ~5 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Ad eos qui in Euphratesia et Osrhoena regione, Syria, Phoenicia et Cilicia vitam monasticam degunt (ex epistula 151) 83.1416
Not analysed yet
ΡΝΑʹ. —Θεοδωρήτου πρὸς τοὺς ἐν τῇ Εὐφρατησίᾳ, καὶ Ὀσροηνῇ, καὶ Συρίᾳ, καὶ Φοινίκῃ καὶ Κιλικίᾳ μονάζοντας. Ὁρῶν τὴν ἐν τῷ παρόντι καιρῷ τῆς Ἐκκλησίας κατάστασιν καὶ τὴν ἔναγχος ἐπαναστᾶσαν τῇ ἱερᾷ νηῒ ζάλην, καὶ τὰς σφοδρὰς καταιγίδας καὶ τῶν κυμάτων τὴν προσβολὴν καὶ τὴν βαθεῖαν σκοτομήνην, καὶ πρὸς τούτοις τῶν πλωτήρων τὴν ἔριν, καὶ τῶν ἐρέττειν λαχόντων τὴν μάχην, καὶ τὴν τῶν κυβερνητῶν μέθην, καὶ ἁπαξαπλῶς τὴν τῶν κακῶν ἀωρίαν, τῶν Ἰερεμίου θρήνων ἀναμιμνήσκομαι, καὶ μετ' ἐκείνου βοῶ·» Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται καὶ ἡ καρδία μου,» καὶ πηγὰς δακρύων ἐπιζητῶ, ἵνα ταῖς λιβάσι τῶν ὀφθαλμῶν, τὸ πολὺ τῆς ἀθυμίας ἀποσκευάσωμαι νέφος. Δέον γὰρ ἐν οὕτως ἀγρίῳ χειμῶνι καὶ τοὺς κυβερνήτας ἐγρηγορέναι, καὶ τῷ κλύδωνι μάχεσθαι, καὶ τῆς τοῦ σκάφους σωτηρίας φροντίζειν καὶ τοὺς ναύτας τῆς κατ' ἀλλήλων ἔριδος ἀποστάντας εὐχῇ καὶ τέχνῃ τὰ δεινὰ διαλύειν· καὶ τοὺς πλωτῆρας ἡσυχῆ καθῆσθαι· καὶ μήτε ἀλλήλοις μήτε τοῖς κυβερνήταις ζυγομαχεῖν· τὸν δὲ τῆς θαλάττης ἱκετεύειν Δεσπότην, ἵνα νεύματι μεταβάλῃ τὰ σκυθρωπά. Τούτων μὲν οὐδεὶς οὐδὲν ἐθέλει ποιεῖν· ὡς ἐν νυκτομαχίᾳ δὲ ἀλλήλους ἀγνοήσαντες, καὶ τοὺς ἐναντίους καταλιπόντες, καθ' ἡμῶν αὐτῶν πάντα δαπανῶμεν τὰ βέλη, καὶ τοὺς ὁμοφύλους ὡς πολεμίους τιτρώσκομεν, οἱ δὲ πλησίον ἑστῶτες γελῶσιν ἡμῶν τὴν μέθην, καὶ τοῖς ἡμετέροις ἐπεντρυφῶσι κακοῖς, καὶ χαίρουσιν