Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Ad eos qui in Euphratesia et Osrhoena regione, Syria, Phoenicia et Cilicia vitam monasticam degunt (ex epistula 151) 83.1424
Not analysed yet
γίων μελέτην, κατὰ τὸν ἐν Ψαλμοῖς μακαριζόμενον ἄνθρωπον. Τῇ ὑμετέρᾳ τοίνυν φιλοπονίᾳ καταλιπὼν τὴν τῶν μαρτυριῶν συλλογὴν, ἐπὶ τὰ προκείμενα βαδιοῦμαι. Θεὸν τοίνυν ἀληθινὸν καὶ ἄνθρωπον ἀληθινὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογοῦμεν, οὐκ εἰς δύο πρόσωπα διαιροῦντες τὸν ἕνα, ἀλλὰ δύο φύσεις ἀσυγχύτως ἡνῶσθαι πιστεύομεν. Οὕτω γὰρ καὶ τὴν πολυσχεδῆ τῶν αἱρετικῶν βλασφημίαν ῥᾳδίως διελέγξαι δυνησόμεθα· πολλὴ καὶ ποικίλη τῶν ἐπαναστάντων τῇ ἀληθείᾳ ἡ πλάνη, ὡς αὐτίκα δηλώσομεν. Μαρκίων μὲν γὰρ καὶ Μάνης οὔτε ἀνειληφέναι ἀνθρωπείαν φύσιν τὸν Θεὸν Λόγον φασὶν, οὔτε ἐκ Παρθένου τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γεγεννῆσθαι πεπιστεύκασιν· ἀλλ' αὐτὸν τὸν Θεὸν Λόγον σχηματισθῆναι εἰς εἶδος ἀνθρώπειον καὶ φανῆναι ὡς ἄνθρωπον, φαντασίᾳ μᾶλλον ἢ ἀληθείᾳ χρησάμενον. Βαλεντῖνος δὲ καὶ Βαρδισάνης τὴν μὲν γέννησιν δέχονται· τὴν δὲ ἀνάληψιν ἀρνοῦνται τῆς ἡμετέρας φύσεως, οἷόν τινι σωλῆνι χρήσασθαι τῇ Παρθένῳ λέγοντες τὸν Υἱὸν τοῦ Θεοῦ. Σαβέλλιος δὲ ὁ Λίβυς, καὶ Φωτεινὸς, καὶ Μάρκελλος ὁ Γαλάτης, καὶ Παῦλος ὁ Σαμοσατεὺς, ἄνθρωπον ψιλὸν ἐκ τῆς Παρθένου γεννηθῆναι λέγουσι· τὸ δὲ καὶ Θεὸν εἶναι τὸν προαιώνιον Χριστὸν, διαῤῥήδην ἀρνοῦνται· Ἄρειος δὲ καὶ Εὐνόμιος σῶμα μόνον ἀνειληφέναι ἐκ τῆς Παρθένου τὸν Θεὸν Λόγον φασίν· Ἀπολινάριος δὲ τῷ σώματι προστίθησι καὶ ψυχὴν ἄλογον, ὡς τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου ὑπὲρ ἀλόγων, οὐχ ὑπὲρ λογικῶν γεγενημένης· ἡ δὲ τῶν ἀποστόλων διδασκαλία τέλειον ἄνθρωπον ὑπὸ τελείου Θεοῦ ἀνειλῆφθαι διδάσκει· τὸ γὰρ, «Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων μορφὴν δούλου ἔλαβε,» τοῦτο δηλοῖ· ἀντὶ φύσεως γὰρ καὶ οὐσίας ἡ μορφὴ πρόκειται· δηλοῖ γὰρ ὅτι φύσιν ἔχων Θεοῦ, φύσιν ἔλαβε δούλου. Διὸ τοῖς μὲν πρώτοις τῆς ἀσεβείας εὑρεταῖς Μαρκίωνι καὶ τῷ Μάνεντι καὶ Βαλεντίνῳ διαλεγόμενοι ἀποδεικνύναι σπουδάζομεν ἐκ τῶν θείων Γραφῶν, ὅτι οὐ μόνον Θεὸς, ἀλλὰ καὶ ἄνθρωπος ὁ Δεσπότης Χριστός. Ἀρείου δὲ καὶ Εὐνομίου καὶ Ἀπολιναρίου τὸ περὶ τὴν οἰκονομίαν ἀτελὲς δῆλον ποιοῦντες τοῖς ἀγνοοῦσι, τελείαν εἶναι τὴν ληφθεῖσαν ἀποφαινόμεθα φύσιν ἐκ τῶν θείων λογίων τοῦ Πνεύματος· Σαβελλίου δὲ καὶ Φωτεινοῦ καὶ Μαρκέλλου καὶ Παύλου τὴν ἀσέβειαν ἐλέγχομεν, μάρτυρι τῇ θείᾳ Γραφῇ κεχρημένοι καὶ δεικνύντες, ὡς οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ Θεὸς προαιώνιος καὶ τῷ Πατρὶ ὁμοούσιος ὁ Δεσπότης Χριστός. Ὅτι γὰρ ψυχὴν ἀνέλαβε λογικὴν, αὐτὸς ὁ Κύριος διδάσκει λέγων· «Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.» Καὶ πάλιν· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Καὶ ἑτέρωθι· «Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ.» Καὶ ὁ ἄγγελος πρὸς τὸν