Ancient Greek
Section 14
Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam 14.1
Not analysed yet
ΤΟΜΟΣ ΙΔʹ 23 Εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ἰσραήλ· σαλπίσατε θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ἰακὼβ <καὶ> Ἰσραὴλ δοξασθήσεται. Προσωποποιίᾳ πάλιν ὁ προφητικὸς ἐχρήσατο λόγος καὶ ὥσπερ, ἡνίκα κατηγόρει τοῦ Ἰσραήλ, τὸν οὐρανὸν καὶ τὴν γῆν εἰς μαρτυρίαν ἐκάλεσεν, οὕτως [πά]λιν τὰ ἀγαθὰ προμηνύων τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐφροσύνης καλεῖ, οὐκ ἐπειδὴ ἔμψυχα [τα]ῦτα, ἀλλ' ἐπειδὴ καὶ ἀθυμούντων ἡμῶν σκυθρωπὰ δοκεῖ φαίνεσθαι καὶ γεγηθότων εἰκότως φαιδρότερα, οὐκ αὐτὰ μεταβαλλόμενα ἀλλ' ἡμῖν οὕτω φαινόμενα. Εἰ δέ τις καὶ τὰς ἐπουρανίους δυνάμεις (διὰ) τῶν οὐρανῶν νοεῖν βούλοιτο καὶ θεμέλια τῆς γῆς τοὺς ἁγίους προφήτας ὡς αὐτοὺς ταύτην (ἐρ)είδοντας, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας· καὶ γὰρ ὁ κύριος ἔφη· «Χαρὰ γίνεται τοῖς ἀγγέλοις ἐφ' ἑνὶ ἁ(μ)αρτωλῷ μετανοοῦντι.» Οὕτω καὶ τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ τὰ ἐν αὐτοῖς νοηθήσεται ξύλα· μετὰ γὰρ [τὴν] ἐπάνοδον τοῦ Ἰσραὴλ γεωργούμενα ἐτεθήλει καὶ εὐφροσύνην τοῖς ὄρεσι προὐξένει. 24 Οὕτως λέγει (κύριος ὁ) λυτρούμενός σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας. Τρία κατὰ ταὐτὸν ὁ λόγος ἐδίδαξεν· ὅτι καὶ (δημι)ουργός ἐστι καὶ δεσπότης καὶ κηδεμών. Τὸ μὲν γὰρ κύριος τὴν δεσποτείαν δηλοῖ, τὴν δὲ κηδεμονίαν (ἡ λύτρ)ωσις, τὴν δὲ δημιουργίαν ἡ πλάσις. Ἐγὼ κύριος ὁ συντελῶν ταῦτα πάντα. Ἐγώ σοι καὶ τὰ σκυθρ[ωπὰ] ἐπήγαγον καὶ τὰ θυμήρη προσοίσω. Εἶτα δείκνυσιν ἀπὸ τῶν ἤδη γεγενημένων τὸ δυνατόν· (Ἐξέτ)εινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. Ἱκανὰ καὶ ταῦτα διελέγξαι τὴν Ἀρείου καὶ Εὐνομίου παρα(πληξί)αν· Τίς γὰρ ὁ μόνος ταῦτα δημιουργήσας; Ὁ πατήρ; οὐκοῦν οὐ δημιουργὸς ὁ υἱός· Ἀλλ' ὁ υἱός; (οὐκ)οῦν οὐ δημιουργὸς ὁ πατήρ· εἰ δὲ πατὴρ καὶ υἱός, πῶς τὸ μόνος νοήσωμεν; ἦ δηλονότι τὴν μίαν τῆς (τριάδ)ος θεότητα. Ἀλλὰ ταῦτα καὶ ἐν ἑτέροις ἡμῖν ἱκανῶς ἀποδέδεικται· τῆς ἑρμηνείας τοίνυν [ἐχώμ]εθα. Τίς ἕτερος 25διασκεδάσει; Ἐμοῦ φησι βουλομένου τι πρᾶξαι τίς ἀντιπράξει; Τίς ἀν[τιστῆ]ναι τολμήσει; Διασκεδάσω σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας. Τὰ μὲν γὰρ (ἐμὰ) οὐδεὶς διασκεδάσαι δυνήσεται, ἐμοὶ δὲ ῥᾴδιον κατασβέσαι τὴν πλάνην. Ἀποστρέφων (φρ)ονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων. Οὐ μόνον δὲ τοὺς τὰ [ἐσόμενα μαντευο]μένους ψευδομένους δείξω, ἀλλὰ καὶ τῶν ἐπὶ σοφίᾳ βρενθυομένων τὴν [ἀφροσύν]ην ἐλέγξω. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;» 26 Καὶ ἱστῶν (ῥήματ)α παιδὸς αὐτοῦ. Αὐτὸν τὸν προφήτην τὸν τοῖσδε τοῖς λόγοις αὐτοῦ διακονοῦντα ἐνταῦθα (προσηγό)ρευσε παῖδα. Καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. Οὐ μόνον δέ φησι τούτου [ἀλλὰ καὶ τῶ]ν ἄλλων, ὅσοι τοὺς θείους διαπορθμεύουσι λόγους. Τοῦτο δὲ ἐνταῦθα οὐχ ἁπλῶς εἴρηκεν [ἀλλ' εἰς τὴν] τῶν ῥηθησομένων βεβαίωσιν· προθεσπίζει γὰρ ἐν τοῖς ἑξῆς τοῦ τε Κύρου τοῦ πρώτου [Περσῶν] βασιλεύσαντος <τὴν> βασιλείαν καὶ τοῦ λαοῦ τὴν ἐπάνοδον καὶ τὴν τῆς Ἱερουσαλὴμ οἰκο[δομία]ν καὶ τὴν τῆς Βαβυλῶνος πανωλεθρίαν. Διὰ τοῦτο προλαβὼν ἔφη· Ἱστῶν ῥήματα (παιδὸς) αὐτοῦ. Ὁ λέγων τῇ Ἱερουσαλήμ· Κατοικηθήσῃ, καὶ ταῖς πόλεσι τῆς Ἰουδαίας· Οἰκοδομηθήσεσθε, (καὶ τὰ ἔρη)μα αὐτῆς ἀναστήσω. Ἔδειξεν ὁ λόγος τὸ παντοδύναμον τοῦ ποιητοῦ· Λέγω γάρ φησι μόνον, (καὶ γίνεται ὃ) βεβούλευμαι· λόγῳ γὰρ καὶ τὴν κτίσιν παρήγαγον. 27 Ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ, καὶ (τοὺς ποταμού)ς σου ξηρανῶ. Ἄβυσσον ἐνταῦθα τὴν Βαβυλῶνα ὠνόμασε, ποταμοὺς δὲ |156 a| αὐτῆς τῶν οἰκητόρων τὰ πλήθη, οὓς δίκην ποταμῶν ὑποδεχομένη τῆς θαλάττης ἐμιμεῖτο τὰ κύ(ματα). 28 Ὁ λέγων Κύρῳ φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιεῖσθαι. Ἐγώ φησι τὸν Κῦρον παρασκευάσω το[ῦ σω]φρονεῖν καὶ τὸ ἐμὸν πληροῦν βούλημα. Καὶ δεικνὺς ποῖον βούλημα, ἐπήγαγεν· Ὁ λέγων Ἱερουσαλήμ· Οἰκοδομ(ηθήσῃ), καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω. 451 Οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ. Χριστοὺς ἡ θεία γραφὴ πρ(οσα)γορεύει οὐ μόνον τοὺς χριομένους ἀλλὰ καὶ τοὺς εἴς τινα χρείαν ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ἀφοριζομένους. (Οὕ)τω καὶ τῶν πρὸ τοῦ νόμου πατέρων μνημονεύσας ἔφη· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου.» Ἐνταῦθα μέντοι τὸν (Κῦρον) χριστὸν ὠνόμασε διδάσκων ὡς αὐτὸς αὐτὸν ἐχειροτόνησε βασιλέα ὥστε καὶ τὴν Βαβυλων(ίων) δυναστείαν καταλῦσαι καὶ τὴν τῶν Ἰουδαίων αἰχμαλωσίαν λῦσαι καὶ τὸν θεῖον οἰκοδομῆσαι νεώ(ν. Οὗ) ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοί(ξω) ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται· 2ἐγὼ ἔμπροσθεν αὐτοῦ πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, πύλας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω. Διὰ πάντων τῶν εἰρημένων ἐδίδαξεν ὡς καὶ προὐβάλετο βασιλέα τὸν Κῦρον καὶ ῥοπὴν αὐτῷ δέδωκεν εἰς τὴν τῆς δυναστείας κατόρθωσιν [καὶ] πεποίηκεν εὐμαρῆ τὰ φαινόμενα δύσπορα, τὸ γάρ· Ὄρη ὁμαλιῶ καὶ πύλας χαλκᾶς συντρίψω, τοῦτο σημαίν[ει]. 3 Καὶ δώσω σοι θησαυροὺς σκοτεινούς, ἀποκρύφους ἀοράτους ἀνοίξω σοι. Τουτέστι τοὺς τῶν Βαβυλωνί(ων), οὓς ὁ Ναβουχοδονόσορ καὶ οἱ λοιποὶ συναθροίσαντες ἔκρυψαν βασιλεῖς. Ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς (ὁ καλῶν) τὸ ὄνομά σου. Ἄνωθεν καὶ πρὸ πολλῶν γενεῶν ἐγώ σοι τέθεικα τὴν προσηγορίαν. Καὶ διδάσκων, τίς ὁ ταῦτα [ποιήσας], ἐπήγαγεν· Θεὸς τοῦ Ἰσραήλ. Ἐπειδὴ γὰρ πολλοὺς εἶναι θεοὺς ὑπελάμβανον οἱ πλανώμενοι, δείκνυσιν ἑαυτὸν δ[ιὰ τῶν] προσκυνούντων. Εἶτα διδάσκει τὴν τῆς πολλῆς προμηθείας αἰτίαν· 4 Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ (Ἰσραὴλ) τοῦ ἐκλεκτοῦ μου ἐγὼ ἐκάλεσά σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε. Τὸ ἐμόν σοί φησιν ἐπι[τεθήσεται ὄ]νομα καί, ὃ μέλλω λαμβάνειν τὴν ἀνθρωπείαν φύσιν ἀναλαμβάνων, τούτῳ σὲ πρῶτον ὠνόμασα. [Διδάσκει] δὲ ἡμᾶς ὁ προφητικὸς λόγος σαφῶς ὡς <ἔστιν ὁ> μονογενὴς τοῦ θεοῦ λόγος ὁ ταῦτα διαλεγόμενος· αὐτὸς γὰρ ἐ[ξαιρέτως] ὠνομάσθη χριστός. Σὺ δὲ οὐκ ἔγνως με 5ὅτι ἐγὼ κύριος ὁ θεὸς καὶ οὐκ ἔστι πλὴν ἐμοῦ θεός. Ἐνίσχυσά σε, (καὶ οὐ)κ ᾔδεις με. Τῇ γὰρ τῶν εἰδώλων καὶ αὐτὸς ἐδούλευε πλάνῃ· καὶ παρὰ τοῦ θεοῦ τῶν ὅλων τὴν βασιλείαν δεξ[άμενος] καὶ τοσαύτης ἐπικουρίας τυχὼν οὐκ ἔγνω τὸν τῶν ἀγαθῶν χορηγόν, ἀλλ' ὅμως αὐτὸν καὶ πλανώμενον τούτ[ων ἁπ]άντων ἠξίωσεν, ὑπουργὸν αὐτὸν τῆς τῶν Βαβυλωνίων τιμωρίας καὶ τῆς τοῦ Ἰσραὴλ ἐλευθερίας [χει]ροτ[ονήσας]. Ἔνια μέντοι τῶν ἀντιγράφων οὕτως εὗρον ἔχοντα· «Σὺ δὲ Ἰσραὴλ οὐκ ἔγνως με.» Ἀλλ' οὔτε [παρὰ] τ[ῷ Ἑ]βραίῳ τὸ Ἰσραὴλ κείμενον εὗρον οὔτε παρὰ τοῖς Ἄλλοις Ἑρμηνευταῖς οὔτε παρὰ τοῖς Ἑβδομήκοντα ἐν τῷ Ἑξαπλῷ. Καὶ μάλα εἰκότως· οὐ γὰρ τοῦ Ἰσραὴλ ἐνταῦθα τὴν ἄγνοιαν ἀλλὰ τοῦ Κύρου κατηγορεῖ. Εἶτα καὶ τὴν αἰτίαν τῆς τῶν [Ἰουδαίων] ἐλευθερίας διδάσκει· 6 Ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν αὐτοῦ ὅτι οὐκ ἔστι (πλὴν) ἐμοῦ. Οἱ γὰρ ἀκούσαντες τὴν καινὴν ἐκείνην καὶ παράδοξον ἄφεσιν καὶ τὴν ἔντιμον ἐπά[νοδον] καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομίαν καὶ τοὺς περὶ ταύτης τοῦ Κύρου νόμους ἐμάνθανον μόνον ἀληθῶς [ὄντα θεὸν] τὸν τῶν Ἰουδαίων θεόν. Ἐγὼ κύριος ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι. Μόνος γὰρ αὐτὸς δεσπότης. 7 Ἐγὼ ὁ ποιήσας φ(ῶς) καὶ κατασκευάσας σκότος. Φῶς ἐνταῦθα τὰ θυμήρη καλεῖ· τὴν τῆς δουλείας ἀπαλλαγὴν (καὶ τὴν ἐ)λευθερίαν καὶ τὴν ἐπάνοδον, σκότος δὲ τὰ σκυθρωπά· τὴν πολιορκίαν, τὸν ἀνδραπο(δισμόν), τὴν δουλείαν. Ἀμφότερά φησιν ἐγὼ πεποίηκα, καὶ ταῦτα κἀκεῖνα· ἐγὼ καὶ τῷ Ναβουχοδονός(ορ εἰς) τιμωρίαν ἐχρησάμην καὶ τὸν Κῦρον τῆς ἐλευθερίας ὑπουργὸν προεβαλόμην. Καὶ [ὡς καὶ] φωτός εἰμι καὶ σκότους δημιουργὸς καὶ τούτων ἑκάτερον διὰ τὴν τῶν ἀνθρώπων παρήγαγον χρείαν, [οὕτω] |156 b| καὶ τὴν δουλείαν τοῦ Ἰσραὴλ εἰς ὠφέλειαν ἐπήγαγον καὶ τὴν ἐλευθερίαν διὰ φιλανθρωπίαν ἐδωρησάμην. (Ὁ ποι)ῶν εἰρήνην καὶ κτίζων κακά, ἐγὼ κύριος ὁ θεὸς ὁ ποιῶν πάντα ταῦτα. Σαφῶς ἐδίδαξε τί προσηγόρευσε σκότος καὶ φῶς· τὴν γὰρ εἰρήνην φῶς ὠνόμασε, τὰ δὲ δοκοῦντα κακὰ σκότος. Κακὰ δὲ αὐτὰ (κέ)κληκεν οὐχ ὡς φύσει κακὰ ἀλλ' ὡς οὕτως ὑπὸ τῶν ἀνθρώπων νομιζόμενα. Εἰώθαμεν γὰρ λέγειν· Κακὴν εἶδον σήμερον ἡμέραν, οὐκ ἐπειδὴ ἡ ἡμέρα εἰς ἑτέραν τινὰ μετεβλήθη φύσιν, ἀλλ' ἐπειδὴ ἐν αὐτῇ (συνέ)βη τὰ λυπηρά. Εἶτα δεικνὺς τὴν τῶν προηγορευμένων ἀλήθειαν πάλιν τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐ[φρο]σύνης καλεῖ· 8 Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, αἱ ἐπουράνιαι δυνάμεις αἱ τῇ τῶν ἀνθρώπων συνηδόμεναι (σωτηρ)ίᾳ. Καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἀπειλῶν πρόσθεν ἔφη· «Ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ (μὴ) βρέξαι ἐπ' αὐτὸν ὑετόν», καὶ ἐδείξαμεν ἑρμηνεύοντες τοὺς προφήτας οὕτως ὠνομασμένους. Ἐνταῦθα [τοίν]υν τούτους ὁ λόγος παρεγγυᾷ καθάπερ τινὰ ὑετὸν τὸν περὶ τῆς δικαιοσύνης προσφέρειν λόγον. [Ἑωρά]κασι δὲ μετὰ τὴν ἐπάνοδον προφήτας Ἀγγαῖον καὶ Ζαχαρίαν καὶ Μαλαχίαν. Ἀνατειλάτω ἡ γῆ (ἔλεο)ν καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Προσήκει γὰρ καὶ τοὺς τῆς τοιαύτης ἀρδείας ἀπολαύοντας προσφέρειν καρποὺς τῇ ἀρδείᾳ συμβαίνοντας· ἡ δὲ ἀρδεία τοὺς περὶ δικαιοσύνης προσέφερε λόγους· διὰ τοῦτο [αὐτοὺς κ]αρποὺς ἀπαιτεῖ δικαιοσύνης καὶ ἔλεον. Γῆν γὰρ τοὺς τὴν γῆν κατοικοῦντας ἐκάλεσεν. Ἐγώ εἰμι κύριος ὁ κτίσας σε. [Ἐγὼ γάρ] σε καὶ τὴν ἀρχὴν εἰς τὸ εἶναι παρήγαγον. 9 Ποιῶν βέλτιον κατεσκεύασά σε ὡς πηλὸν κεραμέως. Καθάπερ φησὶν [ὁ κερ]αμεὺς τὸ πήλινον σκεῦος συντριβόμενον ἀναπλάττει, οὕτως ἐγώ σε ποιήσω τῆς προτέρας ἀμεί<ν>ονα. (Μὴ ὅλ)ην τὴν ἡμέραν ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν; Ἀντὶ τοῦ· οὐ διὰ παντὸς προσήκει τὴν παι(δείαν) προσφέρειν, οὐδὲ γὰρ ὁ γεωργὸς ἀεὶ τὴν γῆν ἀνατέμνει. Οὐαὶ ὁ κρινόμενος μετὰ τοῦ πλάσαντος (αὐτόν). Μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ· Τί ποιεῖς; Τί οὐκ ἐργάζῃ καὶ τὸ ἔργον <οὐκ ἔχεις> εἰς χεῖρας; Μὴ ἀποκρι(θήσεται) τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό; Ἐπειδὴ γὰρ καὶ τηνικαῦτα ἦσαν πολλοὶ καὶ νῦν δὲ ὡς[αύτω]ς εἰσὶ τὴν θείαν περιεργαζόμενοι πρόνοιαν καὶ πολυπραγμονεῖν πειρώμενοι διὰ τί πόλεμοι [γίγνο]νται διὰ τί γῆς ἀκαρπίαι διὰ τί θάνατοι ἄωροι καὶ ὅσα τοιαῦτα, εἰκότως πρῶτον μὲν [ἐθρήνη]σε τοὺς εὐθύνας ἀπαιτοῦντας τῶν ὅλων τὸν ποιητήν, εἶτα τῇ εἰκόνι τοῦ πηλοῦ καὶ [τοῦ] κεραμέως ἱκανῶς αὐτοὺς ἐπεστόμισεν· ὥσπερ γὰρ ὁ πηλὸς τὸν πηλουργὸν ἀργίας καὶ ἐργασίας [εὐθύν]ας οὐκ ἀπαιτεῖ, οὕτως οὐδὲ ὑμᾶς προσήκει τὰ θεῖα περιεργάζεσθαι· ὅπερ γὰρ πηλός, τοῦ[το ὑ]μεῖς· ἐγὼ δὲ [πρὸς τὸν] κεραμέα πλείστην ὅσην ἔχω διαφοράν· ὁ μὲν γὰρ κεραμεύς, εἰ καὶ ποιητής ἐστι τοῦ [πηλίνου σκεύους, ἀλλ' αὐτὸς πρωτο]γενὴς τοῦ πηλοῦ· ἐγὼ δὲ ἄκτιστον ἔχω τὴν φύσιν. Ἀλλ' ὅμως ὁ μὲν πηλὸς οὐ φθέγγεται, ἀλ[λ' ἀνέχε]ται τὴν διάπλασιν ἣν ἂν ὁ κεραμεὺς ἐπιθεῖναι θελήσῃ· ὑμεῖς δὲ τῆς ἐμῆς προνοίας κατα[φρονεῖτε]. 10 Οὐαὶ ὁ λέγων τῷ πατρί· Τί γεννήσεις; καὶ τῇ μητρί· Τί ὠδίνεις; Εἰς ἑτέραν πάλιν εἰκόνα μετέβα[λε τὸν λόγον, τῆς βλ]ασφημίας δεικνὺς τὴν ὑπερβολήν. Εἰ γὰρ ὁ τοῖς πατράσιν ἀντιλέγων παράνομός [ἐστι], ποία[ς τεύξεται τι]μωρίας ὁ κατὰ τοῦ ποιητοῦ τὴν γλῶτταν κινῶν; 11 Ὅτι οὕτως λέγει κύριος ὁ θεὸς ὁ ἅγιος τοῦ (Ἰσραήλ, ὁ) πλάσας αὐτόν, ὁ ποιήσας τὰ ἐπερχόμενα. Ἔδειξεν αὐτὸν πλάστην καὶ δημιουργόν, τοὺς ἀχαρί[στους ἐντρέ]πων. Διδάσκει δὲ ὡς καὶ αὐτὸς ἄνωθεν προώρισε τὴν ἐσομένην τῶν αἰχμαλώτων ἐλευθερίαν· [τοῦτο] γὰρ δηλοῖ τό· Ὁ ποιήσας τὰ ἐπερχόμενα. Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου, καὶ (περὶ τῶ)ν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ με. Κατ' εἰρωνείαν ταῦτα τέθεικεν. Ἐπειδή φησι περιεργάζε[σθέ μου] τὴν πρόνοιαν, δότε μοι βουλήν, εἰσενέγκατε εἰσήγησιν περὶ τῆς τοῦ λαοῦ μου ἐλευθερίας. [Υἱοὺς δὲ] καὶ θυγατέρας τὸν Ἰσραὴλ ὠνόμασεν. Εἶτα διὰ τῆς κτίσεως τὴν οἰκείαν δείκνυσι σοφίαν καὶ [δύναμιν]· 12 Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ |157 a| πᾶσι τοῖς ἄστροις ἐνετειλάμην φαίνειν. Ἴδετε τῶν ὁρωμένων τὸ κάλλος, τὴν θέσιν, τὴν τάξιν, τὴν π(οι)κιλίαν· ἐγὼ τούτων ἁπάντων δημιουργός. Τὴν δὲ χεῖρα θεοπρεπῶς νοήσωμεν μὴ σωματικὸν μόριον ἀλλὰ τὴν θείαν ἐνέργειαν. 13 Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος Σαβαώθ. Ταῦτα οἱ Τρεῖς οὕτως ἡρμήνευσαν· «Ἐγὼ ἐξήγειρα αὐτὸν ἐν δικαιοσύνῃ καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ· αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν ἀποίκησίν μου ἐκπέμψει οὐκ ἐν ἀλλάγματι οὐδὲ ἐν δώροις, λέγει κύριος τῶν δυνάμεων.» Περὶ τοῦ Κύρου καὶ ταῦτα ἔφη. Καὶ ἀκριβέστερον ἠκολούθησαν οἱ Τρεῖς τῇ τοῦ Ἑβραίου διανοίᾳ ὅτι· Τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ, τουτέστι· Πολλὴν αὐτῷ παρέξω εἰς κατόρθωσιν εὐκολίαν. Οὐ γὰρ τοῦ Κύρου πᾶσαι αἱ ὁδοὶ εὐθεῖαι, ἀλλ' [αὐτὸς] ὁ θεὸς ῥᾳδίαν αὐτῷ τὴν κατὰ τῶν πολεμίων ἐποίησε νίκην· ἔμελλε γὰρ τῷ λαῷ τὴν ἐλευθερίαν παρέξ[ειν] οὐ λύτρα τινὰ κομιζόμενος ἀλλὰ προῖκα ταύτην δωρούμενος. Οὕτω προθεσπίσας τοῦ Κύρου τὴν βασιλείαν καὶ τοῦ λαοῦ τὴν ἐπάνοδον καὶ τὴν τῆς πόλεως οἰκοδομίαν προλέγει καὶ τὴν ἐσομένην μετὰ τὴν ἐπάν[οδον] τῆς πόλεως εὐκληρίαν καὶ τῶν ἐθνῶν τὴν ἐπιστροφὴν καὶ τὴν Αἰγυπτίων καὶ Αἰθιόπων ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ τῆς τοῦ μονογενοῦς θεολογίας τὴν γνῶσιν· 14 Οὕτως λέγει κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σαβαῒμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι. Δει[ξάτωσαν] Ἰουδαῖοι Αἰγυπτίους καὶ Αἰθίοπας καὶ τοὺς Σαβαῒμ καλουμένους δούλους αὐτῶν πώποτε γεγενη[μέ]νους καὶ ὑπηκόους. Εἰ δὲ ταύτης ἀποροῦσι τῆς ἀποδείξεως— οὐδεμία γὰρ ἱστορία τοῦτο διδάσκει—, [ὁμο]λογοῦσι δὲ ἀληθῆ εἶναι τὴν προφητείαν, τὸν ἀληθῆ δεξάσθωσαν λόγον καὶ λαβέτωσαν τοὺς ὀφθαλ[μοὺς] τῶν λεγομένων μάρτυρας. Ὁρῶσι γὰρ ὑπ' Αἰγυπτίων καὶ Αἰθιόπων καὶ πάντων ἀνθρώπων τὸν ἐξ αὐτῶν κ[ατὰ] σάρκα βλαστήσαντα προσκυνούμενον κύριον. Οὐ γὰρ μόνον τοῦτό ἐστιν ὅπερ ἐξ αὐτῶν ἔλαβεν, ἀλλὰ [καὶ τῶν] ἁπάντων ποιητής ἐστι καὶ θεός. Τοῦτο γὰρ τὰ ἑξῆς ἡμᾶς διδάσκει σαφῶς· Ὀπίσω σου ἀκολουθήσου(σι) δεδεμένοι χειροπέδαις καὶ διαβήσονται πρός σε καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξοντ(αι), ὅτι ἐν σοὶ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. Ὁράτωσαν Ἰουδαῖοι δυάδα προσώπων κηρυττομένην ἐν [ἑνί· ἔστι] γὰρ ἐν σοὶ θεὸς καὶ σὺ θεὸς καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. Ἐλέγχει δὲ ταῦτα καὶ τὴν Ἀρείου καὶ Εὐνομίου μανί[αν]· εἰ γὰρ οὐκ ἔστι πλὴν αὐτοῦ, ὁ ἐν αὐτῷ θεὸς πῶς ἂν εἴη θεός; Ὁ δὲ προφητικὸς διδάσκει λόγος· Ὅτι ἐν ς(οὶ) θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ. Δῆλον τοίνυν ὡς καὶ ἡ προφητεία τὴν μίαν κηρύττει θεότητα [καὶ] ἀτεχνῶς [ἔοι]κε τῇ τῶν εὐαγγελίων διδασκαλίᾳ. Καὶ γὰρ ἐν ἐκείνοις ὁ κύριος ἔφη· «Ἐγὼ ἐν τῷ πατρὶ καὶ (ὁ πατὴρ) ἐν ἐ(μοί), καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, καὶ ὁ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.» [Ἤλεγ]ξε τοίνυν ὁ προφητικὸς λόγος καὶ Ἰουδαίους εἰς ἓν πρόσωπον τὴν θεότητα περιγράφοντας καὶ Ἄ[ρειον] καὶ Εὐνόμιον ἑτέραν φύσιν θεότητος εἰσαγαγεῖν ἐπιχειροῦντας. Καὶ τὰ ἐπαγόμενα δὲ τὴν μίαν κ[η]ρύττει θεότητα· 15 Σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραήλ, σωτήρ. Ταῦτά φησιν ἐροῦσιν οἱ προσκυνο[ῦντες] Αἰγύπτιοι καὶ Αἰθίοπες καὶ οἱ Σαβαΐμ. Εἰσάγει δὲ διὰ τούτων ὁ λόγος ἀλλόφυλα ἔθνη λέγον[τα] ὅτι μέχρι τοῦ νῦν ἐπλανώμεθα καὶ οὐκ ἔγνωμέν σε τὸν ὄντως θεόν, τὸν ἀεὶ τοῦ Ἰσραὴλ σωτῆρα γενόμ[ενον]. Ἐπειδὴ δὲ οὐχ ἅπαντες ἔμελλον πιστεύειν τῷ σωτηρίῳ κηρύγματι, προλέγει καὶ περὶ τῶν ἀπιστ[ούντων]· 16 Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχ(ύνῃ). Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα· καὶ γὰρ οἱ ἐξ Ἰουδαίων καὶ οἱ ἐξ ἐθνῶν ἀπιστήσαντες [αἰσχύ]νην ἔχουσι τῆς ἀπιστίας καρπόν. Ἐγκαινίζεσθε πρός με νῆσοι. Πάλιν τὰ ἔθνη καλεῖ· ἐπει[δὴ] γὰρ τοὺς τὴν ἤπειρον οἰκοῦντας ἔδειξε προσκυνοῦντας, καὶ τοῖς νησιώταις εἰκότως ὑπισχνεῖται τὴν νεουργίαν. Δωρεῖται δὲ ταύτην τοῖς ἀνθρώποις τὸ πανάγιον βάπτισμα. 17 Ἰσραὴλ σῴζεται (ὑπὸ κυρίου) |157 b| σωτηρίαν αἰώνιον, οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος. Εἰπάτωσαν Ἰουδαῖοι, πῶς αὐτοῖς οὗτος ὁ λόγος ἁρμόττει. Ὅτι γὰρ εἰς πᾶσάν εἰσι διεσπαρμένοι τὴν οἰκουμένην καὶ δουλεύουσι Ῥωμαίοις, οὐκ ἂν ἀρνηθεῖεν κἂν λίαν ὄντες ἀναίσχυντοι. Δῆλον τοίνυν ὡς τῶν εὐσεβῶν ὁ σύλλογος ὁ ἐξ ἐκείνων κεκλημένος, οἷος ἦν ὁ θεσπέσιος Παῦλος καὶ πρὸ τούτου ὁ τῶν ἀποστόλων χορὸς καὶ οἱ ἑβδομήκοντα μαθηταὶ καὶ οἱ ἑκατὸν εἴκοσιν, ὧν συνειλεγμένων ὁ μακάριος ἐδημηγόρησε Πέτρος, καὶ οἱ πεντακόσιοι, οἷς κατὰ ταὐτὸν ὁ κύριος μετὰ τὴν ἀνάστασιν ὤφθη, καὶ οἱ τρισχίλιοι καὶ αἱ πολλαὶ μυριάδες καὶ οἱ ἐν ἁπάσῃ πόλει ζωγρηθέντες ὑπὸ τῶν ἱερῶν ἀποστόλων, Ἰσραὴλ χρηματίζουσιν· οὗτοι γὰρ ἀληθῶς τῆς αἰωνίου σωτηρίας ἀπήλαυσαν. 18 Οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος ὁ θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτήν. Συνεχῶς ἐντρέπει τοὺς ἀντιλέγοντας, ποιητὴν ἑαυτὸν τῶν ἁπάντων δεικνύς. Καὶ διδάσκει κατὰ ταὐτόν, ὡς ἄνωθεν αὐτῷ προώριστο τῶν ἀνθρώπων ἡ σωτηρία· οὐ γὰρ εἰς κενὸν ἐποίησε τὴν γῆν, ἀλλ' ἠνέσχετο τῆς τῶν ἀνθρώπων ἀσεβείας, τὴν μεταβολὴν προθέμενος. Ἐγώ εἰμι κύριος, καὶ οὐκ ἔστιν ἔτι. Καὶ μὴν καὶ ὁ υἱὸς κύριος· «Εἶπε» γάρ φησιν «ὁ κύριος τῷ κυρίῳ μου» καί· «Ἔβρεξε κύριος παρὰ κυρίου.» Ἀλλὰ μία [ἡ κ]υριότης ὥσπερ μία ἡ θεότης. Καὶ ταῦτα τοίνυν διελέγχει τῶν αἱρετικῶν τὴν μανίαν. 19 Οὐκ ἐν κρυφῇ (λε)λάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. Ταῦτα εἴρηκε τῶν εἰδώλων κωμῳδῶν τὴν ἀπάτην. Μαγγανείαις [γάρ τ]ισιν οἱ ἐκείνων κεχρημένοι θεραπευταὶ καὶ τὸν ζόφον ἐπίκουρον τῆς πλάνης λαμβάνοντες ἐξ ἀδύτων [τιν]ῶν καὶ σκοτεινῶν χωρίων ἐλάλουν ὅπερ ἐβούλοντο καὶ τοὺς ἀκούοντας ἐφενάκιζον, τὰ εἴδωλα [ταύ]την ἀφιέναι λέγοντες τὴν φωνήν. Ἐγὼ δέ φησι καὶ νομοθετῶν καὶ προθεσπίζων ἀναφανδὸν τοῦτο [εἴρηκα]. Οὐκ εἶπον τῷ οἴκῳ Ἰακώβ· Μάταιον ζητήσατε. Ἀλλὰ πᾶν τοὐναντίον παντελῶς ἀπηγόρευσα τοῦτο. [Ἐγὼ γ]ὰρ νομοθετῶν εἶπον· «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον.» Ἐγώ εἰμι κύριος ὁ λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀ(λήθει)αν. Οὐδὲν ἄδικον, οὐδὲν ψευδὲς παρ' ἐμοί· πάντα ἀληθῆ, πάντα δικαιοσύνῃ κοσμούμενα. 20 Συνάχθητε καὶ (ἥκετε), βουλεύσασθε ἅμα οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν. Οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμματα αὐτῶν (καὶ) προσευχόμενοι πρὸς θεούς, καὶ οὐ σῴζουσιν 21οὐδὲ ἀναγγέλ<λ>ουσιν. Παρεξετάζει τῇ ἀληθείᾳ τὸ ψεῦδος καὶ δεί[κνυσι] καὶ τὴν φύσιν τῶν εἰδώλων καὶ τὴν ἐπικειμένην μορφὴν καὶ τὴν ἐπιζήμιον θεραπείαν· ξύλον [γάρ φη]σίν ἐστιν ὑπὸ τέκτονος εἰργασμένον οὔτε σῴζειν οὔτε διδάσκειν ἢ προλέγειν δυνάμενον. Ἐγγισάτωσαν, (ἵνα γν)ῶσιν ἅμα, τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ' ἀρχῆς, ἔκτοτε ἀνηγγέλη ὑμῖν. Καὶ γὰρ εὐθὺς νομοθετῶν [τοῦτο] πρῶτον ἐδίδαξεν. Ἐγὼ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτὴρ οὐκ ἔστι π(άρ)εξ ἐμοῦ. [Καὶ τ]αῦτα σαφῶς ἡμᾶς διδάσκει τὸ ὁμοούσιον. Εἰ γὰρ καὶ ὁ πατὴρ θεὸς καὶ ὁ υἱὸς θεὸς καὶ ὁ πατὴρ ς[ωτὴρ κ]αὶ ὁ [υἱ]ὸς [σωτήρ], μοναδικῶς δὲ αὐτὰ ὁ προφητικὸς τέθεικε λόγος, λίαν ἐναργῶς τὸ αὐτὸν τῆς οὐσίας δεδήλωκεν. [Εἰ γὰρ πλ]ὴν αὐτοῦ οὐκ ἔστι θεὸς καὶ πάρεξ αὐτοῦ οὐκ ἔστι σωτήρ· εἴτε ὁ πατὴρ ταῦτα λέγει, ἐκβέβληται τούτων [ὁ υἱὸς ὥς]περ ἄρα οὐχ ὁμοούσιος· εἴτε ὁ υἱὸς εἴη πάλιν ὁ ταῦτα λέγων, ἐστέρηται τούτων ὁ πατήρ. Εἰ δὲ καὶ [ὁ πατὴρ θεὸ]ς καὶ ὁ υἱὸς θεὸς καὶ ὁ πατὴρ σωτὴρ καὶ ὁ υἱὸς σωτήρ, ἑνικῶς δὲ εἴρηται πλὴν αὐτοῦ μήτε θεὸν εἶναι [μήτε σωτῆρ]α, παραπαιόντων ἐστὶ καὶ φρενιτιώντων μὴ νοεῖν τὴν μίαν θεότητα. 22 Ἐπιστράφητε ἐπ' ἐμὲ (καὶ σωθή)σεσθε οἱ ἀπ' ἐσχάτου τῆς γῆς. Σαφῶς κἀνταῦθα τῶν ἐθνῶν τὴν κλῆσιν ὁ λόγος δεδήλωκεν. (Ἐγώ) εἰμι θεός, καὶ οὐκ ἔστιν ἄλλος. 23Κατ' ἐμαυτοῦ ὀμνύω· Ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, (οἱ λόγοι μου) οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ὀμεῖται πᾶσα γλῶσσα 24τὸν θεὸν τὸν ἀληθινόν, (λέγων)· Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει. Καὶ ταῦτα ὁμοίως καὶ τὴν Ἰουδαίων ἀπιστίαν ἐλέγχει . . . . . . . . . . . τῶν ἐθνῶν ἁπάντων ὁ λόγος τὴν θεογνωσίαν ἐκήρυξε καὶ τῆς Ἀρείου καὶ Εὐνομίου [μανίας καὶ ἀσε]βείας κατηγορεῖ· ἃ γὰρ ἐνταῦθα ὡς ἐκ προσώπου <τοῦ πατρὸς ὁ προφήτης εἴρηκε, ταῦτα ὁ θεῖος ἀπόστολος τῷ τοῦ υἱοῦ προσώπῳ> προσήρμοσεν, λέγει δὲ οὕτως· «Πάντες (παραστησόμεθα) τῷ βήματι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ.» |158 a| Ὁ δὲ ταῦτα λέγων πολλάκις εἶπε πλὴν αὐτοῦ μὴ εἶναι θεόν· οὐκοῦν τὴν μίαν ὁ λόγος κηρύττει θεότητα. Καὶ μέντοι καὶ τό· Κατ' ἐμαυτοῦ ὀμνύω, δείκνυσι τὸ ὁμοούσιον υἱοῦ καὶ πατρός· καὶ μάρτυς ὁ θεῖος ἀπόστολος οὕτω λέγων· «Ἐπειδὴ κατ' οὐδενὸς ἄλλου μείζονος εἶχεν ὀμόσαι, εἶπεν· Κατ' ἐμαυτοῦ ὀμνύω.» Πῶς τοίνυν αὐτὸν ἐλάττονα λέγουσι τοῦ πατρὸς τὸν οὐκ ἔχοντα μείζονα κατὰ τὸν θεῖον ἀπόστολον; Καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες ἑαυτοὺς 25ἀπὸ κυρίου. Ταύτην ἔχουσι τὴν αἰσχύνην οἱ τὴν ἀπιστίαν τῆς πίστεως προτιμήσαντες εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες. Ἐν κυρίῳ δικαιωθήσονται καὶ ἐπὶ τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Οὐκ εἶπεν· Πᾶν τὸ σπέρμα Ἰσραήλ—ἦ γὰρ ἂν ἥρπασαν Ἰουδαῖοι τὸν λόγον—ἀλλά· Πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Υἱοὶ δὲ Ἰσραὴλ οἱ ἐξ Ἰσραήλ, σπέρμα δὲ τούτων οἱ ἐν τοῖς ἔθνεσι τῆς σωτηρίας ἠξιωμένοι· διὰ γὰρ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων δεξάμενοι τῆς διδασκαλίας τὸ σπέρμα τὴν σωτηρίαν ἐδρέψαντο. Οὕτως ὁ προφητικὸς θεολογήσας λόγος καὶ τοὺς πεπιστευκότας ἐπιδείξας καὶ [τοὺς] ἀπιστήσαντας διελέγξας, καὶ τῶν εἰδώλων προλέγει τὸν ὄλεθρον· 461 Ἔπεσε Βήλ, συνετρίβη Νεβώ. Ἔνια τῶν ἀντιγράφων «Δαγὼν» ἔχει. Εἴδωλον δὲ ἦν τοῦτο τῶν Ἀλλοφύλων. Τὸν δὲ Βὴλ Κρόνον ἔφασάν τινες εἶναι. Εἶτα καθολικῶς· Ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη. Οὐ γὰρ μόνον ἀνθρωπόμορφα κατεσκεύαζον εἴδωλα ἀλλὰ καὶ θηρίοις καὶ κτήνεσιν ἐοικότα· καὶ διαφερόντως Αἰγύπτιοι πιθήκων καὶ κυνῶν καὶ λεόντων καὶ προβάτων καὶ κροκοδίλων προσεκύνουν ἰνδάλματα, Ἀκαρωνῖται δὲ καὶ μυίας εἶχον εἰκόνα, ἄλλοι δὲ νυκτερίδων προσεκύνουν εἰκάσματα· καὶ τούτων ἐν τοῖς προοιμίοις ὁ προφητικὸς κατηγόρησε λόγος. Τούτων ἁπάντων προλέγει τὸν ὄλεθρον· Αἴρετε αὐτὰ καταδεδε(μένα) ὡς φορτίον κοπιῶντι 2καὶ οὐκ ἰσχύοντι, πεινῶντι καὶ ἐκλελυμένῳ ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. Ὥσπερ φησὶ τἆλλα φορτία βαδίζειν οὐ δύναται ἀλλὰ φέρεται, οὕτω καὶ ταῦτα ἀκίνητα ὄντα πονεῖν ἀναγκάζει τοὺς φέροντας. Τοσαύτη δὲ αὐτῶν ἡ ἀσθ[ένεια] ὡς μηδὲ τοῖς ἀνθρώποις παραπλησίως δύνασθαι φεύγειν ἐν πολέμου καιρῷ. 3 Ἀκούσατέ μου οἶκος Ἰακ(ὼβ) καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου 4ἕως γήρους. Τῆς ἀνοήτου διδασκαλίας ἐνταῦθα τῶν Ἰουδαίων κατηγορεῖ· παιδόθεν γὰρ τὰ θεῖα παιδευόμενοι πόρρω (τῆς ἀ)ληθείας ἐγένοντο. Ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι. Ὑμεῖς φησι πολλὰς ἔχετε μεταβολάς, ἐγὼ δὲ ἀναλλοίωτον ἔχω τὴν φύσιν· ὑμεῖς καὶ γῆρας καὶ θάνατον δέχεσθε, ἐγὼ δὲ ἄφθαρτός εἰμι καὶ ἀ(θά)νατος. Ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω καὶ ἐγὼ ἀναλήψομαι καὶ σώσω ὑμ(ᾶς). Φέρω ὑμῶν τὴν ἀχαριστίαν, ἀνέχομαι τῆς παρανομίας, ἀναμένω τὴν μεταμέλειαν· ἐγὼ γὰρ ὑμᾶς καὶ (εἰς τὸ) εἶναι παρήγαγον. 5 Τίνι με ὡμοιώσατε; Ἴδετε τεχνάσασθε οἱ πλανώμενοι. 6Καὶ οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσίππου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχ(όον) ἐποίησαν χειροποίητον καὶ κύψαντες προσκυνοῦσιν αὐτό. 7Αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου, (καὶ) πορεύεται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἐὰν βοήσῃ πρὸς (αὐτόν), οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. Σαφῶς τῶν εἰδώλων ἐκωμῴδησε τὴν [ἀσθέν]ειαν. Καὶ ἐπειδὴ τῆς ἐκ ξύλων δημιουργίας ἐν τοῖς πρόσθεν ἐμνήσθη, ἡ δὲ τοῦ χρυσοῦ καὶ τοῦ ἀ[ργύρου] ὕλη τιμιωτέρα τῶν ξύλων, πολλοὶ δὲ τῇ ὕλῃ προσέχοντες πλείονα τιμὴν προσέφερον τοῖς χρυς[οῖς] καὶ ἀργυροῖς θεοῖς, ἀναγκαίως καὶ περὶ τούτων διδάσκει ὡς χρυσὸν καὶ ἄργυρον ἐξ ἐράνου συ[νά]γοντες καὶ χρυσοχόον μισθούμενοι καὶ σταθμῷ τοῦτον παραδιδόντες τὸν ὑπὸ τούτου τεκταινόμ[ενον] ἀνδριάντα θεοποιοῦσιν, ὃς ἀλλοτρίοις μὲν χρῆται ποσίν, εἰ δὲ τούτων ἀπορήσοι, ἀκίνητος μένει, [φέρει] δὲ τοῖς προσκυνοῦσιν οὐδεμίαν βοήθειαν. Μετὰ τοῦτον τὸν ἔλεγχον εἰσφέρει παραίνεσιν· 8 Μνή(σθητε) |158 b| ταῦτα καὶ στενάξατε, μετανοήσατε οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ 9καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, 10ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι, καὶ ἅμα συνετελέσθη. Διὰ τῶν ἤδη παρ' ἐμοῦ γεγενημένων μάθετε ὡς μόνος εἰμὶ θεός· ἐγὼ γὰρ καὶ πρὸ πολλῶν γενεῶν τὰ ἐσόμενα προλέγω καὶ πληρῶ ἃ προλέγω. Καὶ εἶπον· Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω· 11καλῶ<ν> ἀπὸ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὧν βεβούλευμαι. Ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα αὐτό. Πάντα ῥᾴδια τῷ τῶν ὅλων θεῷ· οὐ γὰρ μόνον τὰ λογικὰ ἀλλὰ καὶ τὰ ἄλογα τῷ θείῳ νεύματι εἴκει. Διὰ μέντοι τοῦ πετεινοῦ τὸ ταχὺ τῆς ἐπανόδου δεδήλωκεν. 12 Ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης· 13ἤγγισα τὴν δικαιοσύνην μου, οὐ μὴ μακρυνθῇ, καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμοῦ οὐ βραδύνω. Εἰ γὰρ καὶ ὑμεῖς τῆς σωτηρίας ἀνάξιοι πόρρω τῆς δικαιοσύνης διὰ τὴν παρανομίαν γενόμενοι, ἀλλ' ἐγὼ παρέξω τὴν σωτηρίαν καὶ δικαίαν τιμωρίαν τοῖς Βαβυλωνίοις ἐπάξω. Δέδωκα ἐν Σιὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα. Μαθήσονται γὰρ ἅπαντες διὰ τῆς τοῦ Ἰσραὴλ σωτηρίας τὴν ἐμὴν δύναμιν καὶ γνώσονται ὅτι ἀληθῶς ὑπάρχω θεός. [Οὕτω] ταῦτα τῷ Ἰσραὴλ προθεσπίσας εἰς τὴν Βαβυλῶνα μεταφέρει τὸν λόγον· 471 Κατάβηθι κάθισον ἐπὶ τὴν γῆν παρθένος θυγάτηρ Βαβυλῶνος. Παρθένον αὐτὴν καλεῖ οὐχ ὡς ἀδιάφθορον—ἐναγὴς γὰρ ἦν (καὶ ἀ)κόλαστος—ἀλλ' ὡς παρθένῳ παραπλησίως καλλωπιζομένην. Κάθισον εἰς τὴν γῆν, οὐκ ἔστι θρόνος. Ἐ(στέ)ρησαί φησι τῆς βασιλείας, τὴν δουλικὴν ἀντέλαβες τάξιν. Εἴσελθε εἰς τὸ σκότος (θυ)γάτηρ Χαλδαίων, οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά. Ἀπέβαλες τὴν [πρ]οτέραν εὐημερίαν, οὐκ ἐντρυφᾷς τοῖς ἀλλοτρίοις κακοῖς. 2 Λάβε μύλον, ἄλεσον ἄλευρον. [Ἔστι] ταῦτα δουλείας τεκμήρια. Ἀποκάλυψαι τὸ κατα<κά>λυμμά σου. Γυμνώθητι τῆς βασιλικῆς στολῆς, [ἀπόβαλε] τὰ σημεῖα τῆς βασιλείας. Ἀνακάλυψαι τὰς πολιάς. Διὰ τῆς πολιᾶς τὸ πολυχρόνιον τῆς [βασι]λείας ᾐνίξατο· ἡ γὰρ Ἀσσυρίων βασιλεία τετρακόσια καὶ δισχίλια ὀλίγου δέοντα κεκρατη[κέναι λέγετ]αι ἔτη. Ἀνάσυραι τὰς κνήμας, διάβηθι ποταμούς· 3ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου. Καὶ (διὰ) τούτων τὴν αἰχμαλωσίαν σημαίνει· αἰχμαλώτων γὰρ τὸ γυμνοῖς ποσὶ τοὺς ποταμοὺς (δι)αβαίνειν. Φανήσονται οἱ ὀνειδισμοί σου, τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι σε μὴ παραδῶ ἀνθρώποις. 4Ὁ ῥυσάμενός σε κύριος Σαβαὼθ ὄνομα αὐτῷ, ἅγιος Ἰσραήλ. Καὶ ταῦτα ὁ Σύμμαχος [οὕ]τως [ἡρ]μήνευσεν· «Καί γε φανήτω τὸ ὄνειδός σου· ἐκδίκησιν λήψομαι, καὶ οὐκ ἀντιστήσεταί μοι ἄνθρωπος. (Λυ)τρωτὴς ἡμῶν κύριος τῶν δυνάμεων ὄνομα αὐτῷ, ἅγιος Ἰσραήλ.» Δίκας σέ φησι τῆς εἰς τὸν Ἰα[κὼβ] ὠμότητος πράξομαι. Οὐκέτι σε μὴ παραδῶ ἀνθρώποις· σύντομον γάρ σοι πανωλεθρίαν ἐ[ποίσω] καὶ οὐ δέομαι δευτέρας πληγῆς. Εἶτα πρὸς τὸν Ἰσραήλ· Ὁ ῥυσάμενός σε κύριος Σαβαὼθ ὄ(νομα) αὐτῷ. Εἰ δὲ καὶ ἐπ' αὐτῆς βούλοιτό τις λαβεῖν τὸ ῥητὸν τῆς Βαβυλῶνος, συνίδοι ἂν καὶ [αὐτὴν πλ]ειόνων ἁμαρτημάτων ἀπαλλαγεῖσαν διὰ τῆς τιμωρίας· οὐκέτι γὰρ ἔχουσα τὴν δυναστείαν [οὐκέτι ἡ]μάρτανε, καὶ αὐτὴ τοίνυν ὠφέλειαν ἐδέξατο μειζόνων ἁμαρτημάτων ἀπαλλα[γεῖσα]. 5 Κάθισον κατανενυγμένη, τουτέστι θρηνοῦσα. Εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων. Τοῖς γὰρ ἐν ς[οὶ κατοικοῦσι] σκότος ἐστὶ καὶ τὸ φῶς. Οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας. Δουλείᾳ γὰρ ἀντὶ [β]ασιλεία[ς συ]γκληρωθή[σῃ]. 6 Παρωξύνθην ἐπὶ τῷ λαῷ μου διότι ἐμίαναν τὴν κληρονομί(αν μου. Ἐνέπρησαν γὰρ) τὸν θεῖον νεὼν καὶ τὰ ἱερὰ σκεύη τοῖς εἰδώλοις ἀνέθεσαν καὶ ὠμότητι |159 a| κατὰ τῶν δορυαλώτων ἐχρήσαντο. Καὶ ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὴν χεῖρά σου. Οὐ γὰρ ἂν ἐνίκ[ησας] μὴ βουληθέντος ἐμοῦ. Προὔδωκα δὲ αὐτοὺς παιδεῦσαι βουλόμενος, οὐ παντελῶς ἀπολές[αι]. Σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος οὐθέν, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα. Οὐδὲ τὸ γῆρας αἰδέσιμον ὤφθη σοι. Ἐντεῦθεν γὰρ αὐτῶν τὴν πολλὴν ἀπήνειαν ἔδειξεν. 7 Καὶ εἶπα<ς>· Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα. Οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου οὐδὲ ἐμνήσθης τὰ ἔσχατά σου. Μεταβολήν φησι τῆς εὐημερίας οὐ προσεδόκησας, διὰ παντὸς σχήσειν τὸ κράτος ὑπέλαβες. 8 Νῦν δὲ ἄκουε ταῦτα ἡ τρυφερά, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς· Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα, οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανίαν. Ἀξίως αὐτῆς τὸν πολὺν ἐκωμῴδησε τῦφον· ἐτόπασε γὰρ μόνη τῆς οἰκουμένης κρατήσειν. 9 Νῦν δὲ ἥξει ἐπὶ σὲ τὰ δύο ταῦτα ἐν ἡμέρᾳ μιᾷ χηρεία καὶ ἀτεκνία, ἥξει ἐξαίφνης ἐπὶ σέ. Χηρείαν καλεῖ τῆς βασιλείας τὴν στέρησιν, ἀτεκνίαν δὲ τῶν ὑπηκόων τὴν ἀλλοτρίωσιν· ἀμφότερα δὲ κατὰ ταὐτὸν ὑπέμεινεν. Στῆθι νῦν ἐν τῇ πολλῇ σου φαρμακείᾳ, ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σφόδρα, 10ἐν τῇ ἐλπίδι τῆς πορνείας σου σφόδρα. Σὺ γὰρ εἶπας· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. Ἔνια τῶν ἀντιγράφων οὐ πορνείαν ἀλλὰ «πονηρίαν» ἔχει, οὕτω δὲ καὶ οἱ περὶ τὸν Ἀκύλαν ἡρμήνευσαν. Καὶ ἡ πορνεία δὲ τῆς πολλῆς αὐτῶν ἀκολασίας κατηγορεῖ. Τούτων [δὲ] τῶν ἐπαοιδῶν καὶ φαρμακῶν καὶ ὁ θεσπέσιος μέμνηται Δανιήλ. Γνῶθι δὲ ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πονηρία σου ἔσται σοι εἰς αἰσχύνην. Καὶ εἶπας ἐν τῇ καρδίᾳ σου· Ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα. 11(Καὶ) ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς. Ἐξαίφνης φησὶ τὸν ὄλεθρον δέξῃ καὶ ἀπροσδοκ[ήτοις] περιπαρήσῃ κακοῖς. Βόθυνος καὶ ἐμπεσῇ εἰς αὐτόν, καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ ο(ὐ δυνήσῃ) καθαρὰ γενέσθαι. Ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας τοῦτο οὕτως ἡρμήνευσαν· «Καὶ ἐπιπεσεῖται [σοὶ] συμφορὰ ἣ<ν> οὐ δυνήσῃ ἐξιλάσασθαι», τουτέστιν· Ἀφύκτοις σε περιβαλῶ κακοῖς, καὶ οὐ [τεύξῃ] συγγνώμης, πέρα γὰρ συγγνώμης ἐξήμαρτες. Καὶ ἥξει ἐπὶ σὲ ἐξάπινα ἀπώλεια καὶ οὐ γν(ώσῃ). Οὐ γὰρ ἤλπισε μεταβολὴν οὐδὲ προσεδέχετο τὴν τῶν πραγμάτων ἐναλλαγήν. 12 Στῆθι νῦν ἐν ταῖς (ἐ)παοιδαῖς σου καὶ ἐν τῇ πολλῇ φαρμακείᾳ σου ἃ ἐμάνθανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠφεληθῆναι (καὶ) εἴ πως δυνήσῃ ἰσχῦσαι. Εἰρωνικῶς ταῦτα ὁ προφητικὸς αὐτῇ λέγει λόγος· Χρῆσαι τῇ συνήθει γοητείᾳ, χρῆσαι ταῖς ἐξ ἔθους ἐπῳδαῖς, εἰκός σε διαφυγεῖν τὰ περιστοιχίσαντά σε κακά. Εἶτα τὸ τούτων μάται[ον ἐλέγχει]· 13 Κεκοπίακας ἐν ταῖς βουλαῖς σου. Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ (οἱ) ὁ(ρῶν)τες τοὺς ἀστέρας, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. Μετὰ τοὺς ἐπαοιδοὺς [καὶ] τοὺς γόητας τὴν τῶν γενεθλιαλόγων ἄνοιαν ἐξελέγχει. 14 Ἰδοὺ πάντες ὡς φρύγανα ὑπὸ (πυρὸς) οὕτως κατακαυθήσονται, καὶ οἱ ἐξαπατῶντες καὶ οἱ ἐξαπατώμενοι. Καὶ οὐ μὴ ἐξέλωνται (τὴν) ψυχὴν αὐτῶν ἐκ φλογός. Οἱ τοῖς ἄλλοις προλέγειν τὰ ἐσόμενα νεανιευόμενοι σφᾶς [αὐτοὺς] τῆς τῶν πολεμίων οὐκ ἐλευθερώσουσι φλογός. Ὅτι ἔχεις ἄνθρακας πυρὸς καθίς(αι ἐπ' αὐτούς). Ἀντὶ τοῦ· Σὺ καθ' ἑαυτὴν ἐξῆψας τὴν φλόγα διὰ τῆς ἀσεβείας καὶ τῆς πολλῆς παρα[νομίας σου]. Εἶτα κατ' ἐρώτησιν· 15 Οὗτοι ἔσονταί σοι βοήθεια; Οἵ φησιν ἑαυτοῖς ἐπικουρεῖν μὴ δυν[άμενοι ἐ]πῳδοὶ καὶ γενεθλιαλόγοι καὶ γόητες σὲ τῶν ἐπερχομένων ἀπαλλάξουσι συμφο[ρῶν]; Ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος. Μεταβολὴν τὴν ἐμπορίαν καλεῖ· [οὕτω δὲ] καὶ οἱ Τρεῖς ἡρμήνευσαν· «Ἐκοπίασαν οἱ ἔμποροί σου ἀπὸ νεότητος.» Ἐμπόρ[ους] δὲ το[ὺς] αὐτοὺς προσηγόρευσεν. Ἄνωθέν φησι καὶ ἐξ ἀρχῆς ἕως αὐτῆς τῆς πανωλεθρίας το[ύτοις |159 b| διε]τέλεσας κεχρημένη συμβούλοις καὶ ἐπικούροις. Ἄνθρωπος καθ' ἑαυτὸν ἐπλανήθη, σοὶ δὲ οὐκ ἔσται σωτηρία. Εἰσὶ μέν φησι καὶ ἐν τοῖς ἄλλοις ἔθνεσι παράνομον αἱρούμενοι νόμον, ἀλλ' οὐ ταύτην ἅπαντες τὴν πολιτείαν ἀσπάζονται· σὺ δὲ νόμῳ τὴν παρανομίαν μετῄεις καὶ τὴν ἐσχάτην ἀσέβειαν ἐπετήδευες ὡς ἄκραν εὐσέβειαν· οὗ δὴ χάριν σωτηρίας οὐκ ἀπολαύσῃ. Ἡμεῖς δὲ ἐκ τῆς τούτων τιμωρίας καρπωσώμεθα σωτηρίαν, καὶ γένοιτο ἡμῖν ὁ τούτων ὄλεθρος πρόξενος ὠφελείας. Ὁρῶντες γὰρ οἷ<α> τῆς κακίας τἀπίχειρα καὶ τὴν ἐναντίαν ὁδεύοντες πολιτείαν καὶ καθάπερ ἄγκυραν ἱερὰν τὴν εἰς τὸν <τῶν> ὅλων θεὸν ἐλπίδα ἔχοντες, καὶ κατὰ τὸν παρόντα βίον τῆς αὐτοῦ κηδεμονίας τευξόμεθα καὶ ἐν τῷ μέλλοντι τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν χάριτι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.