Ancient Greek · ~11 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., Ad eos qui in Euphratesia et Osrhoena regione, Syria, Phoenicia et Cilicia vitam monasticam degunt (ex epistula 151) 83.1428
Not analysed yet
θάνατον· καὶ τὸ μὲν τοῦ θνητοῦ δηλωτικὸν, τὸ δὲ τοῦ ἀθανάτου, μᾶλλον δὲ ζωοποιοῦ τυγχάνει σημαντικόν. Ἐσταυρώθη, κατὰ τὸν μακάριον Παῦλον, ἐξ ἀσθενείας· ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ, κατὰ τὸν αὐτόν. Τὸ τῆς ἀσθενείας ὄνομα διδασκέτω οὐχ ὡς ὁ παντοδύναμος, καὶ ἀπερίγραφος, καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος προσηλώθη, ἀλλ' ἡ ἐκ δυνάμεως Θεοῦ ζωοποιηθεῖσα φύσις, κατὰ τὴν τοῦ Ἀποστόλου διδασκαλίαν, ἀπέθανε καὶ ἐτάφη· ἀμφότερα τῆς τοῦ δούλου μορφῆς. Πύλας χαλκᾶς συνέτριψε καὶ μοχλοὺς σιδηροῦς συνέθλασε, καὶ κατέλυσε τοῦ θανάτου τὸ κράτος, καὶ ἐν τρισὶν ἡμέραις ἀνέστησε τὸν οἰκεῖον ναόν· ταῦτα τῆς τοῦ Θεοῦ μορφῆς τὰ γνωρίσματα, κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Οὕτως ἐν τῷ ἑνὶ Χριστῷ διὰ μὲν τῶν παθῶν θεωροῦμεν τὴν ἀνθρωπότητα, διὰ δὲ τῶν θαυμάτων νοοῦμεν αὐτοῦ τὴν θεότητα. Οὐ γὰρ εἰς δύο Χριστοὺς τὰς δύο φύσεις μερίζομεν. Καὶ ἴσμεν, ὅτι μὲν ἐκ τοῦ Πατρὸς ὁ Θεὸς Λόγος ἐγεννήθη, καὶ ἐκ σπέρματος Ἀβραὰμ καὶ Δαβὶδ ἡ ἡμετέρα ἀπαρχὴ προσελήφθη. Διὸ καὶ ὁ μακάριος Παῦλός φησι, περὶ τοῦ Ἀβραὰμ διαλεγόμενος· «Οὐκ εἶπε, Καὶ τοῖς σπέρμασί σου, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός.» Καὶ Τιμοθέῳ δὲ γράφων, «Μνημόνευε, φησὶν, Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβὶδ, κατὰ τὸ Εὐαγγέλιόν μου.» Καὶ Ῥωμαίοις ἐπιστέλλων· «Περὶ τοῦ Υἱοῦ αὐτοῦ, φησὶ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα.» Καὶ πάλιν· «Ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα.» Καὶ ὁ εὐαγγελιστής· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ.» Καὶ ὁ μακάριος Πέτρος ἐν ταῖς Πράξεσι, «Προφήτης, φησὶν, ὑπάρχων ὁ Δαβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸν Χριστὸν καὶ καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ· προειδὼς ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ.» Καὶ ὁ Θεὸς τῷ Ἀβραάμ φησι· «Ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς.» Καὶ ὁ Ἡσαΐας δέ· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν.» Καὶ μετ' ὀλίγα, «Καὶ ἔσται, φησὶν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.» Δῆλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς τὸ μὲν κατὰ σάρκα ὁ Χριστὸς τοῦ Ἀβραὰμ καὶ Δαβὶδ ὑπῆρχεν ἀπόγονος, καὶ τὴν αὐτὴν αὐτοῖς περιέκειτο φύσιν, κατὰ δὲ τὴν θεότητα τοῦ Θεοῦ προαιώνιός ἐστιν Υἱὸς καὶ Λόγος, ἀφράστως τε καὶ ὑπὲρ ἄνθρωπον ἐκ τοῦ Πατρὸς γεννηθεὶς, καὶ συναΐδιος ὑπάρχων ὡς ἀπαύγασμα καὶ χαρακτὴρ καὶ Λόγος. Ὡς γὰρ λόγος πρὸς