Ancient Greek
Section 15
Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam 15.1
Not analysed yet
ΤΟΜΟΣ ΙΕʹ 481 Ἀκούσατε ταῦτα οἶκος Ἰακὼβ καὶ οἱ κεκλημένοι ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ καὶ ἐξ ὕδατος Ἰούδα ἐξελθόντες. Τὴν κατὰ σάρκα συγγένειαν αὐτοῖς τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα διὰ τῶν εἰρημένων προσεμαρτύρησεν· κεκλῆσθαι γὰρ [αὐ]τοὺς εἶπεν ἐπὶ τῷ ὀνόματι Ἰσραήλ, οὐ τὴν ἐκείνου πίστιν ἔχειν· καὶ οἶκον Ἰακώβ, οὐκ εὐσεβείας [κλη]ρονόμον· καὶ ἐξ ὕδατος, ἀλλ' οὐκ ἐκ φρονήματος Ἰούδα ἐξεληλυθέναι· ὕδωρ δὲ τὸ σπέρμα [ἐκ]άλεσεν. Οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου θεοῦ Ἰσραὴλ καὶ ἐν τῷ θεῷ μιμνῃσκόμενοι οὐ μετὰ ἀληθείας (οὐδ)ὲ μετὰ δικαιοσύνης 2καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ θεῷ τοῦ (Ἰσραὴλ) ἀντιστηριζόμενοι, κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ ἀποστόλου περί [τινων] εἰρημένα· «Ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.» Καὶ γὰρ [Ἰουδαῖοι] μέγα μὲν ἐφρόνουν ἐπὶ τῇ Ἱερουσαλήμ, ἐμεγαλαυχοῦντο δὲ καὶ ὡς ὑπὸ τοῦ θεοῦ τῶν [ὅλ]ων ἐκλεγέντες καὶ τὸ θεῖον ὄνομα διηνεκῶς ἐν τῷ στόματι περιέφερον οὐκ ἀληθείᾳ τοῦτο γε[ραί]ροντες ἀλλὰ τῷ ψεύδει καθυβρίζοντες. Οὗ δὴ χάριν δεικνὺς ὁ προφητικὸς λόγος σεπτὸν [τοῦ]το καὶ φοβερὸν τοὔνομα ἐπήγαγεν· Κύριος Σαβαὼθ ὄνομα αὐτῷ. Οὐ γὰρ τῶν ἀνθρώπων μόνον [ἀλλὰ] καὶ τῶν ἐπουρανίων δεσπόζει δυνάμεων. 3 Τὰ πρότερα ἔκτοτε ἀνήγγειλα, καὶ ἐκ τοῦ στό(μα)τός μου ἐξῆλθε καὶ ἀκουστόν σοι ἐγένετο. Τὰς ἐπενεχθείσας σοι συμφορὰς προηγόρευσα πρότερον, ἵνα σε φοβήσας ταῖς ἀπειλαῖς εἰς μεταμέλειαν διεγείρω, καὶ μὴ λάβῃς πεῖ(ραν) τῶν (ἀλγ)εινῶν· ἐπειδὴ δὲ τοῖς λόγοις ἠπίστησας, δείξω τοῖς ἔργοις τὴν τῶν λόγων ἀλήθειαν. Τοῦτο γὰρ [ἐπ]ήγαγεν· Ἐξάπινα ἐποίησα καὶ ἐπῆλθον. Ἃς γὰρ οὐ προσεδόκησας συμφορὰς ἐθεάσω. 4 (Γι)νώσκω ὅτι σκληρὸς εἶ καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν. [Τοῦτο] δεδιδαγμένος καὶ ὁ θεῖος Στέφανος ἔλεγε τοῖς Ἰουδαίοις· «Σκληροτράχηλοι καὶ ἀπερίτμητοι (τῇ καρδίᾳ) καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν (καὶ ὑ)μεῖς»· καὶ διὰ τοῦ προφήτου Ἱερεμίου πάλιν ὁ τῶν ὅλων θεὸς ἔφη πρὸς αὐτούς· «Ὄ(ψις πόρ)νης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.» Ταύτην τὴν ἀναίδειαν καὶ τὸ χαλκοῦν [αἰνί]ττεται μέτωπον· ὥσπερ γὰρ τὸ τοῦ χαλκοῦ ἀνδριάντος οὐκ αἰσχύνεται μέτωπον, οὕτως [οὐδὲ ὑ]μεῖς ἐρυθριᾶτε παρανομοῦντες, οὔτε ἐλεγχόμενοι οὔτε κολαζόμενοι. 5 Καὶ ἀνήγγειλά σοι παλαι(ὰ πρὶν) ἐλ(θεῖν) ἐπὶ σέ, ἀκουστόν σοι ἐποίησα, μήποτε εἴπῃς ὅτι τὰ εἴδωλά μοι ἐποίησε καὶ (ἵ)να (μὴ εἴπῃς) ὅτι τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι. Πάντα σοι προηγόρευσα, καὶ |160 a| τὴν αἰχμαλωσίαν καὶ τὴν ἐλευθερίαν, ἵνα μὴ τὰς τούτων αἰτίας ἀναθῇς τοῖς εἰδώλοις, ἀλλὰ γνῷς ὡς ἑκάτερα ἐγὼ δέδρακα, τὸ μὲν διὰ τὴν σὴν παρανομίαν, τὸ δὲ διὰ τὴν ἐμὴν φιλανθρωπίαν. 6 Ἠκούσατε ταῦτα καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστὰ ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι, καὶ οὐκ ἔγνως αὐτά· 7καὶ νῦν γίνεται καὶ οὐ πάλαι καὶ οὐ προτέραις ἡμέραις, καὶ οὐκ ἤκουσας αὐτά. Διὰ πάντων τὸ ἀσύνετον αὐτῶν καὶ ἀνόητον καὶ τῆς γνώμης τὸ ῥᾴθυμον ἔδειξεν. Μὴ εἴπῃς· Ναί, γινώσκω αὐτά. 8Οὔτε ἤκουσα<ς> οὔτε ἠπίστω, οὔτε ἀπ' ἀρχῆς ἤνοιξά σου τὰ ὦτα. Σαφέστερον διὰ τ(ούτ)ων τὸ ἀπειθὲς αὐτῶν ἔδειξεν· ἑκόντες γὰρ ἔβυον τὰ ὦτα οὐδὲ ἀκούειν τῶν θείων λόγων βουλόμενοι. Ἔ(γνων) γὰρ ὅτι ἀθετῶν ἀθετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ. Ἐμὲ δὲ οὐκ ἔλαθεν ὁ παράνομός σου σκοπός· προῄδειν γάρ σου τὴν ἀχάριστον γνώμην καὶ ὅτι εὐθὺς τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγεὶς τῶν μὲν εὐεργεσιῶν ἐπιλήσῃ, δυσσεβείᾳ δὲ προσέξεις. Κοιλίαν γὰρ τὴν Αἴγυπτον καλεῖ καὶ τόκον τὴν ἐκεῖθεν ἔξοδον. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδὼς εὐεργετῶν ὑμᾶς διετέλουν, ἐπεὶ λαὸς ἐμὸς ὀνομάζεσθε. Τοῦτο γὰρ τὰ ἑξῆς δηλοῖ· 9 Ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σέ, ἵνα μὴ ἐξολοθρεύσω σε. Θυμὸν δὲ ἐκάλεσε τὴν αἰχμαλωσίαν, ἔνδοξα δὲ τὴν παράδοξον ἐλευθερίαν. 10 Ἰδοὺ πέπρακά σε οὐχ εἵνεκ(εν) ἀργυρίου, ἐξειλόμην δέ σε ἐκ καμίνου πτωχείας. Οὐ χρημάτων δεόμενος ἀπεδόμην σε Βαβ(υλωνίοις) ἀλλὰ δίκας σε τῆς παρανομίας πραττόμενος, ἀλλ' ὅμως πάλιν σοι τὴν ἐλευθερίαν δωρήσομ(αι). Κάμινον γὰρ πτωχείας τὴν δουλείαν ἐκάλεσεν· καθάπερ γὰρ ἐν καμίνῳ τὸ μὲν πῦρ ἐστι κεκ[ρυμ]μένον, ὁ δὲ καπνὸς ἄνωθεν φαίνεται μόνος, οὕτως οἱ δορυάλωτοι θρηνεῖν μὲν προφανῶς οὐ [τολ]μῶσιν, ἔνδοθεν δὲ <τῇ> τῆς ἀθυμίας φλογὶ πυρπολούμενοι οἷόν τινα καπνὸν τὸν στεναγμ[ὸν] ἀναπέμπουσιν. 11 Ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δό(ξαν μου) ἑτέρῳ οὐ δώσω. Ἐπειδὴ γὰρ νομίζουσιν οἱ πολέμιοι μὴ μόνον ὑμῶν ἀλλὰ καὶ ἐμο(ῦ περι)γενέσθαι καὶ διὰ τὴν ἐμὴν ἀσθένειαν κεκρατηκέναι ὑμῶν, τῆς πικρᾶς ὑμᾶς ἐκ(είνης) ἐλευθερώσω δουλείας, ἵνα καὶ οἱ ἀγνοοῦντές με τὴν ἐμὴν καταμάθωσι δύναμιν. 12 (Ἄκουέ μου Ἰ)ακὼβ καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ· Ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Εἰ[πὼν γάρ]· Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, εἰκότως ταῦτα ἐπήγαγε διδάσκων ὡς αὐτὸς [καὶ] τιμωρεῖται καὶ σῴζει. Αὐτὸς τὸν Ἀβραὰμ ἐκ γῆς Χαλδαίων ἐξήγαγεν, αὐτὸς αὐτοὺς τοῖς Βαβυλωνίοις παρέδωκεν, αὐτὸς τῆς ἐκείνων δυναστείας ἀπήλλαξεν, αὐτὸς δώ[σει] καὶ τὴν καινὴν διαθήκην. 13 Καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε (τὸν) οὐρανόν. Καλέσω αὐτοὺς ἐγώ, καὶ στήσονται ἅμα 14καὶ συναχθήσονται πάντες καὶ ἀκούσο(νται), τίς αὐτοῖς ἀνήγγειλε ταῦτα. Καὶ δημιουργός εἰμι πάντων καὶ δεσπότης καὶ μάλα μοι (ῥᾴδιον) καὶ τὴν ἄψυχον καλέσαι καὶ παραστῆσαί μοι κτίσιν. Κύριος ἀγαπῶν σε ἐποίησε τὸ θέλ(ημα) αὐτοῦ ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων. Διὰ τὴν περὶ σέ φησι φιλοστ(οργίαν) πανωλεθρίαν ἐποίσω Βαβυλωνίοις καὶ πρόρριζον αὐτῶν ἀνασπάσω τὸ κράτ(ος). 15 Ἐγὼ ἐλάλησα καὶ ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ. Περὶ τοῦ Κύρου ταῦτα (λέγει)· οὗτος γὰρ (καὶ) τὴν Βαβυλωνίων δυναστείαν κατέλυσε καὶ τοὺς Ἰουδαίους δουλείας (ἀπήλ)λαξεν. 16 Προσαγάγετε πρός με καὶ ἀκούετε ταῦτα· Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελά(ληκα οὐδὲ ἐν) |160 b| τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγίνετο, ἐκεῖ ἤμην. Ἐπειδὴ ταῖς σκυθρωπαῖς προρρήσεσιν ἠπιστήσατε, ταῖς γοῦν θυμήρεσι προφητείαις πιστεύσατε. Οὐ γὰρ τοῖς εἰδώλοις παραπλησίως ἐν σκοτεινοῖς τισι καὶ ἀδύτοις τόποις τὰ ψευδῆ προθεσπίζω ἀλλ' οὕτως αὐτὰ καὶ πρὸ τῆς ἐκβάσεως οἶδα σαφῶς ὡς αὐτοῖς παρὼν τοῖς πράγμασι καὶ ἕκαστον θεωρῶν. Καὶ νῦν κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ. Ὁ προφήτης τοῦτο ἔφη. Οὐκ ἀπ' ἐμαυτοῦ φησι φθέγγομαι ἀλλ' ὑπὸ τοῦ θεοῦ τῶν ὅλων καὶ τοῦ παναγίου πνεύματος ἐκπεμφθείς. Σαφῶς δὲ ἡμῖν ἐνταῦθα ἕτερον ἔδειξε παρὰ τὸ τοῦ θεοῦ πρόσωπον, τὸ τοῦ πνεύματος πρόσωπον, εἰς ἔλεγχον καὶ τῶν Ἰουδαίων καὶ τῶν τὰ Σαβελλίου νοσούντων. Ἔφη γάρ· Κύριος ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ. Ἐπειδὴ γὰρ πολλάκις περὶ τῆς μιᾶς διελέχθη θεότητος νῦν μὲν λέγων· «Ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα», νῦν δέ· «Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται», καὶ τὰς ἰδιότητας τῶν ὑποστάσεων ἀναγκαίως διδάσκει ποτὲ μὲν υἱοῦ καὶ πατρὸς ποτὲ δὲ πατρὸς καὶ πνεύματος ἁγίου. Καὶ περὶ μὲν υἱοῦ καὶ πατρὸς ἔφη· «(Ὅ)τι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ», περὶ δὲ τοῦ πατρὸς καὶ πνεύματος· «Κύριος ἀπέσταλκέ με καὶ τὸ (πνεῦμ)α αὐτοῦ.» 17 Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι κύριος ὁ θεός σου, δέδειχά σοι εἰς ὠφέλειαν (τοῦ) εὑρεῖν σε τὴν ὁδόν μου, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Οὐκ εἴασά σε πλανᾶσθαι, ἀλλὰ τὴν εὐθεῖάν σοι πορείαν [ὑπ]έδειξα. Δηλοῖ δὲ διὰ ταύτης τὸν νόμον. Καὶ σαφέστερον τοῦτο διὰ τῶν ἐπιφερομένων διδάσκει· 18 (Καὶ) εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡς ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κύματα (θαλ)άσσης. Εἰ κατὰ τοὺς ἐμοὺς ἐπολιτεύσω νόμους, οὐκ ἂν ἐγεύσω πολεμικῶν συμφορῶν ἀλλ' εἰ[ρήνη]ς ἀπήλαυες ἀενάου ποταμοῦ ῥεύματα μιμουμένης καὶ μηδέποτε διακοπτομένης. Ἐν [εἰρ]ήνῃ δὲ βιοτεύουσα καὶ τοῖς ἐμοῖς ἑπομένη προστάγμασι τῆς δικαιοσύνης ἂν ἐκτήσω τὸν [πλοῦ]τον πλημμυροῦντα καὶ τοῖς θαλαττίοις παραβαλλόμενον κύμασιν. Ἐπειδὴ δὲ τούτοις προσέχειν [οὐκ ἤ]θελον Ἰουδαῖοι, σαρκικῷ δὲ φρονήματι προστετηκότες καὶ τὴν πολυγονίαν εὐδαιμο[νίαν ἐ]νόμιζον, καὶ ταῦτα εἰκότως ὁ προφητικὸς προστίθησι λόγος· 19 Καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος (τῆς) θαλάσσης τὸ σπέρμα σου καὶ τὰ ἔκγονά σου ὡσεὶ χοῦς τῆς γῆς. Εἶτα τὴν ὑπερβολὴν τῆς [ἀγαθ]ότητος δείκνυσιν· Καὶ οὐδὲ νῦν <οὐ μὴ> ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐναντίον (ἐμοῦ). Ἀλλ' ὅμως καὶ τῶν ἐμῶν καταφρονήσαντας νόμων φειδοῦς ἀξιώσω, καὶ πά(λιν) ἐμὸς χρηματίσεις λαός. Τοῦτο γὰρ δεδήλωκεν εἰρηκώς· Οὐδὲ ἀπολεῖται τὸ ὄνο(μά σου ἐνώ)πιον ἐμοῦ· ὄνομα γὰρ αὐτοῦ τὸ λαὸς θεοῦ χρηματίζειν. Εἶτα προστακτικῶς· 20 Ἔξ(ελθε ἐκ Β)αβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων. Ἔπειτα τὴν ἐντεῦθεν ἐσομένην προλέγει ε[ὐθυ]μίαν· Φωνὴν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀναγγείλατε ἕως (ἐσχ)άτου τῆς γῆς, λέγετε ὅτι ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ἰακὼβ 21καὶ οὐκ εἴασεν αὐτὸν δι(ψῆς)αι δι' ἐρήμου ἀγαγὼν αὐτόν, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς, σχισθήσεται πέτρα καὶ (ῥυ)ήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. Ἀναμιμνῄσκει αὐτοὺς τῆς προτέρας ἐλευθερίας (καὶ ὅπ)ως τῶν Αἰγυπτίων ἀπαλλαγέντες καὶ τὴν ἔρημον διοδεύοντες ξένων καὶ παραδόξων (να)μά(τ)ων ἀπήλαυσαν. Ἐν γὰρ τῇ ἀπὸ Βαβυλῶνος ἐπανόδῳ οὐδὲν τοιοῦτον γεγενημένον (ἐμά)θομεν. Καὶ οἱ Τρεῖς δὲ ὁμοίως Ἑρμηνευταὶ ὡς ἤδη γεγενημένον τοῦτο τεθείκασιν· «Ὕδωρ» γάρ φασιν «[ἐκ πέτρ]ας ὠχέτευσας αὐτοῖς, καὶ ἔρρηξε πέτραν στερεάν, καὶ ἔρρευσεν ὕδατα.» Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ [τὴν] προφητικὴν ὁ λόγος αἰνίττεται χάριν, ἧς κἀν τῇ Βαβυλῶνι ἀπήλαυον τὰ θεῖα πίνοντες [ῥεῖθρα] διὰ τῶν ἁγίων προφητῶν Δανιὴλ καὶ Ἰεζεκιήλ, καὶ ὅτι ὡς ἐν ἐρήμῳ τῇ τῶν Βαβυ[λωνί]ων δυσσεβείᾳ οἷόν τινα πέτραν ἔσχον τὴν προφητείαν ὀρέγουσαν αὐτοῖς τὸ σωτήριον |161 a| πόμα. Καὶ μέντοι καὶ μετὰ τὴν ἐπάνοδον Ἀγγαῖος καὶ Ζαχαρίας καὶ Μαλαχίας ταῦτα αὐτοῖς τὰ ῥ[εῖθρα] προσέφερον, καὶ ὁ θαυμάσιος δὲ Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, ὁ ἱερεὺς ὁ μέγας, εὐσεβείᾳ κοσμούμενοι τὴν θείαν αὐτοῖς διδασκαλίαν καθάπερ ὕδωρ διψῶσι προὐτίθεσαν. 22 Οὐκ ἔ<ς>τι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος. Ταῦτα τοίνυν εἰδότες τὴν τῶν ἀσεβῶν φύγετε κοινωνίαν. Ἐνταῦθ[α ταύτην] συμπεράνας τὴν προφητείαν τοῖς ἔθνεσι διὰ τῶν ἑξῆς προαγορεύει τὴν σωτηρίαν· 491 Ἀκούσατε αἱ νῆσοι καὶ προσέχετε ἔθνη διὰ χρόνου πολλοῦ. Τό· διὰ χρόνου πολλοῦ, ὁ μὲν Σύμμαχος ἔφη· «Ἀκροᾶσθε ἔθνη μακρόθεν.» Καλεῖ δὲ ὁ λόγος καὶ νησιώτας καὶ ἠπειρώτας καὶ αὐτοὺς τὰς ἐσχατιὰς οἰκοῦντας εἰς τὴν τῶν θεσπιζομένων ἀκρόασιν. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ οὕτω νοητέον τὸ διὰ χρόνου πολλοῦ· Τῷ Ἀβραὰμ ὑπέσχετο τῶν ὅλων ὁ κύριος ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν πάντα τὰ ἔθνη· ταύτην δὲ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ἔδωκε τὴν ἐπαγγελίαν, ταύτην καὶ ὁ Ἰακὼβ τῷ Ἰούδᾳ δέδωκεν εὐλογίαν· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν», πλεῖστος δὲ διεληλύθει ἐτῶν ἀριθμὸς ἐκ τῆς δοθείσης τῷ Ἀβραὰμ ἐπαγγελίας μέχρι τῆς κλήσεως τῶν ἐθνῶν· διὰ τοῦτό φησιν ὁ προφητικὸς λόγος· Προσέχετε ἔθνη διὰ χρ(όνου) πολλοῦ. Εἶτα ἐπάγει· Στήσεται, λέγει κύριος, τουτέστι τῆς ἐπαγγελίας ὁ λόγος· ἀψευδὴς γὰρ ἡ θεία ὑπόσχεσις. Ἐκ γαστρὸς ἐκάλεσέ με καὶ ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου. Ταῦτα (ἐκ) προσώπου εἴρηται τοῦ δεσπότου Χριστοῦ, ὅς ἐστι σπέρμα τοῦ Ἀβραὰμ κατὰ σάρκα, δι' οὗ τὰ ἔ(θ)νη (τὴν) ἐπαγγελίαν ἀπέλαβεν. Καὶ διδάσκει ὡς πρὸ τοῦ τόκου τὴν προσηγορίαν ἐδέξα(το)· ὁ γὰρ ἅγιος Γαβριὴλ ταύτην ἐκόμισεν ἄνωθεν καὶ τῇ παρθένῳ ἔφη· «Τέξῃ υἱὸν καὶ καλέ(σεις) τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ὅτι αὐτὸς σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ.» 2 Καὶ (ἔ)θηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με. Τοιοῦτος γὰρ ὁ διακριτικὸς λόγος ὁ ὑπ' αὐτοῦ πᾶσιν ἀνθρώποις προσενεχθείς, οὕτω δὲ καὶ αὐτ[ὸς] ἔφη· «Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν ἀλλὰ μάχαιραν διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλη(σίον) αὐτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὐτῆς καὶ νύμφην ἀπὸ (τῆς) πενθερᾶς αὐτῆς.» Καὶ μὲν δὴ καὶ ὁ θεῖος ἀπόστολός φησιν· «Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνερ(γὴς) καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχ(ῆς καὶ) πνεύματος, ἁρ(μῶ)ν τε καὶ μυελῶν καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.» Ἔθη(κέ με) ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με. Ὁμοίως καὶ ταῦτα τροπικῶς κ(έκ)ληκε, βέλος μὲν αὐτὸν τὸν τιτρώσκοντα τὰς ἐρώσας αὐτοῦ ψυχάς, ὧν ἑκάστη βοᾷ· «(Τετρ)ωμέν(η ἀγά)πης ἐγώ»· φαρέτραν δὲ τὸ τῆς οἰκονομίας μυστήριον. 3 Καὶ εἶπέ μοι· Δοῦλός (μου) εἶ σὺ Ἰσραήλ<, καὶ ἐν σοὶ δοξασθήσομαι>. Κατὰ τὸ ἀνθρώπειον καὶ ταῦτα νοητέον· κατὰ γὰρ τὸ ἀνθρώπειον καὶ Ἰσραὴλ ὀνομάζεται καὶ Ἰακὼβ καὶ Δαυὶδ καὶ υἱὸς Δαυὶδ καὶ σπέρμα Ἀβραὰμ καὶ ὅς(α τοι)αῦτα. Δοῦλον δὲ αὐτὸν καλεῖ, ἐπειδὴ ἐκ δουλικῆς φύσεως ἡ τοῦ δούλου μορφὴ ἣν ὁ θεὸς λόγος ἀνέλα[βεν]. Δηλοῖ δὲ οὐ τὴν ἀξίαν ἀλλὰ τὴν φύσιν ὁ λόγος· οὐ γὰρ ἡ τοῦ δούλου μορφὴ δοῦλος. «Ἐχαρίσατο» [γὰρ] «(αὐτῷ) ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα», τουτέστι τὸ εἶναι υἱός. Ὥσπερ γὰρ ὡς θεὸς ὁ δεσπότης Χριστὸς ἀεὶ ἦν [υἱός, οὕ]τω λαμβάνει ὡς ἄνθρωπος τὸ εἶναι υἱός. Οὐ γὰρ ἄλλος υἱὸς ἐκεῖνος καὶ ἄλλος οὗτος ἀλλ' ὁ αὐτός [ἐστιν] υἱὸς ὡς θεὸς καὶ λαμβάνει τὸ εἶναι υἱὸς ὡς ἄνθρωπος. 4 Καὶ ἐγὼ εἶπον· Κενῶς ἐκοπίασα εἰ(ς μάταιον) καὶ εἰς οὐθὲν ἔδωκα τὴν ἰσχύν μου. Ἐκ προσώπου καὶ ταῦτα εἴρηται τοῦ δεσπότου Χριστοῦ τὴν Ἰουδαίων (δυς)χεραίνοντος ἀπιστίαν. Οὐδὲν γάρ φησι τῆς τοσαύτης ἀπώναντο ταπεινώσεως, οὐδεμίαν (γὰρ ὄνησιν) ἐκ τῶν θαυμάτων ἐδέξαντο. Διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος (μου ἐνώπιον τοῦ) |161 b| θεοῦ μου. Οἱ Τρεῖς Ἑρμηνευταὶ ἀντὶ τοῦ πόνου «τὸ ἔργον» τεθείκασιν. Δῆλον τοίνυν ὡς καὶ <οἱ> Ἑβδομήκοντα πόνον τὸ ἔργον, [οὐ] τὴν ὀδύνην ἐνόησαν. Λέγει δὲ ὅτι εἰ καὶ οὗτοι οὐδεμίαν ὠφέλειαν ἐδέξαντο, ἀλλ' οὖν ἐγὼ τὸ οἰκεῖον ἔργον πεπλήρωκα καὶ τοῦτο δῆλόν ἐστι τῷ θεῷ. Χρὴ μέντοι εἰδέναι ὅτι ὡς ἄνθρωπος ταῦτα λέγει· καὶ γὰρ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὡς ἄνθρωπος πλεῖστα ἐφθέγξατο ταπεινά. Τοιοῦτόν ἐστι τό· «Πορεύομαι πρὸς τὸν θεόν μου καὶ θεὸν ὑμῶν», καὶ· «Ἐντολὴν ἔλαβον τί εἴπω καὶ τί λαλήσω», καὶ· «Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ», καὶ ὅσα τοιαῦτα. 5 Καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτόν, καὶ Ἰσραὴλ συναχθήσεται πρὸς αὐτόν. Τὸ δέ· Ἰσραὴλ συναχθήσεται πρὸς αὐτόν, ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν· «Καὶ Ἰσραὴλ οὐκ ἐπισυναχθήσεται», καὶ ὁ Σύμμαχος· «Καὶ Ἰσραὴλ μὴ προστεθῇ.» Ἐπὶ τούτῳ γάρ φησιν ἐγὼ διεπλάσθην ὥστε τὸν πλανώμενον Ἰσραὴλ διασῶσαι· οὗτος δὲ τῇ πονηρίᾳ προσμένει. Ταῦτα καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησίν· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ», καὶ πάλιν τοῖς ἀποστόλοις· «Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ.» Ταῦτα μὲν οὖν ἔλεγε τὴν οἰκείαν φιλανθρωπίαν δεικνύς, τὴν δὲ [ἐκ]είνων ἀπείθειαν ἐλέγχων. Καὶ ταῦτα ἐν ἑτέρῳ ἔφη χωρίῳ· «Ὑμεῖς οὔκ ἐστε ἐκ τῶν προβάτων (τῶν) ἐμῶν· τὰ γὰρ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει.» Πάλιν δὲ δοῦλον ἑαυτὸν ὀνομάζει [τὴν] φύσιν τὴν ληφθεῖσαν δεικνύς. Φύσεως οὖν ἐνταῦθα ἀλλ' οὐκ ἀξίας ἡ τοῦ δούλου προσηγορία [ση]μαντική. Εἰ γὰρ ἡμεῖς διὰ τὴν ἀπαρχὴν οὐ δοῦλοι, πολλῷ μᾶλλον ἐκείνη τῷ θεῷ συναφθεῖσα [λόγ]ῳ δεσπόζει πάντων ἀλλ' οὐ δουλεύει, δι' ἣν καὶ ἡμεῖς τῆς ἐλευθερίας τετυχήκαμεν. Καὶ δοξασθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μου ἰσχύς. 6Καὶ εἶπέ μοι· Μέγα σοί ἐστι τοῦ κληθῆναί σε (παῖ)δά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Καὶ ταῦτα [πάλ]ιν ἀνθρωπίνως νοητέον· οὐδὲ γὰρ ὁ θεὸς λόγος μεγίστην εἶχε τιμὴν τὸ κληθῆναι δοῦλος τοῦ θεοῦ [καὶ] πατρός· τὸ γὰρ παῖδά μου «δοῦλον» καὶ ἡ Ἑβραίων φωνὴ καὶ οἱ Τρεῖς λαλοῦσιν Ἑρμηνευταί. Εἶτα τὴν [Ἰουδ]αίων ἀπείθειαν καὶ τῶν ἐθνῶν τὴν σωτηρίαν προλέγων· Ἰδού φησι δέδωκά σε εἰς διαθήκην (γέν)ους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Γένος κατὰ σάρκα τοῦ κυρίου (κοιν)ὸν μὲν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις, ἴδιον δὲ καὶ πελάζον ὁ Ἰσραήλ. Ἐπειδὴ τοίνυν πρὸς μὲν τὸν (Ἰσραὴλ παρ)εγένετο τὰ δὲ ἔθνη διὰ τῶν ἀποστόλων ἐφώτισε, δέδωκά σέ φησι τούτοις διὰ τὴν πρὸς (τοὺς) πατέρας αὐτῶν γεγενημένην ἐπαγγελίαν, φωτιῶ δὲ διὰ σοῦ τὰ ἔθνη καὶ πᾶσιν (ἀνθρώποις παρ)έξω τὴν σωτηρίαν—τοῦτο γὰρ σημαίνει τὸ ἕως ἐσχάτου τῆς γῆς—καὶ πέρας ἐπιθήσω ταῖς (πρὸς τοὺς) πατέρας αὐτῶν γεγενημέναις μοι συνθήκαις· τὴν γὰρ διαθήκην «συνθήκην» οἱ Λοιποὶ ἡρμήνευσαν. 7 (Οὕτ)ως λέγει κύριος ὁ ῥυσάμενός σε, ὁ θεὸς Ἰσραήλ. Ταῦτα πρὸς τοὺς τῆς σωτηρίας ἀξιωθέντας ὁ τῶν ὅλων λέγει θεός, οἳ ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων ἐκλεγέντες εἰς μίαν ἐκκλησίαν ἐτέλουν. Ἁγιά(σατε) τὸν φαυλίζοντα ἑαυτόν, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ. Τὸν φαυλίζοντα «ἐξου(θενη)μένον» οἱ Τρεῖς ἡρμήνευσαν· «Ἐν μορφῇ γὰρ θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου (λαβὼν) καὶ ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Τοῦτον (ὑμνεῖν) καὶ ἁγιάζειν παρακελεύεται τοῖς τῆς σωτηρίας τετυχηκόσιν· τὸ γὰρ ἁγιάσατε ἀντὶ τοῦ ὑμνήσατε τέθεικεν· οὕτω γὰρ καὶ προσευχόμενοι λέγομεν· «Ἁγιασθήτω τὸ ὄνομά σου» ἀντὶ τοῦ δο(ξασθ)ήτω. Τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων. «Ὁ γὰρ λόγος ὁ τοῦ σταυροῦ (τοῖς) μὲν ἀπολλυμένοις μωρία ἐστίν», καὶ πάλιν ὁ αὐτὸς ἀπόστολος· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον (Ἰουδαίοις μὲν) σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.» Τοῦτο κἀνταῦθα ἡ προφητεία προλέγει, ὅτι |162 a| καταγέλαστον ἐδόκει τοῖς ἀπιστοῦσι τὸ κήρυγμα καὶ οἱ ἀνθρώποις ἄρχουσι δουλεύον[τες τὸν] τῶν ἁπάντων κύριον δεσπότην ἔχειν οὐ κατεδέχοντο. Ἀλλ' ὅμως μετὰ τὴν ἀπιστίαν καὶ τὴν πίστιν προθεσπίζει· Βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου, ὅτι πιστός ἐστιν ὁ ἅγιος τοῦ Ἰσραὴλ καὶ ἐξελέξατό σε. Ταῦτα τῆς παρ' ἡμῶν ἑρμηνείας οὐ δεῖται· ὁρῶμεν γὰρ καὶ βασιλέας καὶ ἄρχοντας τὸν δεσπότην προσκυνοῦντας Χριστόν, ὃς τοὺς πιστεύοντας εἰς αὐτὸν ἐξελέξατο. 8 Οὕτως λέγει κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆ(σαι) κληρονομίαν ἐρήμου 9λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Μεγίστης ἀνοίας τὸ ταῦτα προσαρμόζειν τῷ Ζοροβάβελ· Ἰουδαίους γὰρ ἐκεῖνος ἐκ Βαβυλῶνος ἐπανήγαγεν, οὐ τὰ ἔθνη τῆς πλάνης ἀπήλλαξεν οὐδὲ τὴν καινὴν τοῖς ἔθνεσι προσενήνοχε διαθήκην. Περὶ τοῦ δεσπότου τοίνυν καὶ ταῦτα προλέγει Χριστοῦ· αὐτὸς γὰρ τὴν εὐσεβείας ἔρημον οἰκουμένην φυτῶν πεπλήρωκε θείων, αὐτὸς γὰρ τὴν διεφθαρμένην κατέστησε γῆν, αὐτὸς τοὺς ταῖς ἁμαρτίαις πεπεδημέν[ους] τῶν δεσμῶν ἠλευθέρωσεν, αὐτὸς τοὺς ἐν σκότει καθημένους τῷ φωτὶ τῆς θεογνωσίας ἐφώτισεν. Πρὸς αὐτὸν τοίνυν κατὰ τὸν τῆς οἰκονομίας λόγον φησὶν ὁ πατήρ· καιρῷ δεκτῷ ἐπήκουσά (σου) καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. Εὑρίσκομεν δὲ κἀν τοῖς θείοις εὐαγγελίοις τὸν δεσπότην Χριστὸν ἀνθρωπίνως προσευχόμενον καὶ νῦν μὲν λέγοντα· «Θεέ μου, θεέ μου, ἱνατί με ἐγκατέλιπες;» ,νῦν δέ· «(Πάτερ), εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου», καί· «Πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ», [καὶ] ἀλλαχοῦ· «Δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε.» Ὅτι δὲ καὶ ἐπήκουσε, μαρτυρεῖ τῶν [εὐα]γγελίων ἡ ἱστορία· «Ἦλθε γάρ» φησι «φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· Καὶ ἐδόξασα καὶ πάλιν δο(ξάσω).» Εἶτα διδάσκων ὁ κύριος τοὺς Ἰουδαίους, ὡς οἰκονομικῶς προσήνεγκε τὴν εὐχήν, ἔφη· «Οὐ δι' ἐ(μὲ) ἡ φωνὴ αὕτη ἐγένετο ἀλλὰ δι' ὑμᾶς, ἵνα ὑμεῖς πιστεύσητε.» Εἰ δὲ δι' αὐτοὺς ἡ φωνὴ ἐγέν[ετο, δι'] αὐτοὺς καὶ ἡ εὐχὴ ἐγένετο. Καὶ οὐ σμικρύνει ταῦτα τοῦ μονογενοῦς τὴν θεότητα· δῆλος γὰρ τῆς ο[ἰκο]νομίας ὁ λόγος. Ὁ μέντοι προφητικὸς λόγος προαγορεύσας τοῖς πεπεδημένοις τὴν λύσιν καὶ [τοῖς] ἐν σκότει καθημένοις τοῦ φωτὸς τὴν ἀπόλαυσιν, καὶ τὴν εὐαγγελικὴν προθεσπίζει χάριν· Ἐν πάσαις (ταῖς) ὁδοῖς βοσκηθήσονται καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. Οὐδὲ γάρ, καθάπερ τὴν παλ(αιὰν) λατρείαν τῷ ἐν Ἱεροσολύμοις ναῷ περιέγραψεν, οὕτω καὶ τὴν καινὴν λειτουργίαν ἑνὶ περιορί(ζει) χω(ρίῳ), ἀλλὰ καὶ ἐν πόλεσι καὶ ἐν ἀγροῖς καὶ ἐν ὄρεσι καὶ ἐν παντὶ τόπῳ τοῖς θείοις προβάτοις τὴν τρο(φι)μωτάτην προσφέρει νομήν. 10 Οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς ὁ καύσων ο(ὐδὲ) ὁ ἥλιος, ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς. Τῷ μὲν Ἰσραὴλ ἠπ[είλησε] τὸν τοῦ λόγου λιμὸν καὶ τὴν τῶν νεφελῶν ἀνυδρίαν· Ἐπάξω γάρ φησι «λιμὸν τοῦ ἀκοῦσαι λόγον κ(υρίου)«, [καὶ] πάλιν· «Ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ <μὴ> βρέξαι ἐπ' αὐτὸν ὑετόν.» Ἐνταῦθα δὲ τὴν ἀφθονίαν (τοῖς) εἰς αὐτὸν πεπιστευκόσι τῆς θείας τροφῆς καὶ τῆς θείας πόσεως ἐπαγγέλλεται καὶ τῶν σωτηρί(ων πηγῶν) τὴν ἀέναον χορηγίαν. 11 Καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτ(οῖς). [Κατὰ] ταὐτὸν καὶ τὴν εὐκολίαν ἐσήμανε καὶ τὴν ἄδειαν τῆς νομῆς. 12 Ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσι καὶ (οὗτοι ἀπὸ) βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. Τὰ τέσσαρα τῆς οἰκουμένης δεδήλωκε τμήματα· [διὰ μὲν γὰρ] τῶν Περσῶν τὸ ἑῷον, διὰ δὲ τῆς θαλάττης τὸ ἑσπέριον, εἶτα τὸ βόρειον ἐναργῶς καὶ αἰνιγμα[τωδῶς] τὸ νότιον· τοῦτο γὰρ διὰ τοῦ πόρρωθεν κέκληκεν. Ἄδηλα γὰρ ἡμῖν τὰ νοτιώτερα, ἐπειδὴ μᾶλλον [τοῖς |162 b| βορειοτέ]ροις πελάζομεν. 13 Εὐφραίνεσθε οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ῥηξάτω τὰ ὄρη εὐφροσύνην (καὶ) οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησε κύριος τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. Ἐπιστῆσαι δεῖ ὡς ἐνταῦθα οὔτε τοῦ Ἰσραὴλ οὔτε τοῦ Ἰακὼβ ἐμνημόνευσεν ἀλλὰ λαὸν ὠνόμασεν οὓς πανταχόθεν συνήγαγε καὶ τῆς σωτηρίας ἠξίωσεν. Ἐκάλεσε δὲ πάλιν τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐφροσύνης, ἐπειδὴ καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρειν ὁ κύριος ἔφη τῶν ἀγγέλων τοὺς δήμους. 14 Εἶπε δὲ Σιών· Ἐγκατέλιπέ με κύριος, καὶ ὁ θεὸς ἐπελάθετό μου. Ταῦτα μὲν [οὖν] φησι μακροῖς ἔσται χρόνοις, καὶ ποιήσει ταῦτα ὁ ἐξ Ἰουδαίων κατὰ σάρκα βλαστήσας. Οἱ δὲ τοῦτον τὸν θησαυρὸν ἐν ἑαυτοῖς ἔτι κεκρυμμένον ἔχοντες ἐγκαταλελεῖφθαι νομίζουσι καὶ τῆς ἐμῆς ἐστερῆσθαι προνοίας. Σιὼν γὰρ τοὺς ἐν Σιὼν οἰκοῦντας καλεῖ. Εἶτα παραβολικῶς· 15 Μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Ἔδειξε διὰ τῆς συγκρίσεως, [ἣν] ἔχει φιλοστοργίαν. Διὰ μέντοι τῶν ἐπαγομένων τὴν ὑπερβολὴν διδάσκει· Εἰ δὲ καὶ ἐπιλά(θοι)το ταῦτα γυνή, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει κύριος. Οὐ γὰρ μόνον μιμοῦμαι μητέρας ἀλλὰ καὶ νικῶ (μητέρ)ας τῇ εὐσπλαγχνίᾳ. 16 Ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός. (Βα)βυλώνιοι τὴν πόλιν ἑλόντες τὰ τείχη κατέλυσαν. Τούτων τὴν οἰκοδομίαν προλέγει καὶ δι(δά)σκει ὡς αὐτὸς οἷόν τις ἀρχιτέκτων διαγράφει τὴν τῶν περιβόλων οἰκοδομίαν. Ἀντὶ γὰρ [τοῦ] ἐζωγράφησα ὁ μὲν Σύμμαχος «ἐχάραξα» τέθεικεν, ὁ δὲ Θεοδοτίων «διέγραψα», ὁ δὲ Ἀκύλας «ἠκρί(βω)σα». 17 Καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ' ὧν καθῃρέθης. Ὁ Βαβυλωνίων κατέλυσε βασιλεύς, (ὁ δὲ) Περσῶν οἰκοδομηθῆναι προσέταξεν. Ἀλλὰ καὶ οὗτοι πάλαι τοῖς Ἀσσυρίοις ὑπακούοντες (σὺν) αὐτοῖς εἷλον τὴν πόλιν. Ὅθεν τοὺς αὐτοὺς καὶ καταλῦσαι καὶ οἰκοδομῆσαι ἔφη. Καὶ οἱ (ἐρημ)ώσαντές σε ταχὺ ἐκ σοῦ ἐξελεύσονται. Ἁμαρτημάτων τίνοντες δίκας ταῖς τῶν πολεμίων (χερσὶ) παρεδόθησαν. Αἴτιοι δὲ τῶν ἁμαρτημάτων οἱ δαίμονες οἷς ἐλάτρευον ἀποκαλοῦντες αὐτοὺς (θε)ούς. Προλέγει τοίνυν καὶ τῆς τῶν εἰδώλων θεραπείας τὴν παῦλαν καὶ τὴν τῆς πλάνης ἀπα(λλα)γήν. 18 Ἇρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντας τοὺς υἱούς σου, ἰδοὺ συνήχθησαν (καὶ) ἦλθον πρὸς σέ. Ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ ὡς στολὴν καὶ περιθήσῃ αὐτοὺς (ὡς) κόσμον νύμφης. Ὅρκῳ βεβαιοῖ τὴν πρόρρησιν ὁ δεσπότης πείθων τοὺς ἀπειθεῖς ὡς ἀκο[λ]ουθήσει τῷ λόγῳ τὸ ἔργον. Προεῖπε δὲ τὴν τῶν αἰχμαλώτων ἐπάνοδον πρὸς τὴν τῆς [πόλεως δι]αλεγόμενος ἐρημίαν καὶ διδάσκων ὅτι πάλιν τὸν οἰκεῖον ἀπολήψεται κό(σμ)ον· (κος)μοῦσι δὲ (πόλ)ιν οἱ ἐνοικοῦντες. 19 Ὅτι τὰ ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει (ἀπὸ) τῶν οἰκούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. Τῶν μὲν γὰρ πολεμίων πόρ[ρω γ]ενήσῃ, τῶν δὲ οἰκητόρων ὑποδέξῃ τὸ πλῆθος ὡς τὴν νῦν ἔρημον φαινομένην πρὸς [τοὺς ἐ]νοικοῦντας ὀφθῆναι σμικράν. 20 Ἐροῦσι γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου ο(ὓς) ἀπώ(λεσας)· Στενός (μοι ὁ) τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω. Προσωποποιίᾳ πάλιν ὁ προφητικὸς κέχρηται (λόγος) εἰς πλείονα σαφήνειαν τῶν λεγομένων. 21 Καὶ ἐρεῖς τῇ καρδίᾳ σου· Τίς ἐγέννησέ μοι σὺν τούτοις; (Ἐγὼ δὲ) ἄτεκνος καὶ χήρα, πάροικος καὶ ἐκκεκλεισμένη· τούτους δὲ τίς ἐξέθρεψέ (μοι); Ἐγὼ δὲ (κατελεί)φθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; Τὸ ἐκκεκλεισμένη «αἰχμάλωτος» ὁ Σύμμαχος [ἡρμήν]ευσεν· εἰώθασι δὲ τοὺς αἰχμαλώτους καθείργειν καὶ φρουρεῖν. Χηρείαν δὲ καλεῖ τῆς (βασιλ)είας τὴν στέρησιν, ἀτεκνίαν δὲ τοῦ ἄλλου πλήθους τὴν ἐρημίαν. 22 Οὕτως |163 a| λέγει κύριος· Ἰδοὺ ἀρῶ εἰς τὰ ἔθνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ' ὤμων ἀροῦσιν· 23καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου. Ταῦτα οὐδαμῶς ἁρμόττει τοῖς ἀπὸ Βαβυλῶνος ἐπανελθοῦσιν· οὐδὲ [γὰρ] βασιλεῖς ἐκείνων καὶ ἄρχοντες ἐγένοντο τιθηνοὶ καὶ τροφοί. Προστέθεικε τοίνυν ὁ προφητικὸς λόγος τοῖς ἤδη τεθεσπισμένοις τὰ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησιν γεγενημένα. Διὰ γὰρ τῶν ἱερῶν ἀποστόλων καὶ οἱ τὰς νήσους καὶ οἱ τὰς ἠπείρους οἰκοῦντες τὸ σωτήριον ἐδέξαντο κήρυγμα. Σύσσημον δὲ αὐτοῦ καλεῖ τοῦ σωτηρίου σταυροῦ τὸ σημεῖον· τοῦτο γὰρ πανταχοῦ κηρύξαντες οἱ θεῖοι ἀπόστολοι οὐ μόνο[ν] τοὺς ἐξ ἐθνῶν ἀλλὰ καὶ τοὺς ἐξ Ἰουδαίων πιστεύοντας τῷ δεσπότῃ προσέφερον. Καὶ πάντες μέχρι καὶ τήμερον εἰς τὴν Ἱερουσαλὴμ συντρέχουσι, τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως τοὺς τριποθήτους τόπους ἰδεῖν ἱμειρόμενοι. Ταύτης τοίνυν τῆς ἐκ πάσης γῆς καὶ θαλάττης συνειλεγμένης ἐκκλησίας ἐγένοντο βασιλεῖς τιθηνοὶ καὶ οἱ ἄρχοντες τροφοί, οἱ μὲν ἀπαρχὰς οἱ δὲ δεκάτας προσφέροντες. Αὐτοὶ δὲ οὗτοι οἱ βασιλεῖς καὶ σιτηρέσιον ἀπένειμαν τοῖς ἀφιερωμένοις τῷ τῶν ὅλων θεῷ. Καὶ τὰ ἑξῆς δὲ σαφέστερον ταῦτα διδάσκει· Ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί ς(οι) καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με. Ταῦτα καθ' ἑκάστην ἡμέραν ὁρῶμεν γιγνόμενα· ἐν γὰρ ἁπάσαις ταῖς ἐκκλησίαις τὰ μέτωπα [τῷ] ἐδάφει πελάζοντες καὶ τὰ χείλη τοῖς προθύροις προσφέροντες δηλοῦσιν, ἣν περὶ τὸν θεὸν ἔχουσι [τιμήν]. Διαφερόντως δὲ ἔστιν ἰδεῖν πληρουμένην τὴν προφητείαν ἐν τοῖς Ἱεροσολύμοις, ἔνθα καὶ τὸν χοῦν ὡ[ς οὐ]ράνιον ἁρπάζουσι δῶρον καὶ τοῦτον περιλιχμῶνται καὶ φάρμακον ψυχῆς ἡγοῦνται καὶ σώ[ματος]. Εἶτα διδάσκει πῶς τοῖς πεπιστευκόσι τῆς σωτηρίας μετέδωκε καὶ ὅπως αὐτοὺς τῆς τοῦ διαβόλου δ[ου]λείας ἀπαλλάξας τῆς ἐλευθερίας ἠξίωσεν· 24 Μὴ λήψεταί τις παρὰ γίγαντος σκῦλα; Καὶ ἐὰν αἰχ(μαλωτεύσῃ) τις ἀδίκως, εἰ σωθήσεται; Γίγαντα καλεῖ τὸν διάβολον ὡς τύραννον. Οὗτος ἡμᾶς δουλωσάμενος παν[οπλίαν] οἰκείαν εἰργάσατο· διὰ γὰρ τῶν ἡμετέρων ἡμῖν πολεμεῖ μελῶν. Ἀδίκως δὲ ἡμᾶς ᾐχμαλώτευσεν [οὐ]δεμίαν ἐγκαλῶν ἀδικίαν. 25 Οὕτως λέγει κύριος· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκῦλα· (λα)μβάνων δὲ παρ' ἰσχύοντος, εἰ σωθήσεται; Ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι. Ὁ περιγενόμενός φησι τοῦ γίγαντος δύναται αὐτὸν σκυλεῦσαι καὶ τῆς πανοπλίας γυμνῶσαι. Οὐ παντὶ δὲ τοῦτο ῥᾴδιον δρᾶσαι· ἐγὼ δὲ μόνος αὐτὸν εὐπετῶς καταλύσω καὶ τοὺς ἀδίκως ὑπ' αὐτ[οῦ] κατεχομέν[ους σώς]ω. Ταῦτα καὶ ἐν τοῖς θείοις εὐαγγελίοις ὁ κύριος ἔφη· «Ἐὰν μή τις εἰσέλθῃ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ δήσῃ τὸν ἰσχυρόν, πῶς τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσει;» 26 Καὶ φάγονται οἱ θλίβοντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθ(ή)σονται. Ἐκπεσόντες γὰρ τῆς προτέρας δυναστείας οἱ δαίμονες καὶ βλάψαι μηκέτι τοὺς ἀν[θρώπους] ὁμοίως δυνάμενοι σφᾶς αὐτοὺς κατεσθίουσιν ὡς ἐξ ἀνοίας ἐκπεσόντες τῆς τυ[ραννίδος]. Τὸν γὰρ σωτῆρα τῷ σταυρῷ προσηλώσαντες τοῖς ὑπ' αὐτῶν κατασκευασθεῖσιν ἀνῃρέθ[ησαν ὅ]πλοις. Καὶ γνώσεται πᾶσα σὰρξ ὅτι ἐγώ εἰμι κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανό(μενος) ἰσχύ(ος) σῆς Ἰακώβ. Τούτου δὲ γενομένου δήλη πᾶσιν ἀνθρώποις ἡ ἐμὴ γενήσεται πρό[νοια, καὶ] πάντες τὴν ἐμὴν δεσποτείαν μαθήσονται. Τὸ δέ· ἀντιλαμβανόμενος ἰσχύος σῆς Ἰα(κώβ), οὕτως ὁ Σύμμαχος ἡρμήνευσεν· «Καὶ γνώσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος σῴζων σε καὶ ὁ λυ[τρούμενός σε] δυνάστης Ἰακώβ»· ὡσαύτως δὲ καὶ ὁ Θεοδοτίων καὶ ὁ Ἀκύλας. Οὐ τοίνυν [πρὸς τοὺς ἐξ] |163 b| Ἰακὼβ ταῦτ[α] λέγει, ἀλλὰ πρὸς τοὺς ἐξ ἀλλοφύλων συνειλεγμένους ἐθνῶν, οὓς σκῦλα τοῦ διαβόλου γεγενημένους ἥρπασε καὶ τῆς σωτηρίας ἠξίωσεν. Γνώσονται τοίνυν φησὶν ἅπαντες ὅτι ἐγὼ ταῦτα εἰργασάμην ὁ δυνάστης τοῦ Ἰακώβ, ὁ ἐξ Αἰγύπτου τοῦ Ἰακὼβ τοὺς ἀπογόνους [ἐξ]αγαγών, ὁ τὴν Ἐρυθρὰν Θάλατταν διελών, ὁ τὰ μυρία θαύματα ἐργασάμενος. «Ἐγὼ» γάρ εἰμί φησι «θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι.» Τοῦτον ἡμεῖς ὑμνήσωμεν· οὗτος γὰρ ἡμᾶς τῆς σωτηρίας ἠξίωσεν, οὗτος ἡμᾶς τῆς προτέρας ἠλευθέρωσε πλάνης, οὗτος ἡμῖν καὶ τὴν τῶν [οὐραν]ῶν ὑπέσχετο βασιλείαν, ἧς ἡμᾶς ἀπολαῦσαι γένοιτο αὐτοῦ χάριτι τοῦ σεσωκότος, ᾧ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.