Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Ad eos qui in Euphratesia et Osrhoena regione, Syria, Phoenicia et Cilicia vitam monasticam degunt (ex epistula 151) 83.1417
Not analysed yet
ὑπ' ἀλλήλων ἡμᾶς ὁρῶντες δαπανωμένους· αἴτιοι δὲ τούτων οἱ τὴν ἀποστολικὴν διαφθεῖραι πίστιν φιλονεικήσαντες καὶ τοῖς εὐαγγελικοῖς δόγμασιν ἀλλόκοτον διδασκαλίαν ἐπιθεῖναι τολμήσαντες· καὶ τὰ δυσσεβῆ κεφάλαια, ἃ μετὰ ἀναθεματισμῶν εἰς τὴν βασιλίδα πόλιν ἐξέπεμψαν, δεξάμενοι, καὶ ταῖς οἰκείαις ὑπογραφαῖς, ὡς ᾠήθησαν, βεβαιώσαντες, ἃ σαφῶς ἐκ τῆς πικρᾶς Ἀπολιναρίου βεβλάστηκε ῥίζης. Μετέχει δὲ καὶ τῆς Ἀρείου καὶ Εὐνομίου δυσσεβείας· εἰ δέ τις ἀκριβῶς κατιδεῖν ἐθελήσειεν, οὐδὲ τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος ἄμοιρα δυσσεβείας τυγχάνει. Ἐν μὲν γὰρ τῷ πρώτῳ κεφαλαίῳ τὴν ὑπὲρ ἡμῶν γεγενημένην οἰκονομίαν ἐκβάλλει· οὐκ ἀνειληφέναι τὸν Θεὸν Λόγον φύσιν ἀνθρωπείαν, ἀλλ' αὐτὸν εἰς σάρκα μεταβληθῆναι διδάσκων· καὶ δοκήσει καὶ φαντασίᾳ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, ἀλλ' οὐκ ἀληθείᾳ γεγενῆσθαι δογματίζων. Ταῦτα δὲ τῆς Μαρκίωνος καὶ τοῦ Μάνεντος καὶ Οὐαλεντίνου δυσσεβείας ὑπάρχει γεννήματα. Ἐν δὲ τῷ δευτέρῳ καὶ τρίτῳ κεφαλαίῳ, ὥσπερ ἐπιλαθόμενος ὧν ἐν προοιμίοις ἐξέθετο, τὴν καθ' ὑπόστασιν ἕνωσιν εἰσάγει, καὶ σύνοδον καθ' ἕνωσιν φυσικὴν, κρᾶσίν τινα καὶ σύγχυσιν διὰ τούτων τῶν ὀνομάτων γεγενῆσθαι διδάσκων τῆς τε θείας φύσεως καὶ τῆς τοῦ δούλου μορφῆς. Τοῦτο τῆς αἱρετικῆς Ἀπολιναρίου καινοτομίας ἐστὶ κύημα. Ἐν δὲ τῷ τετάρτῳ κεφαλαίῳ ἀπαγορεύει τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν φωνῶν τὴν διαίρεσιν, καὶ οὐκ ἐᾷ κατὰ τὰς τῶν ὀρθοδόξων Πατέρων διδασκαλίας τὰς μὲν θεοπρεπεῖς φωνὰς περὶ τῆς θείας ἐκλαμβάνεσθαι φύσεως τὰς δὲ ταπεινὰς καὶ ἀνθρωπίνως εἰρημένας τῇ ἀναληφθείσῃ προσάπτειν ἀνθρωπότητι· καὶ ἐντεῦθεν τοίνυν ἔστιν εὑρεῖν τοὺς εὐφρονοῦντας τὴν τῆς ἀσεβείας συγγένειαν. Ἄρειος γὰρ καὶ Εὐνόμιος, κτίσμα καὶ ἐξ οὐκ ὄντων, καὶ δοῦλον τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ εἶναι φάσκοντες, τὰ ταπεινῶς ὑπὸ τοῦ Δεσπότου Χριστοῦ καὶ ἀνθρωπίνως εἰρημένα τῇ θεότητι αὐτοῦ προσάψαι τετολμήκασι· τὸ ἑτεροούσιον ἐντεῦθεν καὶ τὸ ἀνόμοιον κατασκευάζοντες. Πρὸς τούτοις, ἵνα συνελὼν εἴπω, αὐτὴν τὴν ἀπαθῆ καὶ ἄτρεπτον τοῦ Χριστοῦ θεότητα καὶ παθεῖν, καὶ σταυρωθῆναι καὶ ἀποθανεῖν καὶ ταφῆναι διαγορεύει. Τοῦτο δὲ καὶ τῆς Ἀρείου καὶ Εὐνομίου μανίας ἐπέκεινα· οὐδὲ γὰρ οἱ κτίσμα τολμῶντες ἀποκαλεῖν τὸν Ποιητὴν τῶν ὅλων καὶ Δημιουργὸν, εἰς ταύτην ἐξώκειλαν τὴν ἀσέβειαν. Βλασφημεῖ δὲ καὶ εἰς τὸ ἅγιον Πνεῦμα· οὐκ ἐκ τοῦ Πατρὸς αὐτὸ λέγων ἐκπορεύεσθαι, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἀλλ' ἐξ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν. Καὶ οὗτος δὲ τῶν Ἀπολιναρίου σπερμάτων ὁ καρπός· γειτνιάζει δὲ καὶ τῇ Μακεδονίου πονηρᾷ γεωργίᾳ. Τοιαῦτα τοῦ Αἰγυπτίου τὰ κυήματα, πονηροῦ πατρὸς ἀληθῶς ἔγγονα πονηρότερα. Ταῦτα δὲ δέον ἢ ἀμβλωθρίδια ποιῆσαι κυοφορούμενα, ἢ εὐθὺς τεχθέντα διαφθεῖραι τοὺς τῶν ψυχῶν τὴν ἰατρείαν ἐγκεχειρισμένους, ὡς ὀλέθρια καὶ τῆς ἡμετέρας φύσεως δηλητήρια, ἐκτρέφουσιν οἱ γεννάδαι, καὶ πολλῆς ἀξιοῦσι σπουδῆς ἐπ' ὀλέθρῳ σφῶν αὐτῶν καὶ τῶν τὰς ἀκοὰς αὐτοῖς ὑπέχειν ἀνεχομένων.