Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Ad eos qui in Euphratesia et Osrhoena regione, Syria, Phoenicia et Cilicia vitam monasticam degunt (ex epistula 151) 83.1429
Not analysed yet
νοῦν καὶ ἀπαύγασμα πρὸς τὸ φῶς ἀχωρίστως ἔχει, οὕτως ὁ μονογενὴς Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα. Φαμὲν τοίνυν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν Υἱὸν εἶναι μονογενῆ τοῦ Θεοῦ καὶ πρωτότοκον· μονογενῆ μὲν καὶ πρὸ τῆς ἐνανθρωπήσεως, καὶ μετὰ τὴν ἐνανθρώπησιν· πρωτότοκον δὲ μετὰ τὴν ἐκ Παρθένου γέννησιν· τῷ γὰρ Μονογενεῖ τὸ Πρωτότοκος ὄνομα ἐναντίον μὲν εἶναί πως δοκεῖ, διότι μονογενὴς μὲν ὁ μόνος ἔκ τινος γεννηθεὶς προσαγορεύεται, πρωτότοκος δὲ ὁ πολλῶν ἀδελφῶν πρῶτος. Τὸν δὲ Θεὸν Λόγον μόνον ἐκ τοῦ Πατρὸς αἱ θεῖαι Γραφαὶ γεννηθῆναι λέγουσιν· γίνεται δὲ καὶ πρωτότοκος ὁ Μονογενὴς, τὴν ἡμετέραν φύσιν εἰληφὼς ἐκ τῆς Παρθένου, καὶ ἀδελφοὺς τοὺς εἰς αὐτὸν πεπιστευκότας προσαγορεῦσαι καταξιώσας· ὡς εἶναι τὸν αὐτὸν μονογενῆ μὲν καθὸ Θεὸς, πρωτότοκον δὲ καθὸ ἄνθρωπος. Οὕτως ἡμεῖς τὰς δύο φύσεις ὁμολογοῦντες τὸν ἕνα Χριστὸν προσκυνοῦμεν, καὶ μίαν αὐτῷ προσφέρομεν τὴν προσκύνησιν. Τὴν γὰρ ἕνωσιν ἐξ αὐτῆς τῆς συλλήψεως ἐν τῇ ἁγίᾳ τῆς Παρθένου νηδύϊ γεγενῆσθαι πιστεύομεν. Διὸ καὶ Θεοτόκον καὶ ἀνθρωποτόκον τὴν ἁγίαν Παρθένον προσαγορεύομεν. Ἐπειδὴ καὶ αὐτὸς ὁ Δεσπότης Χριστὸς, Θεὸς καὶ ἄνθρωπος ὑπὸ τῆς θείας καλεῖται Γραφῆς. Καὶ ὁ Ἐμμανουὴλ δὲ, τῶν δύο φύσεων κηρύττει τὴν ἕνωσιν. Εἰ δὲ τὸν Χριστὸν Θεὸν καὶ ἄνθρωπον ὁμολογοῦμεν καὶ λέγομεν, τίς οὕτως εὐήθης, ὡς φυγεῖν τὴν ἀνθρωποτόκος φωνὴν, μετὰ τῆς Θεοτόκου τιθεμένην; Ἐν γὰρ τῷ Δεσπότῃ Χριστῷ τὰς δύο τίθεμεν προσηγορίας· διὸ ἡ Παρθένος τετίμηται καὶ κεχαριτωμένη προσηγορεύθη· τίς οὖν εὖ φρονῶν παραιτήσαιτο, ἀπὸ τῶν τοῦ Σωτῆρος ὀνομάτων ἀποκαλέσαι τὴν Παρθένον, ἣ δι' ἐκεῖνον παρὰ τῶν πιστῶν γεραίρεται; Οὐ γὰρ ὁ ἐξ αὐτῆς δι' αὐτὴν σεβάσμιος, ἀλλ' αὐτὴ διὰ τὸν ἐξ αὐτῆς ταῖς μεγίσταις προσηγορίαις καλλύνεται. Εἰ μὲν οὖν Θεὸς μόνον ὁ Χριστὸς, καὶ ἐκ τῆς Παρθένου τοῦ εἶναι τὴν ἀρχὴν εἴληφεν, ἐντεῦθεν μόνον ἡ Παρθένος ὀνομαζέσθω καὶ καλείσθω Θεοτόκος ὡς Θεὸν φύσει γεννήσασα. Εἰ δὲ Θεὸς καὶ ἄνθρωπος ὁ Χριστὸς, καὶ τὸ μὲν ἦν ἀεὶ (οὔτε γὰρ ἤρξατο τοῦ εἶναι· συναΐδιος γὰρ τῷ γεννήσαντι), τὸ δὲ ἐπ' ἐσχάτων τῶν καιρῶν ἐκ τῆς ἀνθρωπείας ἐβλάστησε φύσεως, ἑκατέρωθεν ὁ δογματίζειν ἐθέλων, πλεκέτω τῇ Παρθένῳ τὰς προσηγορίας, δηλῶν ποῖα μὲν τῇ φύσει, ποῖα δὲ τῇ ἑνώσει προσήκει. Εἰ δὲ πανηγυρικῶς τις λέγειν ἐθέλοι, καὶ ὕμνους ὑφαίνειν, καὶ ἐπαίνους διεξιέναι, καὶ βούλεται τοῖς σεμνοτέροις ὀνόμασιν ἀναγκαίως κεχρῆσθαι, οὐ δογματίζων ὡς ἔφην, ἀλλὰ πανηγυρίζων καὶ θαυμάζων ὡς οἷόν τε τοῦ μυστηρίου τὸ μέγεθος· ἀπολαυέτω τοῦ πόθου, καὶ τοῖς μεγάλοις ὀνόμασι κεχρήσθω, καὶ ἐπαινείτω καὶ θαυμαζέτω. Πολλὰ γὰρ τοιαῦτα παρὰ τοῖς ὀρθοδόξοις διδασκάλοις εὑρίσκομεν· πανταχοῦ δὲ τὸ μέτριον τιμάσθω. Ἐπαινῶ γὰρ τὸν εἰρηκότα, ἄριστον εἶναι τὸ μέτριον, εἰ καὶ τῆς ἡμετέρας ἀγέλης οὐκ