Ancient Greek
Section 18
Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam 18.1
Not analysed yet
[ΤΟΜΟ]Σ ΙΗʹ 56i Τάδε λέγει κύριος· Φυλάσσεσθε κρίσιν καὶ ποιεῖτε δικαιοσύνην, ἤγγικε γὰρ τὸ σωτήριόν (μου παραγί)νεσθαι καὶ τὸ ἔλεός μου ἀποκαλυφθῆναι. Οἱ θεσπέσιοι προφῆται οὐ μόνον τὰ ἐσόμενα [προθεσπίζειν] ἀλλὰ καὶ παραινέσεις προσφέρειν εἰώθεσαν δογματικάς τε καὶ ἠθικάς. Καὶ γὰρ [καὶ τὴν κρίσιν καὶ τὴν σωτηρίαν] τοῖς πάλαι προηγόρευον, ὥστε καὶ τῇ τῶν ἀγαθῶν ὑποσχέσει |171 a| καὶ τῇ τῶν ἀλγεινῶν ἀπειλῇ κακίας μὲν αὐτοὺς ἀποτρέπειν, ἐπ' ἀρετὴν δὲ προτρέπειν. Τοῦτο ἐκ τουτωνὶ τῶν ῥητῶν καταμαθεῖν εὐπετές. Συμβουλεύσας γὰρ ὁ προφητικὸς λόγος ἔχεσθαι δικαιοσύνης καὶ ἀκλινὲς ἔχειν τῆς ψυχῆς τὸ κριτήριον, συνῆψε τῆς σωτηρίας τὴν πρόρρησιν καὶ τοῦ ἐλέου τὴν ἀποκάλυψιν. Ἀμφότερα δὲ σημαίνει τὴν δεσποτικὴν παρουσίαν. 2 Μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ φυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδικήματα. Τῇ τῶν ἀγαθῶν ἐργασίᾳ συνέζευξε τὸν μισθόν, μισθὸς δὲ μέγ(ιστο)ς ὁ μακαρισμός. Τῆς δὲ τῶν σαββάτων φυλακῆς ἐπιμελεῖσθαι προσέταξεν ὡς ἔτι κρατοῦντ(ος τοῦ) νόμου. Ἐδίδαξε δὲ καὶ πῶς δεῖ τιμῆσαι τὸ σάββατον· ἀθῴους γάρ φησι προσήκει τὰς χεῖρας ἀ(δικίας) φυλάττειν, οὕτω γὰρ οὐ βεβηλοῦται τὸ σάββατον. Βέβηλον δέ ἐστι τὸ μὴ ἅγιον, τουτέστι τὸ (κοινόν). Ἐπειδὴ τοίνυν εἰς τὴν τῶν θείων ἐργασίαν ἀφιερώθη τὸ σάββατον, ἐάν φησι παραβῇς τὸν κείμενον νό(μον), κοινὴν αὐτὸ ἡμέραν ἀποφανεῖς, τουτέστι βέβηλον. Ταύτην δὲ τὴν διαφορὰν καὶ ἐν ἑτέροις ἡμᾶς [ἡ θεία] διδάσκει γραφή· «Ἀφοριεῖτε» γάρ φησιν «ἀνὰ μέσον ἁγίου καὶ βεβήλου.» Ἅγιον δὲ κα[λεῖ] τὸ τῷ θεῷ προσῆ[κον], βέβηλον δὲ τὸ κοινόν. 3 Μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον λέγων· Ἀφορισμῷ ἀφορι(εῖ με) ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ. Τὸν Ἰουδαϊκὸν ἐν τούτοις καταστέλλει τῦφον· ἐπειδὴ γὰρ ὠλιγώρουν μὲν ἀρ(ετῆς), μέγα δὲ ἐφρόνουν ἐπὶ τῇ ῥίζῃ τοῦ Ἀβραάμ, διδάσκει ὁ τῶν ὅλων θεὸς ὡς ἀρετὴν ἀλλ' οὐ γένος ζητεῖ. (Καὶ μὴ) λεγέτω ὁ εὐνοῦχος ὅτι ἐγώ εἰμι ξύλον ξηρόν. Κἀν τούτῳ παραπλησίως καὶ τοὺς εὐνούχους ἐπ' ἀρετὴν προτ(ρέπει) καὶ τῶν ἐπὶ πολυπαιδίᾳ μεγαλαυχουμένων τὴν ὀφρῦν καταλύει. 4 Ὅτι τάδε λέγει κύριος τοῖς εὐνούχοις τοῖς φ(υλα)σσομένοις τὰ σάββατά μου καὶ ἐκλεγομένοις ἃ ἐγὼ θέλω καὶ ἀντεχομένοις τῆς διαθήκης· 5Δώσω αὐτο(ῖς) ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν καὶ ὄνομα ἀγαθὸν κρεῖττον υἱῶν καὶ θυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. Ἀψευδὴς ἡ ὑπόσχεσις. Καὶ μαρτυροῦσιν οἱ περὶ τὸν θεσπέσιον (Δανιὴλ) καὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαήλ· ἀφαιρεθέντες γὰρ ὑπὸ τῶν πολεμίων τὸ γενέσθαι πατέρες, (πολυθρύ)λητοι μᾶλλον ἢ οἱ πολλῶν παίδων πατέρες ἐγένοντο, καὶ ἄσβεστον αὐτῶν διαμένει τὸ κλέος. Οὕτω τ(ὸν Ἀβδε)μέλεχ καὶ ἀλλογενῆ καὶ εὐνοῦχον ὄντα—Αἰθίοψ γὰρ ἦν—ἀοίδιμον διὰ τὴν εὐσέβειαν ἀπέφηνεν ὁ θεός. 6 Καὶ τοῖς (ἀλλο)γενέσι τοῖς προσκειμένοις κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα κυρίου τοῦ εἶναι αὐτῷ εἰς (δούλους) καὶ δούλας καὶ πάντας τοὺς φυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς δι(αθή)κης μου 7εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐφρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου, τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ θυσίαι ἔσονται δεκταὶ ἐπὶ τὸ θυσιαστήριόν μου, ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν. Ἔδειξεν ὡς οὐκ Ἰουδαίων μόνων ἐστὶ θεὸς ἀλλὰ καὶ ἐθνῶν ὁ τῶν ὅλων (θεός· πάντων γὰρ ὑπ)άρχων δημιουργὸς πάντων προμηθεῖται παραπλησίως. Διά τοι τοῦτο καὶ νομοθετῶν ἔλεγεν Ἰουδαίο[ις] κα[ὶ ἀγαπ]ᾶν «τὸν προσήλυτον, ὅτι προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.» Ἐνταῦθα μέντοι διὰ τῶν ἀλλογ[ενῶν] τῶν κατὰ τὸν παλαιὸν πολιτευομένων νόμον πᾶσι τοῖς ἔθνεσιν ἀνοίγνυσι τῆς σωτηρίας τὴν θύραν. Οὕτω τοῖς ἀλλογενέσι καὶ τοῖς εὐνούχοις ἐπαγγειλάμενος προλέγει Ἰουδαίοις τὴν ἐσχάτην πολιορκίαν τὴν ὑπὸ Ῥωμαίων γεγενημένην. 8 Εἶπε κύριος ὁ συνάγων τοὺς διεσπαρμένους τοῦ Ἰσραήλ, ὅτι συνάξω ἐπ' αὐτὸν συναγωγήν, 9(πάντα) τὰ θηρία τὰ ἄγρια. Σαφῶς ἔδειξεν ὡς τὴν ἐσχάτην προαγορεύει πολιορκίαν· μετὰ γὰρ τὴν τ(ῶν δι)εσπαρμένων συναγωγὴν καὶ τὴν ἐπάνοδον τὴν τῶν θηρίων ἠπείλησε στρατιάν· ἄγρια δὲ θηρία (καλεῖ) διὰ τὴν προτέραν ἀσέβειαν· αἰνίττεται δὲ καὶ τὸ ὠμὸν αὐτῶν καὶ ἀνήμερον. Καὶ ὁ μακάριος Δανιὴλ τὸ τελευταῖον θηρίον φοβερὸν λέγει εἶναι καὶ ἔκθαμβον περισσῶς, τοὺς ὀ[δόντας] φοβεροὺς ἔχον καὶ τοὺς ὄνυχας χαλκοῦς, ἐσθίον καὶ λεπτῦνον καὶ τὰ λοιπὰ τοῖς ποσὶ συμπ[ατοῦν]. Δεῦτε φάγετε πάντα τὰ θηρία τοῦ δρυμοῦ. Ἐκ διαφόρων ἐθνῶν ἡ Ῥωμαϊκὴ συνείλεκτο στρατιά· (τῆς γὰρ Εὐρ)ώπης ἁπάσης τηνικαῦτα κρατοῦντες καὶ τῆς Ἀσίας ὑποχείρια τὰ πλεῖστα πεποιηκότες (πανταχόθεν) εἶχον συνειλεγμένους λογάδας. Διὰ τοῦτό φησιν ὁ προφητικὸς λόγος· Δεῦτε φάγετε (πάντα τὰ θηρία) |171 b| τοῦ δρυμοῦ. Τινὲς μέντοι εἰς τὸν Γὼγ καὶ Μαγὼγ ταῦτα ἔλαβον, οὐ προσεσχηκότες ὅτι ἐκεῖνοι μὲν [θε]ηλάτοις πληγαῖς ἐν τοῖς τῆς Ἰουδαίας καταναλώθησαν ὄρεσιν οἱ δὲ νῦν καλούμενοι εἰς τὸ φαγεῖν ἑτέρους ἐγείρονται. Εἶτα τὸν παράνομον τῶν Ἰουδαίων ἐξηγεῖται βίον· 10 Ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, οὐκ ἔγνωσαν φρόνησιν. Τοσαύτη δὲ αὐτῶν ἡ τυφλότης ὡς ἐν σταθηρᾷ μεσημβρίᾳ μὴ ἐπιγνῶναι τῆς δικαιοσύνης τὸν (ἥλιον). Πάντες κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν. Κατὰ μὲν γὰρ τῶν δαιμόνων οὐχ ὑλάκτουν ἀλλὰ (περισαί)νοντες τοὺς πολεμίους ὡς εὐεργέτας ἐδέχοντο, κατὰ δὲ τοῦ τροφέως καὶ σωτῆρος ὑλάκτουν. Ἐνυπνι(αζόμενοι) κοίτην, φιλοῦντες νυσταγμόν. Ἐπέμεινε τῇ τροπῇ τὸ ῥᾴθυμον ἐξελέγχων τῆς γνώμης. 11 Καὶ οἱ (κύνες) ἀναιδεῖς τῇ ψυχῇ καὶ οὐκ εἰδότες πλησμονήν. Ἐναντίον εἶναί πως δοκεῖ· εἰ γὰρ οὐχ ὑλακτοῦσιν ἀλλὰ διη(νεκ)ῶς καθεύδουσιν, πῶς ἀναίδειαν ἔχουσιν; Ἀλλ', ὅπερ ἔφην, κατὰ μὲν τῶν πολεμίων οὐχ ὑλάκτουν, (κατὰ) δὲ τοῦ δημιουργοῦ τὴν ἀναίδειαν ἔδειξαν κόρον οὐ λαμβάνοντες τῆς πονηρίας. Καί εἰσι πο(νηροὶ) καὶ οὐκ εἰδότες σύ(νε)σιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ πλε(ονέκ)τημα ἀπ' ἄκρου αὐτοῦ. Τὸ πλεονέκτημα Ἀκύλας καὶ Θεοδοτίων καὶ Σύμμαχος «πλεονεξίαν» ἡρ[μήν]ευσαν. Κατηγορεῖ δὲ αὐτῶν ὁ λόγος ὅτι τὴν θείαν καταλιπόντες ὁδὸν εἰς πολυσχιδεῖς ἐπλανήθησαν (ἀτραπ)ούς· ἕκαστος γὰρ ὥδευεν ὡς ἐβούλετο τὴν πλεονεκτικὴν αἱρούμενος γνώμην. 12 Δεῦτε λάβωμεν (οἶνον) καὶ οἰνοφλυγήσωμεν μέθῃ, καὶ ἔσται τοιαύτη ἡμέρα αὔριον μεγάλη περισσῶς σφόδρα. Ταῦτα [αὐτοὶ π]ρὸς ἀλλήλους ἔλεγον οἰνοφλυγίᾳ καὶ γαστριμαργίᾳ δουλεύοντες καὶ νομίζοντες τὴν τρυφὴν [πάν]των αὐτοῖς πρόξενον ἔσεσθαι ἀγαθῶν. 571 Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἀνὴρ ἐκ(δέχετ)αι τῇ καρδίᾳ. Τὸν δεσποτικὸν ἐνταῦθα σταυρὸν προεσήμηνεν· δίκαιον γὰρ τὸν δεσπότην ὀνομάζει Χριστόν, ὃς «ἁ(μαρτίαν) οὐκ ἐποίησεν οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ». Σημαίνει δὲ κατὰ ταὐτὸν καὶ τῆς τῶν ἐσταυρωκότων (καρδίας τὴν π)ώρωσιν· οὐδεὶς γὰρ αὐτῶν φησι συνιδεῖν ἐβουλήθη τὸ ἔγκλημα. Καὶ ἄνδρες δίκαιοι αἴρονται, (καὶ οὐδεὶς) κατανοεῖ. Μετὰ γὰρ τὸν δεσπότην Χριστὸν καὶ κατὰ τῶν ἱερῶν ἀποστόλων παραπλησίως ἐλύττησαν (καὶ τὸν) μὲν θεσπέσιον κατέλευσαν Στέφανον, ἀπέτεμον δὲ τὸν θειότατον Ἰάκωβον, τὸν δὲ ἐπ' ἄκρᾳ δι[καιοσύνῃ], τὸν πολυθρύλητον, τὸν μέγαν Ἰάκωβον ὦσαν μὲν ἀπὸ τοῦ πτερυγίου τοῦ ναοῦ, κα(τεν)εχθέντα δὲ ξύλοις παίοντες τῷ θανάτῳ παρέδωκαν. Ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· 2(ἔσται) ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ μέσου. Περὶ τοῦ δεσπότου ταῦτα λέγει Χριστοῦ καὶ δηλοῖ κατὰ ταὐτὸν τό τε (ἄδικον) τῆς σφαγῆς καὶ τὴν μετὰ θάνατον νίκην· ὁ γὰρ θάνατος αὐτοῦ τὰς πρὸς τὸν θεὸν ἡμῖν καταλλαγὰς (ἐδωρής)ατο, αὐτὸς δὲ τὸν τάφον καταλιπὼν εἰς οὐρανοὺς ἀνελήφθη. 3 Ὑμεῖς δὲ προς<αγ>άγετε ὧδε υἱοὶ ἄνομοι, (σπέρμα) μοιχῶν καὶ πόρνης. Ἐξέβαλεν αὐτοὺς τῆς συγγενείας τοῦ Ἀβραάμ. Τοῦτο καὶ ὁ κύριος ἐν [τοῖς ἱεροῖ]ς [εὐαγγε]λίοις πεποίηκεν· λεγόντων γὰρ ἐκείνων· «Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ» ὑπολαβὼν ὁ κύριος [ἔφη]· «(Εἰ τ)έκνα Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε· νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι (ἄνθρωπον ὃς) τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ πατρός μου· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν», καὶ πάλιν· «Ὑμεῖ(ς ἐκ τοῦ πατρὸ)ς ὑμῶν τοῦ διαβόλου ἐστέ. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς.» Οὕτω κἀνταῦθα σπέρμα (μοιχ)ῶν καὶ πόρνης αὐτοὺς ὀνομάζει· καὶ γὰρ ἐν τοῖς προοιμίοις τῆς προφητείας πόρνην τὴν πόλιν ὠ[νόμασεν]· «Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών.» Κατηγορεῖ δὲ αὐτῶν μοιχείαν οὐ μόνην τὴν τῶν (γάμ)ων ἀλλὰ καὶ τὴν τῶν δογμάτων διαφθοράν· τῷ γὰρ θεῷ συνῆφθαι δοκοῦντες λάθρᾳ τοῖς δ[αίμοσιν ἐδού]λευον, καὶ μοιχεία ἦν ἄντικρυς τὸ γινόμενον. 4 Ἐν τίνι ἐτρυφήσατε; Καὶ ἐπὶ τίνα ἠνοίξατε (τὸ στόμα ὑμῶν); Καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; Σαφῶς διὰ τῶν εἰρημένων τ(ὰς ὑ)π' αὐτῶν γε(γενημένας) κατὰ τοῦ δεσπότου βλασφημίας ἐλέγχει· πλάνον γὰρ αὐτὸν ἐκάλουν καὶ δαιμονῶντα καὶ (Σαμαρί)την καὶ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειν τὰ δαιμόνια. Οὐχ ὑμεῖς (ἐστε τέκνα ἀπ)ωλείας, σπέρμα ἄνομον, 5οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, |172 a| σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάρα<γ>ξιν ἀνὰ μέσον τῶν πετρῶν 6καὶ ἐν τοῖς μέρεσι τῆς φάραγγος; Ἐπειδὴ γὰρ ὡς ἀντίθεον δῆθεν τὸν δεσπότην τῷ ξύλῳ προσήλωσαν ζῆλον ὡς ἐνόμιζον ὑπὲρ τοῦ τεθεικότος τὸν νόμον ὑποδεικνύμενοι, εἰς καιρὸν αὐτοὺς τῆς δεισιδαιμονίας ἀνέμνησεν· Οὐ διηνεκῶς φησι τοῖς εἰδώλοις διατελεῖτε λατρεύοντες καὶ τὰ ἄλση περινοστοῦντες καὶ ἐν ταῖς φάραγξι τὰ τέκνα τοῖς δαίμοσι καταθύοντες; Νῦν τῷ ὑπὲρ τοῦ νόμου ἐπυρσεύθητε ζήλῳ καὶ κατὰ τοῦ νομοθέτου κεκινήκατε τοῦτον οἱ ἐπὶ τῶν εἰδώλων «κύνες ἐνεοί», ἐπὶ τοῦ ς(ωτῆρος) καὶ εὐεργέτου «κύνες ἀναιδεῖς τῇ ψυχῇ». Ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχ(εας) σπονδὰς καὶ τούτοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; λέγει κύριος. Τὴν πολύθεον αὐτῶν ἐναργῶς ἐδήλωσε πλάνην· οὐ γὰρ δύο φησὶν ἢ τρισὶν ἀλλὰ παμπόλλοις ἐδουλεύσατε δαίμοσι καὶ ἐκείνοις μὲν σπονδὰς τούτοις δὲ θυσίας προσενηνόχατε καὶ τὸν θεῖον κλῆρον καταλιπόντες ἐκείνους ἔχειν ἠβουλήθητε κλῆρον. Διὰ τοῦτο δικαίαν ὑμῖν τιμωρίαν ἐποίσω. 7 Ἐπ' ὄ(ρος) ὑψηλὸν καὶ μετέωρον ἐκεῖ σου ἡ κοίτη. Τὰς προσεδρείας καὶ τὴν ἀνάπαυλαν κοίτην ὠνόμασεν. Κ(αὶ) ἐκεῖ ἀνεβίβασας θυσίας 8καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου. Τὴν πολλὴν αὐτῶν ἀσέβειαν καὶ διὰ τούτων διδάσκει· οὐ γὰρ μόνον ἐν τοῖς ὄρεσιν ἐπλανῶντο, ἀλλ(ὰ) καὶ ἐν ταῖς οἰκίαις τοῖς εἰδώλοις ἐδούλευον. Μνημόσυνον δὲ καλεῖ τὸ τῆς κατηγορίας ἀνάγραπτον. ᾬου ὅτι, ἐὰν ἀπ' ἐμοῦ ἀποστῇς, πλέον τι ἕξεις. Τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει· εἰσάγει γὰρ τὰς γυναῖκας αὐτῶν καὶ αὐτοὺς λέγοντας ὅτι, ἐξ οὗ ἀπέστημεν τῆς τῶν εἰδώλων δουλείας, κατέλαβεν ἡμᾶς τὰ κακά. Ἐπλάτυνας τὴν κοίτην σου καὶ ἔθου σαυτῇ παρ' αὐτῶν. Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ἐπλάτυνας τὴν κοίτην σου καὶ συνδιαθήκους ἐποίησάς ς[οι].» Ἀντὶ τοῦ· πολλοῖς συνήφθης δαίμοσι καὶ τοῖς ἐκείνων ἠκολούθησας νόμοις καὶ συνέθου δουλεύειν ἑκάστῳ. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων θεὸς τὸν ἔννομον ἐξηγούμενος γάμον διὰ τοῦ προφήτου Ἰεζεκι[ήλ] φησιν· «Καὶ εἰσῆλθον ἐν διαθήκῃ μου πρὸς σέ» ἀντὶ τοῦ· Προικῶν γραμματεῖον μεταξὺ ἡμῶν διετέλες[α]· καλεῖ δὲ διαθήκην τὸν νόμον. Ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ 9καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτ(ῶν). Ὡς ἐπὶ γυναικὸς ἀκολάστου καὶ ταῦτα εἴρηκε τὴν πολλὴν αὐτῆς διδάσκων ἀσέβειαν. Καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ. Ὁ δὲ Σύμμαχος καὶ ὁ Θεοδοτίων οὕτως· «Καὶ ἐπλήθυνας τὰ μυρέψιά σου.» Οὕτω δὲ προσηγόρευσε τὴν τῶν εἰδώλων κατασκευήν· καθάπερ γὰρ τὸ συγκείμενον μύρον ἐκ πολλῶν εἰδῶν ἐρανίζεται διὰ τῆς τέχνης τὴν εὐκοσμίαν, οὕτω καὶ τὰ εἴδωλα ἐκ πολλῶν ὑλῶν καὶ τεχνῶν δέχεται τὴν [κατα]σκευήν. Καὶ οἱ Ἑβδομήκοντα δὲ εἰκότως μακρὰν ὠνόμασαν· τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Πόρρω (δὲ) αὐτο(ὺς κ)αὶ ὁ νόμος ἐποίει. Καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου. Ποτὲ μὲν γὰρ Αἰγυπτίοις (ποτὲ) δὲ Ἀσσυρίοις προσέφευγον. Καὶ ἐταπεινώθη<ς> ἕως ᾅδου. Τοῦτον ἔσχες ἐκ τῆς τῶν εἰδώλων θερ(απείας) καρπόν. 10 Ταῖς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας· Παύσομαι ἐνισχύουσα. Ἐπὶ πολύ φησιν ἐπλανήθης καὶ παῦλαν τῆς πλάνης λαβεῖν οὐκ ἠθέλησας. Ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου. (Ἐμὲ κα)τέλιπες, τοὺς δαίμονας ἐθεράπευσας, ἀνθρωπίναις ἐπικουρίαις ἐθάρρησας καὶ κόρον οὐκ εἴληφας τῶν (κακῶν). 11 Τίνα εὐλαβηθεῖσα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν (διά)νοιάν σου οὐδὲ εἰς τὴν καρδίαν σου; Ἡνίκα τοῖς εἰδώλοις ἐδούλευες, οὐκ ἐδεδίεις τὸν νομοθέτην· ὅτ(ε) δὲ (πα)ρεγενόμην ἐγώ, ἐφοβήθης φόβον, οὗ οὐκ ἦν φόβος, καὶ τὰς περὶ ἐμοῦ προρρήσεις λα(βεῖν) εἰς νοῦν οὐκ ἠθέλησας. Καὶ ἐγώ σε ἰδὼν παρορῶ. Πολιορκουμένῃ γάρ σοι οὐδεμίαν παρέξω βο(ήθειαν. Καὶ) ἐγώ εἰμι ὁ ἀπ' αἰῶνος. Οὐδὲ γὰρ ἄλλος εἰμὶ παρ' ἐκεῖνον τὸν τῆς Αἰγυπτίων σε δουλείας ἐλευθερώσαν[τα], τ[ὸν] διὰ θαλάττης πεζεῦσαι παρασκευάσαντα, τὸν τὰ μυρία ἐργασάμενον θαύματα. 12 Καὶ ἐγὼ ἀπ(αγγελῶ) |172 b| τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου ἃ οὐκ ὠφελήσει σε. Καὶ τὰς ἐμὰς εὐεργεσίας δείκνυμι καὶ τὴν σὴν ἀγνωμοσύνην ἐλέγξω. 13 Ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήψεται, καὶ ἀποίσει καταιγίς. Οὐ γὰρ μόνον σοὶ βοηθείας οὐ μεταδώσουσιν ἀλλὰ καὶ αὐτοὶ φροῦδοι ἔ(σο)νται, τουτέστι τὰ εἴδωλα. Οἱ δὲ ἀντεχόμενοί μου κτήσονται τὴν γῆν καὶ κληρονομήσουσι τὸ ὄρος μου τὸ ἅγιον. Καὶ μαρτυρεῖ τοῖς λόγοις τὰ πράγματα· οἱ γὰρ εἰς αὐτὸν πεπιστευκότες καὶ τὴν Ἱεροσολύμων κατέχουσι πόλιν (καὶ) ἐν ἁπάσαις ταῖς πόλεσιν ἀξιοῦνται τιμῆς. 14 Καὶ ἐροῦσιν· Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ (ἐξά)ρατε τὰ σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. Οἱ γὰρ τῆς ἀληθείας κήρυκες λείαν ἐργάσονται τοῖς πιστεύουσι (τὴν εὐ)θεῖαν ὁδόν, καὶ τὰ ἀρέσκοντα τῷ θεῷ ἐπιδεικνύντες καὶ τῶν ἐναντίων ἀποτρέποντες. Ταῦτα γὰρ ἐκάλεσε (ς)κῶλα, ὁ δὲ Σύμμαχος ταῦτα ἔφη «προσκόμματα». 15 Ὅτι τάδε λέγει ὁ ὕψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν, (ὁ αἰ)ώνιος, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, κύριος ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μα(κρο)θυμίαν καὶ ζωὴν διδοὺς τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ ζωῶσαι καρδίας τεθλασμένων. Τὴν [παν]τοδαπὴ<ν> αὐτοῦ κηδεμονίαν ἔδειξεν· ἐν ὑψηλοῖς γὰρ κατοικῶν τὰ ταπεινὰ ἐφορᾷ καὶ ἅγιος ὢν ἀνα[παύ]εται μὲν ἐν ἁγίοις, τοῖς δὲ ὀλιγοψύχοις προσφέρει παραψυχὴν καὶ τοὺς τὰς καρδίας συντετριμμένους [εἰς ζ]ωὴν ἐπανάγει. Οὐ γὰρ μόνον δικαίων ἐπιμελεῖται ἀλλὰ καὶ τοὺς εἰς τὸ βάραθρον τῆς κακίας ἐκ[κομι]σθέντας ἀνακαλεῖται καὶ τοῖς κακῶς τὰς ψυχὰς διακειμένοις ἰατρείαν προσφέρει παντο[δαπή]ν. 16 Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν. Πλεῖστοι τῶν τὸν κύριον ἐσταυρω(κό)των διὰ τοῦ κηρύγματος τῶν ἀποστόλων ἐπίστευσαν καὶ τῆς σωτηρίας ἀπήλαυσαν. Τούτου χάριν καὶ σταυρούμενος (ὁ κύριος) ἔφη· «Πάτερ ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.» Ἐκ τούτων ὁ μακάριος Παῦλος, ἐκ τούτων οἱ τρισχίλιοι [καὶ] αἱ πολλαὶ μυριάδες· τούτοις ὑπισχνεῖται συγγνώμην. Πνεῦμα γὰρ παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν (ἐγὼ) ἐποίησα. Τοῦ ἐμφυσήματος ἐμνημόνευσε δι' οὗ τοῦ Ἀδὰμ ἐδημιούργησε τὴν ψυχήν· «Ἐνεφύσησε» γάρ (φη)σιν «εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.» Ἐπειδὴ τῶν ἁπάντων [φης]ὶν ὑπάρχω δημιουργός, φιλανθρώπως τοὺς ὑπ' ἐμοῦ γεγενημένους οἰκονομῶ. 17 Δι' ἁμαρτίαν βρα(χύ) τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτοῦ, καὶ ἐλυπήθη (καὶ ἐ)πορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς τῆς καρδίας αὐτοῦ. 18Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν (καὶ) παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινὴν καὶ τοῖς παθεινοῖς αὐτοῦ 19κτίζων (κ)αρπὸν χειλέων. Ὁ δὲ Σύμμαχος καὶ ὁ Ἀκύλας ἀντὶ τοῦ· τοῖς παθεινοῖς, «τοῖς πενθοῦσιν αὐτόν» εἰρήκασιν. Τῆς με(τανοί)ας ὁ δεσπότης θεὸς ἔδειξε τὴν ἰσχύν. Θεασάμενος γάρ φησι τὴν μεταμέλειαν καὶ τῶν λογισμῶν τὴν (μεταβολ)ὴν καὶ τοῦ προσώπου τὸ σκυθρωπὸν καὶ αὐτοὺς ψυχαγωγίας ἠξίωσα καὶ τοὺς πενθοῦντας αὐτούς· ἐπένθουν (δὲ αὐτοὺ)ς τῆς ἀληθείας οἱ κήρυκες, ὁ δὲ μακάριος Παῦλος καὶ ἀνάθεμα ηὔχετο ὑπὲρ τούτων γενέσθαι. Ταῦτα [δ]ὲ πεποίηκεν ὁ κτίζων καρπὸν χειλέων, τουτέστιν ὁ τὴν θυσίαν τῆς αἰνέσεως ἀντὶ τῆς νομικῆς λατρείας [ἀπαι]τῶν. Εἰρήνην ἐπ' εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι, καὶ εἶπε κύριος· Ἰάσομαι αὐτούς. [Τούτοις] μὲν οὖν τὴν πρὸς αὐτοὺς εἰρήνην ἐπαγγέλλεται καὶ ταύτην ὑπισχνεῖται ποιήσειν μόνιμόν τε [καὶ] διαρκῆ καὶ τῆς ἰάσεως αὐτοῖς χαριεῖσθαι τὸ δῶρον, τοῖς δὲ ἐπὶ τῆς προτέρας μεμενηκόσιν [ἀδικί]ας ἀπειλεῖ χαλεπά· 20 Οἱ δὲ ἄδικοι ὡς θάλασσα ἀναβρασσομένη οὕτως κλυδωνισθή(σονται) καὶ ἀναπαύσασθαι οὐ μὴ δύνωνται. Τοῦτον αὐτῶν τὸν κλύδωνα λίαν ἀκριβῶς ὁ Ἰώ[σηπος] ἱστορεῖ. Ὅτι ἀποβάλλεται τὸ ὕδωρ αὐτῆς καταπάτημα καὶ πηλός. Ὕδωρ καλεῖ τὴν δι[δασκαλ]ίαν. Ἐπειδὴ τοίνυν τἀναντία τοῖς προφήταις ἐδίδασκον καὶ τὸ διειδὲς τῶν πνευματικῶν [ναμάτων ἐθόλ]ουν, πηλῷ ταύτην παραπλησίως ἔσεσθαι ἀπειλεῖ. 21 Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβ(έσι)ν, εἶπεν |173 a| ὁ θεός. Ταῦτα δὲ ποιῶ, ἐπειδήπερ οὐ δίκαιον τῆς δικαιοσύνης τὸν νομοθέτην ἴσου ἀξιοῦν τούς [τε τῆς] εὐσεβείας τροφίμους καὶ <τοὺς> τῇ δυσσεβείᾳ προστετηκότας. Ἐντεῦθεν εἰς ἑτέραν ὑπόθεσιν ὁ προφητικὸς μεταβαίνει λόγος καὶ τοῖς τηνικαῦτα οὖσιν ἀνθρώποις παραινεῖ τὰ συνοίσοντα· 581 Ἀναβόησον ἐν ἰσχύι (καὶ) μὴ φείσῃ καὶ ὡς σάλπιγγος ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτ(ῶν) καὶ τῷ οἴκῳ Ἰσραὴλ τὰς ἀνομίας αὐτῶν. Τὰς τοῦ λαοῦ παρανομίας ἐλέγξαι τῷ προφήτῃ παρεγγυᾷ (τῶν) ὅλων ὁ κύριος καὶ μὴ κρύβδην τοῦτο καὶ λάθρᾳ ποιῆσαι ἀλλ' ἀναφανδὸν δρᾶσαι παρακελεύεται μ(εγάλῃ) χρώμενον τῇ φωνῇ. 2 Ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσι καὶ γνῶναι τὰς ὁδούς μου ἐπιθυμοῦσιν ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς. Πονηρίᾳ συζῶντες τῆς παρ' ἐμοῦ τυχεῖν ἀξιοῦσι προνοίας καὶ οὐ λογίζονται ὡς ἀναξίους σφᾶς αὐτοὺς τῆς ἐμῆς καταστήσαν(τες) κηδεμονίας ταύτης οὐκ ἀπολαύσονται. Αἰτοῦσί με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσι 3λέγοντες· Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες, ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; Ἄκραν νομίζουσιν ἀρετὴν τῶν βρωμάτων τὴν ἀποχὴν καὶ ἐπιμέμφονταί μοι μὴ παραυτίκα πάσης αὐτοὺς ἀξιοῦντι προνοίας. Τὸ δέ· Ἐγγίζειν θεῷ ἐπιθυμοῦσιν, ὁ Σύμμαχος οὕτως ἔφη· «Ἐγγύτητα θεοῦ θέλουσιν», ὁ δὲ Ἀκύλας· «Ἐγγισμὸν θεοῦ βούλονται.» Δηλοῖ δὲ ὁ λόγος ὡς οὐκ αὐτοὶ ἐγγίζειν ἐπεθύμουν τῷ θεῷ ἀλλ' αὐτὸν αὐτοῖς ἐγγίζειν διὰ τῆς προμηθείας καὶ κηδεμονίας ἐβούλοντο ἀνάξιον αὐτοῦ βίον αἱρούμενοι. Εἶτα διαρρήδην αὐτῶν τὰς παρανομίας ἐλέγχει· (Ἐν) γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. Τὴν γὰρ τῆς νηστείας σχολὴν οὐκ ἀφορμὴν ποιεῖσθε μεταμελείας ἀλλὰ τα(ύτην) εἰς τὴν τῶν ὀφειλόντων εἴσπραξιν ἀναλίσκετε. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· «Καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ἀπαιτεῖτε.» 4 Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; Ἔοικε κατ' αὐτὸν τῆς προφητείας τὸν καιρὸν τοιοῦτόν τι γενέσθαι. Τοῦτο γὰρ καὶ ὁ λόγος αἰνίττεται· ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν. 5 Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην (καὶ) ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ. Οὐ τοῦτον οἶδα νηστείας ὅρον ἐγώ· ἄλλως γὰρ νηστεύει[ν] ἐνομοθέτησα. Ἀναμνήσθητε τῶν διὰ τοῦ θεράποντός μου Μωυσῆ εἰρημένων· «Κακώσατε» γὰρ εἶπον «τὰς ψυχὰς ὑμῶν.» Ὁ δὲ ταπεινούμενος οὐ κατεπαίρεται τῶν ταπεινῶν οὐδὲ καταδυναστεύει τῶν ἀδυνάτων. Οὐδ' ἂ(ν κ)άμψῃς ὡς κλοιὸν τὸν τράχηλόν σου καὶ τοῦ κλοιοῦ τὸ καμπύλον μιμήσῃ καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ' ὣς καλέσετε νηστείαν καὶ ἡμέραν δεκτὴν τῷ κυρίῳ. 6Οὐχὶ τοιαύτη ἡ νηστεία, ἣν ἐγὼ ἐξελεξάμην; λέγει κύριος. Οὐ τὸ ἔξωθέν φησι φαινόμενον σχῆμα ζητῶ· «Θυσία» γὰρ «τῷ θεῷ πνεῦμα συντετριμμένον.» Οὕτως ἐλέγξας τὰ παρανόμως γιγνόμενα τὸ πρακτέον νομοθετεῖ· Ἀλλὰ λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων. Διάρρηξον τοὺς τῆς ἀδικίας δεσμούς· ὅσα τῶν συμβολαίων οὐκ ἔχει τὸ δίκαιον ὡς ἐπιζήμια λῦσον. Ἀπόστελλε τεθραυσμένους <ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. Τὸ τεθραυσμένους> «τεθλασμένους» ὁ Σύμμαχος εἴρηκεν. Τουτέστι· τοὺς πενίᾳ συζῶντας ἐλευθέρωσον φροντίδος, δὸς τὴν ἄφεσιν καὶ λῦσον τὴν μέριμναν. 7 Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς (ἀ)στέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε καὶ ἀπὸ τῶν οἰκείων (τοῦ) σπέρματός σου οὐχ ὑπερόψῃ. Τῶν ἀδίκων κερδῶν ἀπαγορεύσας τοὺς πόρους τῶν δικαίως συνειλεγμένων τὴν οἰκονομίαν διδάσκει καὶ λέγει τοῖς μὲν τροφὴν χορηγεῖν τοῖς δὲ στέγης μεταδιδόναι [τοὺς] δὲ περιβάλλειν καὶ μνημονεύειν τῆς φύσεως καὶ τὴν συγγένειαν εἰς νοῦν λαμβ[άνειν]. 8 (Τότε) |173 b| ῥαγήσεται πρώιμον τὸ φῶς σου. Ποθεινὸν μέν ἐστι τὸ φῶς, ποθεινότερος δὲ ὁ ὄρθρος μετὰ τὴν νύκτα φαινόμενος. Τοῦτο πρώιμον προσηγόρευσε φῶς. Οὕτω γὰρ καὶ ὁ Θεοδοτίων καὶ ὁ Σύμμαχος ἔφασαν· «Τότε ῥαγήσεται ὡς πρωία τὸ φῶς σου», ὁ δὲ Ἀκύλας· «Τότε σχισθήσεται ὡς ὄρθρος φῶς.» Καθάπερ γὰρ ὁ ὄρθρος τὴν ζοφώδη τῆς νυκτὸς διαρρήγνυσιν ἀμπεχόνην, οὕτω φησὶ τὴν νύκτα τῶν συμφορῶν οὗτος ὁ ἔννομός σου διαλύσει βίος καὶ τῆς ἐμῆς σοι προνοίας χορηγήσει τὸ φῶς. Καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ. Ὀξεῖαν γάρ σοι χορηγήσω τὴν ἴασιν. Καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε. Ἔδειξεν ὡς τὰ θεῖα τοῖς ἡμετέροις (ἔρ)γοις ἀκολουθεῖ. Τῆς γὰρ ἡμετέρας ἡγουμένης δικαιοσύνης ἕπεται τοῦ θεοῦ τῶν ὅλων ἡ δόξα περιβλέπτους ἡμᾶς ἀποφαίνουσα. 9 Τότε βοήσῃ, καὶ ὁ θεὸς εἰσακούσεταί σου. Ἔτι λαλοῦντός σου (ἐρεῖ)· Ἰδοὺ πάρειμι. Μέγας ὁ τῆς δικαιοσύνης μισθός· τὴν γὰρ πρὸς τὸν θεὸν ἡμῖν παρρησίαν χαρίζεται. Τὸ δέ· Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι, οὐ φωνήν τινα σημαίνει ἀλλὰ τὴν διὰ τῶν πραγμάτων ἐνέργειαν· (δι') αὐτῶν γάρ φησι μαθήσῃ τῶν πραγμάτων ὅτι πάρεστί σοι ὁ παρακληθεὶς παρὰ σοῦ θεός. Ἐὰν ἀφέλῃς ἀπὸ (σοῦ) σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ 10καὶ δῷς πεινῶντι ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τετα(πειν)ωμένην ἐμπλήσῃς. Σύνδεσμον τὰς ἀδίκους καλεῖ πλοκάς, χειροτονίαν δὲ τὴν ἄδικον τῶν (χειρ)ῶν κίνησιν ἢ ἐπὶ πληγαῖς γιγνομένην ἢ ἐπὶ γράμμασιν. Τὸν δὲ γογγυσμὸν καὶ ὁ μακάριος ἀπαγο(ρεύ)ει Παῦλος· «Πάντα» γάρ φησι «ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν.» Τοῦτο δὲ καὶ ὁ προφητικὸς ἡρμήνευσε λόγος· (Ἐὰν) δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου, τουτέστι μὴ βιαίως μὴ ἀναγκαστικῶς μηδὲ δυσχεραίνων [μη]δὲ διὰ δόξαν κενὴν ἀλλὰ διὰ τὴν περὶ τὸν πέλας φιλοστοργίαν. Τότε ἀνατελεῖ ἐν τῷ σκότει (τὸ) φῶς σου καὶ τὸ σκότος σου ὡς μεσημβρίαν. Μεταβαλῶ γάρ σου τὰς συμφορὰς καὶ ἐν αὐτῷ τῷ ζόφῳ καθαρόν σοι δείξω τὸ φῶς. 11 Καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός, καὶ ἐμπλησθήσῃ (κα)θὰ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται. Ἕξεις ἐπίκουρον τὸν θεὸν παρέχοντά σοι τῶν ἀ[γα]θῶν τὴν μετάληψιν. Ὀστᾶ δὲ τοὺς λογισμοὺς τροπικῶς ἡγοῦμαι κεκλῆσθαι· οὗτοι γὰρ δέχονται τὴν εὐφροσύνην. Εἰ δὲ καὶ ἐπὶ τῶν ὀστῶν λάβοι τις τὴν θείαν ὑπόσχεσιν, οὐκ ἂν ἁμάρτοι τοῦ τῆς προφητείας σκοποῦ· διὰ γὰρ τῆς κατὰ ψυχὴν εὐφροσύνης καὶ τὸ σῶμα πιαίνεται· «Καρδία» γάρ φησιν «εὐφραινομένη θάλλει πρόσωπον.» Καὶ ἔσῃ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ὕδατος ἣ<ν> μὴ ἐξέλιπεν ὕδωρ. Ἔδειξε διὰ τῶν εἰκόνων σαφέστερον τῶν ἀγαθῶν τὴν ὑπόσχεσιν. 12 Καὶ οἰκοδομηθήσονταί σου αἱ (ἔρημοι αἰ)ώνιοι, καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια, γενεαῖς γενεῶν ἀναστήσεις. Οἰκοδομίαν ο(ὐ τὴν αἰ)σθη(τὴν) ἐνταῦθα καλεῖ ἀλλὰ τὴν πνευματικήν· πῶς γὰρ ἂν γένοιτο αἰσθητὴ οἰκοδομία αἰώνιος, τῶν (ὁ)ρωμένων μεταβαλλομένων ἁπάντων κατὰ τὸν τῆς συντελείας καιρόν; Τοῦτο δὲ καὶ τὸ ἀναστήσεις αἰνίττεται· αὕτη γὰρ ἡ οἰκοδομία μετὰ τὴν ἀνάστασιν δείκνυται. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Εἰ δέ τι ἐποικοδομεῖ (ἐπὶ τὸν) θεμέλιον τοῦτον, χρυσὸν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην, ἑκάστου τὸ ἔργον (φανερὸ)ν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι (τὸ) πῦρ δοκιμάσει.» Καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν ἢ κατὰ τοὺς Λοιποὺς Ἑρμηνευτὰς «δ(ιακοπῆς)«. Καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις. Ὁ γὰρ τῆς πλάνης τὰς ἀτραποὺς ἀποφ(ράττ)ων (καὶ τ)ὰς τοιαύτας ἀποτειχίζων διακοπὰς καὶ πάντοθεν ἑαυτὸν τειχίζων καὶ περιφράττων εἰκό(τως οἰκοδόμος) φραγμῶν ὀνομάζεται. 13 Ἐὰν ἀποστρέψῃς ἀπὸ τῶν σαββάτων τὸν πόδα (ς)ου τοῦ μὴ ποιεῖν (τὰ θελήματά) σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσῃς τὰ σάββατα τρυφερά, ἅγια τοῦ θεοῦ, δ(εδοξας)μέν(α καὶ δοξάσῃς) αὐτά, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ' ἔργῳ σου οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου |174 a| 14 καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον. Τὸ φιλόνεικον καὶ ἐριστικὸν τῆς τῶν Ἰουδαίων γν[ώμης ἐνταῦθα] μανθάνομεν. Ἡνίκα γὰρ ἔδει φυλάττειν τὸν νόμον, ἀδεῶς τοῦτον παρέβαινον. Καὶ [τοῦτο ἐλέγχει] τῆς προφητείας ὁ λόγος· ὡς γὰρ μὴ τιμῶσιν ἀργίᾳ τὸ σάββατον τοῦτο κελεύει ποιεῖν. Νῦν [δὲ] τοῦ νόμου λυθέντος φυλάττειν φιλονεικοῦσι τὸν νόμον, ὥσπερ διὰ τοῦτο καὶ παραβαίνοντες καὶ φυλάττοντες, ἵνα παροξύνωσι τὸν θεόν. Τούτου χάριν διὰ μὲν τοῦ Ἰεζεκιήλ φησιν ὁ θεός· «Ὁ δὲ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσιν», διὰ δὲ τοῦ Ὠσηέ· «Ἐφραὶμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος», τουτέστιν [ἐρι]στική, φιλόνεικος, τὸν ζυγὸν οὐ δεχομένη. Τρυφερὰ μέντοι καλεῖ τὰ σάββατα ὡς σωματικῶν πόνων ἀπηλλαγμένα. Διδάσκει δὲ καὶ τῆς ἀργίας τὸν τρόπον· Οὐ λαλήσεις γάρ φησι λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον· ὥστε τῇ τῶν κακῶν ἀργίᾳ τιμᾶσθαι κελεύει τὸ σάββατον, προς(έχειν) δὲ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ. Οὗ δὴ χάριν καὶ τοῖς ἱερεῦσι διπλάσιον ἐπιτίθησι πόνον· διπλᾶ γὰρ προσέφερον τὰ θύματα· ἀνάγκη δὲ ἦν καὶ θύειν τὰ ἱερεῖα καὶ πλύνειν τὰ κρέα καὶ τῷ βωμῷ προσφέρειν καὶ πῦρ ἅπτειν καὶ τῷ πυρὶ ὀρέγειν τὴν τῶν ξύλων τροφήν. Καὶ ἡ ἀνάγνωσις δὲ τῶν θείων λογίων πλεῖον ἐγίγνετο καὶ ἡ ὑμνῳδία καὶ ἡ προσευχή. Καὶ δι' ἁπάντων δείκνυται ὡς τῶν αἰσθητῶν αὐτοὺς ἀπάγων ὁ νόμος τοῖς πνευματικοῖς κατὰ τὴν ἡμέραν τῶν σαββάτων προσῆγεν· οὐ γὰρ ἠδύναντο τοῦτο διηνεκῶς δρᾶν σαρκικώτερον ζῶντες καὶ τῇ τοῦ σώματος θεραπείᾳ προστετηκότες. Καὶ ἀναβιβάς(ει σε) ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν εὐλογίαν Ἰακὼβ τοῦ πατρός σου. Καὶ ἡ βεβαίωσις τῶν [εἰρημένων]· Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. Ἀψευδής φησιν ὁ ὑποσχόμενος· δώσει σοι πάντως τῶν ἀγαθῶν τὴν μ[ετάληψιν], καὶ τῆς προγονικῆς ἀπολαύσῃ προνοίας. 591 Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ ῥύσασθαι, ἢ ἐβάρυνε τὸ οὖς (αὐτοῦ) τοῦ μὴ εἰσακοῦσαι; Τί φησιν ὑπολαμβάνετε ἀσθενῆ με εἶναι ἢ ἀπηνῆ; Οὐ δύναμαι ἐπαμῦναι ἢ οὐ [βεβούλ]ημαι; 2 Ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμα(ρτίας) ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν τοῦ μὴ ἐλεῆσαι. Ὁ παράνομος ὑμῶν βίος [οὐκ ἐᾷ] τῆς θείας ὑμᾶς ἀπολαῦσαι προνοίας. Εἶτα τούτου διδάσκει τὰ εἴδη· 3 Αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι (αἵ)ματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. Διὰ πάντων τὰ κατὰ τοῦ σωτῆρος τυρευθέντα προλέγει. Τοῖς γὰρ χείλεσιν ἐμελέτησαν τὸν ἄδικον φόνον —»συμβούλιον» γάρ φησιν «ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν»—, ταῖς δὲ χερσὶ συνεπέραναν τὴν βουλήν— συλλαβόντες γὰρ αὐτὸν παρέδωκαν τῷ Πιλάτῳ. 4 Οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι χρί(σις) ἀληθινή, πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά. Ἔρημοι καὶ δικαιοσύνης καὶ ἀληθείας εἰσὶ καὶ θρασύτητι μόνῃ θαρροῦσι καὶ ματαίοις πρὸς ἀλλήλους κέχρηνται λόγοις. Ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν. Κύησιν καλεῖ τοὺς λογισμούς, τόκον δὲ τὴν πρᾶξιν. Παράνομά φησι λογίζονται καὶ [παρανόμως] σπουδάζουσιν ἃ παρανόμως λογίζονται. Ἔνια μέντοι τῶν ἀντιγράφων οὕτως ἔχει· «Ὅτι κύουσι πόνον καὶ τίκτουσι μάταια.» Κακὰ γὰρ βουλευόμενοι σοὶ ἑαυτοῖς τεκταίνουσιν ὄλεθρον, οὐκ ἀδι[κοῦσι] τὸν ἐπιβουλευόμενον. 5 ᾨὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν. Τῇ εἰρημένῃ ἐκδόσει καὶ [ταῦτα] συμ[β]αίνει· ᾠοῖς γὰρ ἀσπίδων ἀπεικάζει τοὺς λογισμούς, ἱστῷ δὲ ἀράχνης τῆς κακίας τὸ ἀ[σθενές]. Καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν ἐσθίειν συντρίψας οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκος. Ὁ γὰρ δ(εσπότης) Χριστός, ᾧ τὴν θηριώδη ταύτην ἐπιβουλὴν ἀπεκύησαν, ἀνεμιαῖον εὗρε καὶ οὔριον τὸ ᾠόν· βλάβην γὰρ ἐκεῖθεν οὐδεμίαν ἐδέξατο. Δῆλος δὲ ὅμως ὁ τῶν ἐπιβουλευόντων σκοπός· κατὰ γὰρ τὴν ἐκείνων γ(νώμην |174 b| ὅτι πικρότατον θηρί)ον ὁ βασιλίσκος ἐκ τῶν ᾠῶν ἐξῄει, ἡ δὲ τοῦ ἐπιβουλευομένου δύνα(μις) καὶ τὸ ᾠὸν συνέτριψε καὶ οὔριον ἔδειξεν. Τοῦτο καὶ διὰ τῶν ἑξῆς δηλοῖ· 6 Ὁ ἱστὸς αὐτῶν (οὐ)κ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Καθάπερ γὰρ τὰ ἀραχναῖα ὑφάσματα τὰ μὲν σμικρότατα θηρεύει ζῳύφια, ὑπὸ δὲ τῶν μειζόνων διασπᾶται (ῥᾳδί)ως, οὕτως καὶ τὰ τούτων μηχανήματα ὁ ὑπ' αὐτῶν ἐπιβουλευθεὶς εὐπετῶς μάλα διέσπασεν. (Τὰ γὰρ) ἔργα αὐτῶν ἔργα ἀνομίας, καὶ ἔργον ἄδικον ἐν χερσὶν αὐτῶν. 7Οἱ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι ταχινοὶ ἐκχέαι αἷμα ἀναίτιον, καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 8καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν, οὐκ ἔστι κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι ἃς διοδεύουσι, καὶ οὐκ οἴδασιν εἰρήνην. Διὰ πάντων φησὶ παρανομοῦσι τῶν μορίων τοῦ σώματος, διὰ τῶν χειρῶν, διὰ τῶν ποδῶν, διὰ τῆς γλώττης· ὁ δὲ λογισμὸς πρὸ τούτων παρανομεῖ, ἐξέπεσε γὰρ εἰς ἀφροσύνην, ὅθεν οὐδὲ τὴν εἰρήνην παραγενομένην ἐπέγνω. 9 Διὰ (τοῦ)το ἀπέστη ἡ κρίσις ἀπ' αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη. Ἔρημοι γὰρ τῆς θείας (κη)δεμονίας ἐγένοντο. Ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν (ἐν ἀ)ωρίᾳ περιεπάτησαν. Εὐημερίαν φησὶ προσμείναντες παρεδόθησαν δυσπραξίᾳ· φῶς γὰρ (ἐντ)αῦθα τὴν εὐημερίαν καλεῖ, τὴν δὲ δυσκληρίαν σκότος ὀνομάζει. 10 Ψηλαφήσουσιν ὡς τυφλοὶ (τοῖχ)ον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσιν. Τούτοις καὶ τὰ πράγματα μαρτυρεῖ· (ἀναγιν)ώσκοντες γὰρ τὴν θείαν γραφὴν οὐχ ὁρῶσι τὴν ταύτης ἀλήθειαν καὶ τυφλοῖς ἐοίκασι ψη(λαφῶσι) μὲν τοῖχον οὐχ ὁρῶσι δὲ τοῦτον. Πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ. Τοῦτο (πάν)των ἀνιαρότατον· τοῦ γὰρ ἡλίου τῆς δικαιοσύνης πᾶσαν τὴν οἰκουμένην φωτίσαντος αὐτοὶ προς(πταί)ουσι καὶ καταπίπτουσιν ὡς ἐν μέσῃ νυκτί. Ὡς ἀποθνῄσκοντες στενάζουσιν. Οὕτως ἀνιαρὸν [διαπορε]ύσονται βίον ὡς καὶ τὴν ζωὴν αὐτῶν θανάτῳ προσεοικέναι. 11 Ὡς ἄρκος καὶ ὡσεὶ περιστερὰ (ἅμα) πορεύσονται, τοῦ μὲν θηρίου τὸ ὠμοβόρον μιμούμενοι, τῆς δὲ περιστερᾶς τὴν ἀδολεσχίαν ἐν τοῖς (θρή)νοις δεικνύντες. Διδάσκει δὲ ὁ λόγος καὶ ὃ καθ' ἡμῶν ἔχουσι μῖσος καὶ ἣν περίκεινται ὀδύνην (τὰ) οἰκεῖα θεωροῦντες κακά. Εἶτα εἰς ἐξομολόγησιν αὐτοὺς καὶ μεταμέλειαν ὁ φιλάνθρωπος ἐκκαλούμενος διὰ τῆς προφητικῆς γλώττης τὸν τῆς ἐξομολογήσεως ὑποδείκνυσι τρόπον· Ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν· (σωτηρ)ία μακρὰν ἀφέστηκεν ἀφ' ἡμῶν. Ἠλπίσαμέν φησι τῆς σῆς ἀπολαύσασθαι προμηθείας καὶ τῆς ἐλπίδος διημαρτήκαμεν. Καὶ τὴν αἰτίαν διδάσκει· 12 Πολλὴ γὰρ ἡμῶν <ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν. Οὐ σὺ ἡμῶν> ἠμέλησας, ἀλλ' ὁ παράνομος ἡμῶν βίος τῆς σῆς ἡμᾶς ἐπιμελείας ἐστέρησεν. Αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν, 13ἠσεβήσαμεν καὶ ἐψευσάμεθα ἐν κυρίῳ καὶ ἀπέστημεν ἀπ' ὄπισθεν τοῦ θεοῦ ἡμῶν, ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους 14καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν. [Ταῦτα δὲ] ὁ προφητικὸς διεξέρχεται λόγος, τοὺς ὠφελεῖσθαι βουλομένους πα[ρακαλῶν τούτοις] τοῖς λόγοις τὸν δεσπότην ἱλεοῦσθαι ὅτι ἴσμεν ἡμῶν τὰ πλημμελήματα, ἔγνωμεν τὴν ἀσέβειαν, ἐψευσάμεθά σε τὸν δεσπότην ὑποσχόμενοι μὲν φυλάττειν σου τοὺς νόμους, τούτους δὲ παραβάντες, ἀντιλέγοντές σοι διετελέσαμεν, ἄδικα φθεγγόμενοι, ἄδικα λογι[ζό]μενοι, τὴν σὴν οὐ δειμαίνοντες κρίσιν, πόρρω τῆς δικαιοσύνης γινόμενοι. Εἶτα [μετα]βάλλει τοῦ λόγου τὸ σχῆμα καὶ τούτων αὐτῶν τὴν κατηγορίαν ποιεῖται· |175 a| Ὅτι καταναλώθη ἐν ταῖς ὁδοῖς ἡ ἀλήθεια. Φροῦδός φησιν ἐγένετο, τοῦ ψεύδους αὐτὴν κατακρύψαντος. Καὶ δι' εὐθείας οὐκ ἠδύναντο ἐλθεῖν. Τὴν γὰρ ἐναντίαν ὁδεύοντες διετέλεσαν. 15 Καὶ ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι. Ἔδειξε πῶς ὑπεχώρησεν ἡ [ἀλήθεια]· συνιδεῖν γάρ φησι τὸ δέον οὐκ ἠβουλήθησαν ἀλλὰ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι τὸ πρακτ[έον] τε καὶ συμφέρον. Ἐγένετο ἡ ἀλήθεια ἐπιλείπουσα, καὶ ὁ ἐκκλίνων ἀπὸ κακοῦ πολιορκούμενος. [Οὕ]τω γὰρ πόρρω τῆς ἀληθείας ἐγένοντο ὡς προφανῶς πολεμεῖν τοῖς ἀποστρεφομένοις τὴν πονη[ρίαν καὶ] τὰ ἀγαθὰ αἱρουμένοις. Καὶ εἶδε κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις, 16Καὶ εἶδε, (καὶ) οὐκ ἦν ἀνήρ, καὶ κατενόησε, καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος. Ἀπαρέσκει γὰρ τῷ δικαίῳ κριτῇ τὰ ἄδικα [ἔργα] οὐδὲ ἄνδρας καλεῖ τοὺς τούτων ἐργάτας· «ἄνθρωπος» γὰρ «ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.» Καὶ ἠμύνατο αὐτοὺς ἐν τῷ βραχίονι αὐτοῦ καὶ ἐν τῇ ἐλεημοσύνῃ αὐτοῦ ἐστηρίσατο. Ἀντὶ τῆς ἐλεημοσύνης οἱ Τρεῖς Ἑρμηνευταὶ «τὴν δικαιοσύνην» τεθείκασιν· δικαίαν αὐτο[ῖς] φησι τιμωρίαν ἐπήγαγεν. Βραχίονα δὲ τὴν ἐνέργειαν ὀνομάζει. Καὶ ἡ ἐλεημοσύνη δὲ τὸ χρήσιμον τῆς παιδείας διδάσκει· ἐπ' ὠφελείᾳ γὰρ ὁ τῶν ὅλων παιδεύει θεός. 17 Καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικ(ήσεως) καὶ τὸ περιβόλαιον ζήλου 18ὡς ἀνταποδώσων ἀνταπόδοσιν, ὄνειδος τοῖς ὑπεναντίοις αὐτοῦ, ἄ(μυναν) τοῖς ἐχθροῖς αὐτοῦ. Ὑπέδειξεν ἡμῖν ὁ προφητικὸς λόγος οἷόν τινα στρατηγὸν κατὰ πολεμίων καθω(πλις)μένον τὸν τῶν ὅλων θεόν. Τὸ δὲ εἶδος τῶν ὅπλων πνευματικῶς νοεῖν παρασκευάζει τὰ τροπικῶς εἰρημ(ένα)· τὸν θώρακα οὐκ ἐκ σιδήρου ἀλλ' ἐκ δικαιοσύνης πεποιημένον ἔδειξε καὶ τὴν περικεφαλαίαν ὡς(αύτως) σωτηρίαν ἐκάλεσε καὶ τὸ ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ζήλου, ἀντὶ τοῦ· δικαίως καὶ (ἐπὶ σωτηρίᾳ) τὴν τιμωρίαν ἐπάξει. Σωτήριος γὰρ αὐτοῦ καὶ ἡ κόλασις· πλειόνων γὰρ ἁμαρτημάτων τοὺς ἀ(ναιρουμένους) ἐλευθεροῖ. Εἶτα μετὰ ἀστερίσκων πρόσκειται· Ταῖς νήσοις ἀπόδομα ἀποτίσει. Τοὺς γὰρ Ἰουδαίους [κο]λάζων τοῖς ἔθνεσι λοιπὸν τὴν ἐπηγγελμένην εὐλογίαν προσοίσει καὶ ἀποτίσει ὅπερ τοῖς [πατρι]άρχαις ὑπέσχετο, ὑπέσχετο δὲ ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη. Τοῦτο δὲ καὶ τὰ ἑξῆς σημαίνει· 19 Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὸ ὄνομα αὐτοῦ τὸ ἔνδοξον. Πᾶσαν δεδήλωκε τὴν ὑφ' ἡλίῳ διὰ τῶν ἀνατολῶν καὶ δυσμῶν. Διὰ τούτου δὲ τῶν ἐθνῶν ἁπάντων τὴν θεογνωσίαν θεσπίζει. Ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀρ(γὴ παρὰ) κυρίου, ἥξει μετὰ θυμοῦ. Ὁρῶντες γὰρ οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωποι, οἵας ἔδοσαν Ἰου(δαῖοι) δίκας ὑπὲρ ὧν κατὰ τοῦ σωτῆρος ἐτόλμησαν, προσκυνήσουσιν εἰκότως τὸν τὴν θείαν ἐπιδείξαντα δ(ύνα)μιν. Εἶτα διδάσκει τίνος χάριν ἐπήγαγε τὴν ὀργὴν Ἰουδαίοις· 20 Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ (ῥυ)όμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ, εἶπε κύριος. Πρὸς αὐτοὺς γὰρ πρώτο(υς ὁ σωτὴρ) παρεγένετο καὶ πρῶτον αὐτῶν ἐβουλήθη τὴν ἀσέβειαν λῦσαι. Τοῦτο δὲ καὶ αὐτὸς ἔλ(εγεν· «Οὐ)κ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ μέντοι καὶ τοὺς ἀποστόλο[υς] πρὸς αὐτοὺς ἀπέστειλε πρώτους, ἔφη γὰρ πρὸς αὐτούς· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλ(θητε καὶ) εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπ(ολωλότα) οἴκου Ἰακώβ.» 21 Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, λέγει κύριος. Ταῦτα ἐπηγγειλά[μην τε αὐτοῖς καὶ] πεπλήρωκα. Τὸ πνεῦμα τὸ ἐμὸν ὅ ἐστιν ἐπὶ σοὶ καὶ τὰ ῥήματα ἃ δέδωκα εἰς (τὸ στόμα σου) <οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου> (καὶ) ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπε κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. [Στόμα μὲν ἐνταῦθα] τὸ ἀποστολικὸν καλεῖ, σπέρμα δὲ ἀποστόλων τῆς ἐκ<είνων> διδασκαλίας τοὺς διδασκ[άλους. Ὑπι]σχνεῖται τοίνυν τὴν χάριν τοῦ πνεύματος τοῖς εἰς αὐτὸν πεπιστ[ευκόσι] . . . . . . . . . . . . . . . . . . . |175 b| . . . . . . . . [μέχ]ρι τῆς τοῦ παρόντος αἰῶνος συντελείας τοῖς θείοις λόγοις ἐπεντρυφᾶν. Ταύτης τοίνυν [τῆς χάριτο]ς καὶ ἡμεῖς ἀπολαύοντες τὸν ταύτης χορηγὸν ἀνυμνήσωμεν ᾧ πρέπει δόξα εἰς [τοὺς] αἰῶνας τῶν αἰώνων. Ἀμήν.