Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Ad eos qui in Euphratesia et Osrhoena regione, Syria, Phoenicia et Cilicia vitam monasticam degunt (ex epistula 151) 83.1421
Not analysed yet
ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Καὶ πάλιν· «Ὀπίσω σου, φησὶν, ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδεισαν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Καὶ τὸ Ἐμμανουὴλ δὲ ὄνομα, Θεοῦ καὶ ἀνθρώπου τυγχάνει σημαντικὸν, ἑρμηνεύεται γὰρ, κατὰ τὴν τοῦ Εὐαγγελίου διδασκαλίαν, Μεθ' ἡμῶν ὁ Θεὸς, τουτέστιν, ἐν ἀνθρώπῳ Θεὸς, ἐν τῇ ἡμετέρᾳ φύσει Θεός. Καὶ ὁ θεῖος δὲ Ἱερεμίας προθεσπίζει λέγων· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὑτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Καὶ ἄλλας δ' ἄν τις μυρίας εὕροι φωνὰς ἔκ τε τῶν θείων Εὐαγγελίων καὶ τῶν ἀποστολικῶν συγγραμμάτων, καὶ ἐκ τῶν προφητικῶν θεσπισμάτων, δεικνυούσας, ὅτι Θεὸς ἀληθινὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ὅτι δὲ καὶ ἄνθρωπος μετὰ τὴν ἐνανθρώπησιν προσαγορεύεται, διδάσκει μὲν αὐτὸς ὁ Κύριος, Ἰουδαίοις διαλεγόμενος καὶ βοῶν· «Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον, ὅστις τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» καὶ ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ λέγων· «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.» Καὶ δεικνὺς περὶ τίνος λέγει, ἑρμηνεύει τὸ εἰρημένον, οὑτωσὶ λέγων· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Καὶ Τιμοθέῳ δὲ γράφων ὁμοίως φησίν· «Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς.» Καὶ ἐν ταῖς Πράξεσιν, ἐν Ἀθήναις δημηγορῶν· «Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, φησὶ, τὰ νῦν παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν· καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.» Καὶ ὁ μακάριος Πέτρος Ἰουδαίοις διαλεγόμενος, «Ἄνδρες, φησὶν, Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς σημείοις καὶ τέρασι, καὶ δυνάμεσιν οἷς, ἐποίησεν ὁ Θεὸς δι' αὐτοῦ.» Καὶ ὁ προφήτης δὲ Ἡσαΐας τοῦ Δεσπότου Χριστοῦ τὰ πάθη προαγορεύων, ὃν πρὸ βραχέων ὠνόμασε Θεὸν, τοῦτον ἄνθρωπον ἀποκαλεῖ λέγων· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· οὗτος τὰς ἀνομίας ἡμῶν φέρει, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται.» Καὶ ἄλλας δ' ἂν ὁμοφώνους μαρτυρίας συλλέξας ἐκ τῆς ἁγίας Γραφῆς, ἐνέθηκα ἂν τῇ ἐπιστολῇ, εἰ μὴ τὴν ὑμετέραν θεοσέβειαν ἠπιστάμην βίον ἔχειν τὴν τῶν θείων λο-