Ancient Greek
Section 19
Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam 19.1
Not analysed yet
ΤΟΜΟΣ ΙΘʹ 601 Φωτίζου φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, (καὶ) ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Θαυμαζόντων ποτὲ τῶν ἱερῶν ἀποστόλων τῶν τοῦ ναοῦ λίθων τὸ μέ[γεθος] εἶπεν ὁ κύριος· «Οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ.» Ἐρομένων πάλιν ἐκείνων· «Πότε (ταῦτα ἔ)σται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας;» Τὰ δύο κατὰ ταὐτὸν ὁ δεσπότης διδάσκει, οὐ κατὰ δι[αίρεσι]ν λέγων ἀλλ' ἀμφότερα προλέγων ὁμοῦ, τά τε περὶ τῆς Ἰουδαϊκῆς τά τε περὶ τῆς καθόλου πολιτείας. [Δια]κρίνουσι δὲ ὅμως οἱ ν<ο>ῦν ἔχοντες καὶ γινώσκουσι, τίνα μὲν ἁρμόττει τῷ τέλει τῆς Ἰουδαίων [λ]ατρείας, τίνα δὲ τῇ συντελείᾳ τοῦ κόσμου. Οὕτω κἀνταῦθα τρεῖς ἔχει κατὰ ταὐτὸν ὑποθέσεις ἡ πρόρρησις· προθεσπίζει γὰρ ὡς μὲν ἐν σκιογραφίᾳ τὴν ἐπὶ Κύρου καὶ Δαρείου γεγενημένην τῆς Ἱερουσαλὴμ οἰκοδομίαν· ὡς ἐν εἰκόνι δὲ ἐκ πλειόνων γεγραμμένῃ χρωμάτων καὶ τῆς ἀληθείας ἀκριβεστέρους δείκνυσι τοὺς τύπους, τὴν τῆς ἁγίας ἐκκλησίας λαμπρότητα· προδηλοῖ δὲ ὅμως καὶ αὐτὸ τὸ τῆς εἰκόνος [ἀρ]χέτυπον, τοῦτο δέ ἐστιν ὁ μέλλων βίος καὶ ἡ ἐν οὐρανοῖς πολιτεία. Ταύτην δὲ τὴν διαίρεσιν καὶ ὁ θεῖος [ἡμ]ᾶ[ς] ἐδίδαξε Παῦλος· «Σκιὰν γάρ» φησιν «ἔχων ὁ νόμος τῶν μελλόντων καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πρα(γμά)των.» Καὶ καλεῖ πράγματα μὲν μέλλοντα τὸν ἀθάνατον ἐκεῖνον καὶ ἄλυπον βίον, τὴν ἀγήρω ζωὴν φροντίδος ἀπηλλαγμένην· εἰκόνα δὲ πραγμάτων τὴν ἐκκλησιαστικὴν πολιτείαν τὴν κατὰ τόνδε τὸν βίον ὡς οἷόν τε μιμουμένην τὰ μέλλοντα· σκιὰν δὲ τὸν νόμον ταύτης ἀμυδρότερον ταῦτα διδάσκοντα. [Καὶ] γὰρ οἱ ζωγράφοι ἔχουσι μὲν τὸ ἀρχέτυπον οὗ κατὰ μίμησιν γράφουσι, σκιαγραφοῦσι δὲ πρότερον, [εἶτα] περιβάλλουσι τὰ χρώματα τῇ σκιᾷ. Εἰ δὲ ἀντιτείνουσιν Ἰουδαῖοι εἰς ἑαυτοὺς ἕλκειν πᾶσαν [τὴν] προφητείαν πειρώμενοι, δι' αὐτῆς αὐτοὺς σὺν θεῷ φάναι τῆς προφητείας ψευδομένους ἐλέγξομεν. [Ταῦ]τα τοίνυν τὰ προειρημένα ῥητὰ ἁρμόττει μὲν οὕτω πως καὶ τῇ παλαιᾷ Ἱερουσαλὴμ παρ' ἐλπίδα πᾶσαν [δε]ξαμένῃ τὴν προτέραν λαμπρότητα· ἁρμόττει δὲ διαφερόντως τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τῆς θεογνωσίας δεξα[μέ]νῃ τὸ φῶς καὶ τοῦ σωτῆρος τὴν δόξαν περικειμένῃ. 2 Ὅτι ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος ἐπ' ἔθνη· (ἐπὶ) δὲ σὲ φανήσεται κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ φανήσεται. Καὶ τοῦτο ὡσαύτως διπλῆν ἔχει ἔννοιαν. (Κατέ)λυσε μὲν γὰρ τὴν Βαβυλωνίων δυναστείαν καὶ οἷόν τινι σκότῳ τῇ πολιορκίᾳ καὶ τῇ δουλείᾳ (παρέ)δωκεν, ἐν δὲ τοῖς κατὰ τὴν Ἱερουσαλὴμ τὴν οἰκείαν δύναμιν ἔδειξεν ἀνεγείρας αὐτὴν καὶ περίβλε(πτον) ἀποφήνας. Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῆς ἁγίας αὐτοῦ πεποίηκεν ἐκκλησίας· αἰσχύνῃ μὲν γὰρ (καὶ σκότῳ) παρέδωκε τοὺς διώκοντας, αὐτὴν δὲ περίβλεπτον ἀπειργάσατο. Καὶ παρὰ πάντων (τὸ ἄμαχον) αὐτοῦ κηρύττεται τῆς δυνάμεως. 3 Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητι τῆς (ἀνατολῆς ς)ου. Εἰπάτωσαν Ἰουδαῖοι ποῖοι βασιλεῖς τὴν κατὰ νόμον λατρείαν ἠσπάσαντο, ποῖα δὲ ἔθνη δι' (αὐτῶν ἐπ)οδηγήθη πρὸς τὸν τῶν ὅλων θεόν. Ἀλλ' ἐκεῖνοι μὲν οὐκ ἂν δείξαιεν, παρ' ἡμῖν δὲ ὁρᾶται τῆς προ(φητείας τὸ) τέλος· τῆς γὰρ ἁγίας τοῦ θεοῦ ἐκκλησίας τὸ φῶς καὶ τὰ ἔθνη κατηύγασε καὶ βασιλεῖς πρὸς (τὴν ἀλήθειαν) ἐποδήγησεν. 4 Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα πάντα τὰ τέκνα σου· (ἥκασι) πάντες <οἱ> υἱοί σου μακρόθεν. Καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται. Οὐδὲ τοῦτο κατ' ἀκρί(βει)αν τοῖς Ἰουδαίοις ἁρμόττει· οὐδὲ γὰρ ἅπαντες ἐπανῆλθον οἱ γενόμενοι δορυάλωτοι ἀλλ' οἱ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς καὶ οὐδὲ οὗτοι πάντες ἀλλ' ὅσοι τῆς προγονικῆς εὐσεβείας ἀντείχοντο· μεμενήκασι γὰρ οἱ μὲν τὴν παρ' Ἀσσυρίοις διαγωγὴν ἀσπασάμενοι, οἱ δὲ τῆς Αἰγύπτου τὴν οἴκησιν προελόμενοι, οἱ δὲ εἰς ἅπαντα διεσπαρμένοι τὰ ἔθνη. Ἡ δὲ τοῦ θεοῦ ἐκκλησία ἐκ τῶν ἐθνῶν ἁπάντων συλλέγει τὰ τέκνα· καὶ ἔστιν ἰδεῖν ἐξ ἁπάσης τῆς οἰκουμένης εἰς τὴν τῶν Ἱεροσολύμων συντρέχοντας |176 a| πόλιν, οὐχ ἵνα ἐν τῷ Ἰουδαίων ναῷ τὸν θεὸν προσκυνήσωσιν ἀλλ' ἵνα τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως καὶ τῆς ἀναλήψεως τοὺς πολυθρυλήτους ἴδωσι τόπους. 5 Τότε ὄψῃ καὶ χαρήσῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος θαλάσσης καὶ ἐθνῶν καὶ λαῶν. Οὐδὲ τοῦτο τοῖς Ἰουδαίοις ἁρμόττει· ποίων γὰρ αὐτ(οῖς) ἐθνῶν καὶ λαῶν προσηνέχθη πλοῦτος; Ἡ δὲ τοῦ θεοῦ ἐκκλησία τὰ πάλαι τοῖς δαίμοσι προσφερόμενα δέχεται, (καὶ) ἡ πάλαι πικρὰ τῶν ἐθνῶν θάλασσα τῷ ξύλῳ τοῦ σωτηρίου σταυροῦ γλυκανθεῖσα καὶ τὴν παράδοξον δεξ(αμένη) μεταβολὴν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ προσφέρει τὰ δῶρα, διαφερόντως δὲ εἰς τὴν Ἱεροσολύμων ταῦτα προσφέρουσι πόλιν ἐκ πάσης γῆς καὶ θαλάττης συντρέχοντες. Καὶ ἥξουσιν 6ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γηφά, πάντες ἐκ Σαβὰ ἥξουσι φέροντες χρυσίον, καὶ λίβανον οἴσουσί σοι, καὶ τὸ σωτήριον παρὰ κυρίου εὐαγγελιοῦνται, 7καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσεταί σοι, καὶ κριοὶ Ναβεὼθ ἥξουσί σοι, κ(αὶ) ἀνενεχθήσεταί σοι δῶρα δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. Μαδιὰμ καὶ Κηδὰρ καὶ Γεφὰ ἔθνη ἐστὶ βαρβάρων νομάδων ἐκ τοῦ Ἰσμαὴλ καταγόντων τὸ γένος, [Σαβὰ] δὲ φῦλόν ἐστιν Αἰθιοπικόν. Διδάσκει δὲ καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις· ἣν γὰρ τῶν Βασιλειῶν ἡ ἱστο[ρία] βασίλισσα<ν> ὀνομάζει Σαβά, ταύτην ὁ κύριος βασίλισσαν Αἰθιόπων καλεῖ, φησὶ δὲ οὕτως· «Βασίλισσα Αἰθιόπων ἀναστήσεται καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τῆς σοφίας Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε.» Ἐκ τούτων ἦν καὶ ὁ εὐνοῦχος [ὃν ὁ] Φίλιππος μυσταγωγήσας ἐβάπτισεν. Ταῦτα δὲ καὶ ὁ θεσπέσιος εἶπε Δαυὶδ τοῦ κυρίου προλέγων τὴν ἐνα[νθρώπησιν]. Εἰρηκὼς γάρ· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν, ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη» ἐπάγει· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λεί(ξουσι), βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα (προσά)ξουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσου(σιν αὐ)τῷ.» Ἄραβες δὲ καλοῦνται καὶ οἱ τοῦ Κηδὰρ καὶ οἱ τοῦ Μαδιὰμ καὶ Γεφὰ καὶ Ναβεώθ, [οἳ τῆς] Ἀραβίας οἰκοῦσι τὰ ἔρημα· ἐπὶ καμήλων δὲ οὗτοι καὶ δρομάδων ὀχοῦνται. Καὶ μέντοι καὶ [δῶρα προς]φέρειν ἐκ τούτων εἰώθασι τῷ τῶν ὅλων θεῷ· καὶ οἱ μὲν τῷδε τῷ ἀποστόλῳ πελάζοντες ἐκ[είνῳ δῶ]ρα προσφέρουσιν, οἱ δὲ <τῷδε> τῷ μάρτυρι γειτνιάζοντες δι' ἐκείνου τὸν θεὸν ἱλεοῦνται καὶ οἷόν τινας [ἀ]παρχὰς ἅπερ ἂν ὑπόσχωνται προσκομίζουσιν. Πρὸς δὲ ταῖς καμήλοις καὶ τὰ πρόβατα [προσφέρειν εἰώ]θασιν. Εἰ δέ τις ἀκριβῶς τῶν ῥητῶν καταμάθοι τὴν ἔννοιαν, αὐτοὺς εὑρήσει τοὺς ἀν(θρώπους πρό)βατα καὶ κριοὺς καὶ καμήλους προσηγορευμένους. Οὐ γὰρ εἶπεν· Οἴσουσι καμήλους, ἀλλ'· (Ἥξουσιν) ἀγέλαι καμήλων καὶ καλύψουσί σε κάμηλοι Μαδιάμ, καὶ πάντα τὰ πρόβατα Κηδὰρ συν(αχθήσεταί σοι). Διδάσκει δὲ ὁ λόγος ὅτι καὶ οἱ ἀλογώτερον διακείμενοι τοῦ τῆς θεογνωσίας φωτὸς [κοινωνή]σουσιν. Καὶ μὲν δὴ καὶ ἐπὶ τὸ θυσιαστήριον οὐκ ἄλογα εἶπεν ἀνενεχθήσεσθαι [δῶρα ἀλλὰ |176 b| δε]κτά, τουτέστιν ἀρεστά. Αὐτοῦ ἔστι φωνή· «Θυσία αἰνέσεως δοξάσει με», καί· «Θῦσον τῷ θεῷ (θυσίαν αἰ)νέσεως.» 8 Τίνες οἵδε ὡσεὶ νεφέλαι πέτονται καὶ ὡσεὶ περιστεραὶ σὺν νεοσσοῖς αὐτῶν ἐπ' ἐμέ; (Ἐστὶ Σι)ών. Τὸ Σιὼν ἔνια τῶν ἀντιγράφων οὐκ ἔχει οὐδὲ τὸ Ἑξαπλοῦν οὐδὲ ἡ Ἀκύλα καὶ Συμμάχου καὶ Θεοδοτίωνος ἔκδοσις οὐδ' αὐτὴ ἡ Ἑβραϊκὴ γραφή, ἀλλ' ὅμως ἡμεῖς ὡς κείμενον ἑρμηνεύσομεν. [Σι]ὼν γὰρ πολλάκις ἐδείξαμεν οὐ μόνον τὴν παλαιὰν ἐκείνην ὀνομαζομένην ἀλλὰ καὶ τὴν τοῦ θεοῦ ἐκκλησίαν καὶ τὴν τῶν οὐρανῶν πολιτείαν· «Προσεληλύθατε» γάρ φησι «Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, (Ἱερουσα)λὴμ ἐπουρανίῳ.» Ἐκπλήττεται τοίνυν ἡ τοῦ θεοῦ ἐκκλησία τὰ νέφη τῶν πρὸς αὐτὴν συντρεχόντων θεωμένη (δήμ)ων, οἳ μιμοῦνται περιστερὰς μετὰ τῶν νεοττῶν πετομένας. Εἰ δέ τις ἀκριβῶς νοῆσαι βούλεται τὸ χωρίον, ἐν ταῖς δημοτελέσιν ἑορταῖς, ἢ ταῖς δεσποτικαῖς ἢ ταῖς τῶν ἁγίων μαρτύρων, θεα(σάσθ)ω τὰ πλήθη συρρέοντα καὶ τὰς μὲν τὰς θυγατέρας ἢ ταῖς ἀγκάλαις φερούσας ἢ ταῖς χερσὶ πο(δηγού)σας τοὺς δὲ μετὰ τῶν υἱέων βαδίζοντας, καὶ ὄψεται ἀληθῶς πνευματικὰς περιστερὰς μετὰ τῶν νεο(ττῶ)ν πετομένας καὶ πρὸς τὴν νέαν παραγινομένας Σιών. 9 Ἐμὲ νῆσοι ὑπομένουσι καὶ πλοῖα Θαρ(σὶς) ἐν πρώτοις τοῦ ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν μετ' αὐ(τῶ)ν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον Ἰσραὴλ ἔνδοξον εἶναι. Ἠκούσαμεν τοῦ μακαρίου Δαυὶδ λέγον[τος]· «Βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσιν», καὶ πάλιν· «Ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου (τῆς Ἀρα)βίας.» Θαρσὶς δὲ τὴν Καρχηδόνα καλεῖ τῆς πάλαι μὲν Λιβύης νῦν δὲ Ἀφρικῆς ὀνομαζο(μένης) τὴν μητρόπολιν. Καὶ γὰρ ἡνίκα ὁ αὐτὸς εἶπε προφήτης· «Ὀλολύζετε πλοῖα Καρχηδόνος ὅτι (ἀπώλ)ετο», παρὰ τῷ Ἑβραίῳ «Θαρσὶς» εὕρομεν κείμενον. 10 Καὶ οἰκοδομήσουσιν υἱοὶ ἀλλογενεῖς τὰ (τείχη σου καὶ) οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι. Κῦρος μὲν τὴν Ἱερουσαλὴμ οἰκοδομηθῆναι προσέ[ταξε], μεμένηκε δὲ τὸ ἔργον ἀτέλεστον· ἐπὶ Δαρείου δὲ τοῦ Ὑστάσπου ὁ θεῖος μόνος ἀνῳκοδομήθη [νεώς]· ἐπὶ Ἀρταξέρξου δὲ τοῦ Μακρόχειρος Νεεμίας οὐκ ἀλλογενὴς ὢν ἀλλ' Ἰουδαῖος τῆς τῶν τειχῶν [οἰκοδο]μίας ἐφρόντισεν οὐ βασιλικῶν χρημάτων ἔχων δαπάνην ἀλλ' ἐξ ἐράνου ταύτην συλ[λέξας]· μετὰ μέντοι τὴν τῶν Ἰουδαίων κατάλυσιν οἱ Ῥωμαίων βασιλεῖς τῆς Ἱερουσαλὴμ τοὺς περι[βό]λους ἐδείμαντο. Εὕροι δ' ἄν τις ἀκριβέστερον νοῆσαι θελήσας τοὺς ἐξ ἀλλοφύλων ἐθνῶν διδασκά[λους] εὐχαῖς ταύτην καὶ διδασκαλίαις φρουροῦντάς τε καὶ φυλάττοντας. Διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ (διὰ ἔλε)όν μου ἠγάπησά σε. Καὶ τῇ πάλαι Ἱερουσαλὴμ ἁρμόττει ταῦτα καταλυθείσῃ μὲν δι' ἁμαρτίας, ἀνοικοδο(μηθείσῃ) δὲ διὰ μόνην φιλανθρωπίαν, καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ἥτις πάλαι μὲν ἐρήμῳ ἀπείκασται θείας οὐκ (ἀξιουμ)ένη κηδεμονίας, μετὰ δὲ ταῦτα τῆς τοῦ σωτῆρος προνοίας ἀπήλαυσεν. 11 Καὶ ἀν(οιχ)θής(ον)ται (αἱ πύλαι σου) διὰ παντὸς ἡμέρας καὶ νυκτὸς καὶ οὐ κλεισθήσονται τοῦ εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν καὶ (βασιλεῖς) αὐτῶν ἀγομένους. Ποία δύναμις ἐθνῶν εἰς τὴν παλαιὰν ἔδραμεν Ἱερουσαλὴμ προσκυνήσεως (χάριν); Ποῖοι δὲ βασιλεῖς ὑπ' ἄλλων ἀγόμενοι τὸν τῶν ὅλων θεὸν ἐκεῖ προσεκύνησαν; Τῆς δὲ τοῦ θεοῦ ἐκκλησίας (αἱ πύ)λαι διὰ παντὸς ἀνεῴγασι τοὺς προσιόντας ὑποδεχόμεναι, αἳ καὶ τοὺς εὐσεβεῖς ὑποδέχονται (βασιλέ)ας ὑπὸ τῆς τῶν ἱερῶν ἀποστόλων ἀγομένους διδασκαλίας. 12 Τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς οἵτινες (οὐ δουλεύ)σουσί σοι ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται. Καὶ τοῦτο σαφῶς ἐλέγχει τὴν Ἰουδαί(ων παροινίαν)· οὔτε γὰρ ἔθνη οὔτε βασιλεῖς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον Ἰουδαίοις ἐδούλευσαν, (τῇ δὲ ἐκ)κλησίᾳ τοῦ θεοῦ δουλεύουσι καὶ ὅσοι τὴν δουλείαν ἠρνήθησαν καταγέλαστοι μὲν καὶ δείλαιοι καὶ τρισάθλιοι (κατὰ τὸν) παρόντα βίον ἐγένοντο, οὐκ ὄψονται δὲ τὴν αἰώνιον ζωήν. 13 Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ (ἥξει ἐν κυ)παρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου (δοξάσω). Ταῦτα εἰκὸς μὲν καὶ ἐπὶ τοῦ προτέρου γεγενῆσθαι νεὼ καὶ μετακομίσαι πάλαι αὐτοὺς ἀπὸ |177 a| τοῦ Λιβάνου ξύλα. Ἐγὼ δὲ οἶμαι Λίβανον τὴν Ἰουδαίων καλεῖσθαι μητρόπολιν· τοῦτο γὰρ πολλάκις ἐδειξάμην· «Ἡ δόξα» γάρ φησι «τοῦ Λιβάνου ἐδόθη αὐτῇ», τουτέστι τῇ ἐρήμῳ, «καὶ ἡ τιμὴ τοῦ Καρμήλου.» Καὶ ἐνταῦθα ὁ προφητικὸς λόγος τὴν δόξαν τοῦ Λιβάνου, τουτέστι τὴν Ἰουδαϊκὴν περιφάνειαν, ἣν <ἡ> τοῦ ἁ[γίου] πνεύματος αὐτοῖς ἐδεδώρητο χάρις, εἰς τὴν ἐκκλησίαν μετα<τε>θήσεσθαι προεθέσπισεν. Κυπαρίσσους δὲ καὶ πεύκας καὶ κέδρους οὐκ ἄν τις ἁμάρτοι τοὺς ἁγίους ὀνομάζων προφήτας διαφορὰν ἔχοντας κατὰ τὸ μέτρον τῆς χάριτος· «Δίκαιος» γάρ φησιν «ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.» Πάντες δὲ οὗτοι νῦν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τὴν προφητικὴν διδασκαλίαν προσφέ[ρουσιν]. 14 Καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινῶν τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ προσκυνήσουσιν ἐπὶ τὰ ἴχνη τῶν ποδῶν σου πάντες οἱ παροξύναντές σε. Τὴν μὲν Ἱερουσαλὴμ οὐ προσεκύνης(αν) Βαβυλώνιοι, τὴν δὲ τοῦ θεοῦ ἐκκλησίαν οἱ πλεῖστοι τῶν ἐθνῶν προσκυνοῦσι, μάλιστα δὲ οἱ τούτων (υἱοί). Ἐκείνων γὰρ δεξαμένων τοῦ βίου τὸ πέρας οὗτοι μεταμαθόντες τὴν ἀλήθειαν προσφέρουσι τῷ σωτῆρι τὸ σέβας ἐν τοῖς εὐκτηρίοις αὐτοῦ οἴκοις ποιούμενοι τὴν προσκύνησιν. Καὶ κληθήσῃ πόλις κυρίου Σιὼν τοῦ ἁγίου Ἰσραὴλ 15διὰ τὸ γενέσθαι σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν ς(οι). Καὶ μὴν ἡ Ἱερουσαλὴμ ἑτέραν προσηγορίαν ἐδέξατο· Αἰλίαν γὰρ αὐτὴν οἱ Ῥωμαίων ἐκάλεσαν βασι(λεῖς). Πῶς τοίνυν δείκνυται τῆς προφητείας τὸ ἀψευδές, εἰ μή τις πνευματικώτερον τὴν Σιὼν νοήσοι; (Καὶ) θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεαῖς γενεῶν. Πῶς τοῦτο ἁρμόττει τῷ τῶν Ἰουδ[αίων] ναῷ πρὸ τετρακοσίων ἢ καὶ πλειόνων ἐτῶν δεξαμένῳ τὴν ἐρημίαν; 16 Καὶ θηλάσεις γάλα ἐθ(νῶν) καὶ πλοῦτον βασιλέων φάγεσαι καὶ γνώσῃ ὅτι ἐγὼ κύριος ὁ σῴζων σε καὶ ὁ ἐξαιρούμενός σε θεὸς (Ἰσραήλ). Ποίων βασιλέων ἡ παλαιὰ Ἱερουσαλὴμ μετὰ τὴν ἐπάνοδον ἐκομίσατο πλοῦτον; Ἢ ποίων ἐθνῶν καθάπερ γάλα τὴν τῶν ἀγαθῶν ἐθήλασεν ἀφθονίαν; Ἀλλὰ καὶ τοῖς λίαν ἀναισχυντοῦσι δῆλον οἶμαι (κα)θέστηκεν, ὡς ἡ τοῦ θεοῦ ἐκκλησία δείκνυσι τῆς προρρήσεως τὴν ἀλήθειαν· αὕτη γὰρ διηνεκῶς καὶ τὰ (βασι)λικὰ δέχεται δῶρα καὶ τὰ παρὰ τῶν ἐθνῶν προσφερόμενα κομιζομένη τὸν τούτων αἴτιον ἀν(υμνεῖ). Εἶτα δείκνυσι καὶ τῶν δώρων τὴν πολυτέλειαν· 17 Καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσόν, ἀντὶ δὲ σιδ(ήρου) οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. Καὶ ταύτης ἔστιν (ἰδεῖν) ἐν ταῖς τῶν εὐκτηρίων οἴκων οἰκοδομίαις τῆς προφητείας τὴν ἀλήθειαν· χρυσῷ γὰρ καὶ (ἀρ)γύρῳ πεποικιλμένοι διαλάμπουσιν, οὐχ ἵνα τοῦ θεοῦ τὴν χρείαν πληρώσωσιν ἀλλ' ἵνα τῶν εὐσε(βῶν) τὸ φιλότιμον δείξωσιν. Καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιο(σύνῃ), 18καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου οὐδὲ σύντριμμα καὶ ταλαιπωρία ἐν τοῖς ὁ(ρίοις σου). Το(ύτων) ἔκβασιν ἀληθεστέραν ὄψεται πᾶς ἐν τῷ μέλλοντι βίῳ· ἐκεῖνος γὰρ ὁ βίος (ἀδι)κίας ἐλεύθερος, ἐκεῖνος τῇ ἄκρᾳ δικαιοσύνῃ κοσμεῖται, ἐκεῖνος ἀληθῶς ἀταλαί(πωρος) καὶ φροντίδων ἀπηλλαγμένος. Ὡς ἐν τύπῳ δὲ εὕροι τις ἂν καὶ ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ταῦτα· (τῆς) γὰρ τῶν εἰδώλων ἀπήλλακται πλάνης, τὸν δὲ τῶν ὅλων θεὸν διηνεκῶς ἀνυμνεῖ, προμη(θοῦνται δὲ) τῶν ἀδικουμένων οἱ ταύτης ἡγεμόνες ὡς οἷόν τε. Ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη ς(ου καὶ αἱ) πύλαι σου γλύμματα. Τὸ γλύμμα ὁ μὲν Ἀκύλας «ὕμνησιν» ἡρμήνευσεν, ὁ δὲ Θεοδοτίων «(καύχημα)«, ὁ δὲ Σύμμαχος «αἴνεσιν». Οἱ γὰρ πνευματικοὶ τῆς ἐκκλησίας περίβολοι τοῖς πεπιστευκόσι σωτηρί[αν πο]ρίζουσιν, αἰνέσεως δὲ καὶ ὕμνων αἱ ταύτης πύλαι πεπλήρωνται. 19 Καὶ οὐκ ἔσται σοι ἔτι (ὁ ἥλιος) εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτίσει σοι τὴν νύκτα· ἔσται γάρ σοι ὁ θεὸς φῶς αἰ(ώνιον) καὶ ὁ θεὸς δόξα σου. 20Οὐ γὰρ δύσεταί σοι ὁ ἥλιος, καὶ ἡ σελήνη οὐκ ἐκλείψει· ἔσται γάρ σοι κύριος (φῶς |177 b| αἰώνιον. Καὶ τοῦ)το ἀκριβῶς ὁ μέλλων ἔχει βίος· ἐκεῖνος γὰρ οὔτε σελήνης οὔτε ἡλίου χρῄζει· αὐτὸ γὰρ ἔχει τοῦ θεοῦ τὸ ἄρρητον (φῶς). Τούτου δὲ ὡς ἐν τύπῳ καὶ νῦν οἱ πιστεύοντες ἀπολαύουσιν· ὑπὸ γὰρ τούτου φωτιζόμενοι τὴν ἀπλανῆ πορείαν (ὁδεύ)ουσιν. Καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ σπέρματός σου. 21Καὶ ὁ λαός σου πᾶς <δίκαιος> δι' αἰῶνος, καὶ κληρονομήσουσι (τὴν γῆν). Καὶ ταῦτα περὶ τοῦ μέλλοντος προηγόρευσε βίου· ἐκεῖνος γὰρ ἔχει τῆς γνώμης τὸ ἄτρεπτον, ἐκεῖνος τῇ αἰ(ωνίῳ) δικαιοσύνῃ κεκόσμηται, ἐκεῖνος ἁμαρτίας ἐλεύθερος, ἐκεῖνος οὐκ ἔχει ἄωρον οὐδὲ πρεσβύτην ἀλλὰ (ζωὴν) ἀτελεύτητον, ἐν ἐκείνῳ κληρονομοῦσι τὴν γῆν τῶν ζώντων οἱ ἄξιοι. «Ἔσται γάρ» φησιν «ὁ οὐρανὸς καινὸς καὶ (ἡ γῆ κ)αινή.» Φυλάσσων τὸ βλάστημα τῆς φυτείας μου, ἔργον χειρῶν μου εἰς δόξαν. Ὁ δὲ Σύμμαχος οὕτως· «(Β)λαστὸς τῆς φυτείας μου ἔργον χειρῶν μου εἰς τὸ ἐνδοξασθῆναι», ὁ δὲ Θεοδοτίων οὕτως· «Βλαστὸς τῆς (φυ)τείας αὐτοῦ τὰ ἔργα τῶν χειρῶν δοξάσει.» Καὶ διὰ τούτων τοίνυν καὶ διὰ τῶν Ἑβδομήκοντα αἴτιον τῶν εἰρημένων [κ]αὶ οἱονεὶ φυτουργὸν εὑρίσκομεν τὸν τῶν ὅλων θεόν· αὐτὸς γὰρ αὐτοῦ τὴν ἐκκλησίαν ἐφύτευσεν, αὐτὸς [δι]αφυλάττει βλαστήσασαν καὶ τὴν ἐντεῦθεν προσγινομένην δέχεται δόξαν. 22 Ὁ ὀλιγοστὸς ἔσται εἰς χι(λι)άδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς. Ταῦτα καὶ ἐν τοῖς ἱεροῖς [εὐαγ]γελίοις ἔφη· «Ἀποστελεῖ γὰρ τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ' ἄκρων οὐρανῶν (ἕως τῶν) ἄκρων αὐτῶν.» Τότε καὶ τὰς ἐν τοῖς οὐρανοῖς ἀποδώσει μονὰς πρὸς τὴν ἀξίαν ἑκάστῳ, τότε τῶν [εἰς] συμμορίας καὶ βίους ἡγήσονται διαιρουμένων οἱ τούτων πρωτεύοντες. Οὕτω ταῦτα συμπεράνας πάλιν [εἰς τὸν] δεσπότην Χριστὸν μεταφέρει τὴν πρόρρησιν, ὃς κατὰ τὸν παρόντα βίον ταῦτα τῇ ἐκκλησίᾳ δεδώρηται [καὶ τ]ὴν μέλλουσαν πολιτείαν ὑπέσχετο. 611 Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με κύριος. Οὐ δεόμεθα (πολλ)ῶν ἀποδείξεων ταύτην ἑρμηνεύοντες τὴν προφητείαν· αὐτὸς γὰρ ἡμῖν ταύτην σαφῆ πεποί(ηκεν) ὁ δεσπότης. Εἰς γὰρ τὴν συναγωγὴν εἰσελθὼν καὶ τόδε τὸ βιβλίον λαβών, εἶτα ἀναπτύξας καὶ (τήνδε) τὴν προφητείαν ἀναγνοὺς ἔφη πρὸς τοὺς ἀκούοντας· «Σήμερον ἐπληρώθη ἡ γραφὴ αὕτη (ἐν τοῖς) ὠσὶν ὑμῶν» καὶ ἔδειξεν ἄντικρυς ἑαυτὸν διὰ τοῦ προφήτου περὶ αὐτοῦ ταῦτα φθεγξάμενον. Ἐχρίσθη δὲ τῷ παναγίῳ πνεύματι οὐχ ὡς θεὸς ἀλλ' ὡς ἄνθρωπος. Καὶ ἤδη δὲ ἐν τοῖς ἔμπροσθεν τοῦτο [πολ]λάκις ἐδείξαμεν. Εὕραμεν δὲ ἐν τῷδε τῷ βιβλίῳ κείμενον· «Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι (αὐ)τοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ' αὐτόν, κρίσιν τοῖς ἔθνεσιν (ἐξ)οίσει», καὶ πάλιν· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Καὶ (ἐπ)αναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, (πνεῦμα) γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν.» Αὐτὸς τοίνυν ἐνταῦθά φησιν· Πνεῦμα (κυρίου ἐ)π' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με κύριος. Καὶ τὰς αἰτίας λέγει τῆς χρίσεως· Εὐαγγελίσασθαι πτω(χοῖς) ἀπέσταλκέ με. Εἰς ἐσχάτην γὰρ πτωχείαν ἐξέπεσε τῶν ἀνθρώπων ἡ φύσις, διαφερόντως δὲ (τὰ ἔθνη) τοῖς εἰδώλοις δουλεύοντα. Ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κηρύξαι αἰχ(μαλώτοι)ς ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν. Ταῦτα πάντα τοὺς ἀνθρώπους καλεῖ· πτωχοὺς μὲν (ὡς τὸν) οὐράνιον ἀπολέσαντας πλοῦτον, συντετριμμένους δὲ τὴν καρδίαν ὡς τὸ λογικὸν διαφθείρ(αντας), τυφλοὺς δὲ ὡς θεὸν ἀγνοήσαντας καὶ τῇ κτίσει λατρεύσαντας, αἰχμαλώτους δὲ ὡς πρὸς (τὸν τύραν)νον αὐτομολήσαντας καὶ τῆς προτέρας ἐκπεσόντας ἐλευθερίας. 2 Καλέσαι ἐνιαυτὸν (κυρίου δεκ)τὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν. Οὐ γὰρ μόνον ἡμῖν τὴν τῶν ἁμαρτημάτων (ἄφεσιν) ἐδωρήσατο καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἀπήλλαξε καὶ τὸ θεῖον ὑπέδειξε φῶς, (ἀλλὰ) καὶ τὴν μέλλουσαν ἐπηγγείλατο βιοτὴν καὶ τὴν δικαίαν ἠπείλησε κρίσιν. Ἐνιαυτὸν γὰρ |178 a| δεκτὸν τὴν προτέραν αὐτοῦ παρουσίαν οἶμαι χρηματίζεσθαι, ἡμέραν δὲ ἀντα(ποδόσεως) τῆς κρίσεως τὴν ἡμέραν. Παρακαλέσαι πάντας τοὺς πενθοῦντας. Τῇ γὰρ ἐλπίδι τῆς ἀναστ(άσεως) ἐκέρασε τοῦ θανάτου τὴν ἀθυμίαν. 3 Δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν αὐτοῖς (ἀντὶ σποδοῦ), ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας. Τό· ἄ(λειμμα) εὐφροσύνης, ὁ Θεοδοτίων καὶ ὁ Σύμμαχος «ἔλεον ἀγαλλιάσεως» ἡρμήνευσαν. Αἰνίττεται δὲ (τὸ μυστικὸν) χρῖσμα, οὗ ἀξιούμενοι τὴν εὐφροσύνην δεχόμεθα καὶ τῆς δόξης τὴν ἀμπεχόνην· τὴν γὰρ καταστο(λὴν) στολὴν νοητέον. Οὕτω γὰρ καὶ ὁ Θεοδοτίων· «περιβόλαιον καυχήματος», καὶ ὁ Σύμμαχος· «περι(βό)λαιον ὑμνήσεως». Τὸ δέ· ἀντὶ πνεύματος ἀκηδίας, οἱ Τρεῖς «ἀντὶ πνεύματος ἀμαυροῦ» τεθείκας[ιν]. Ἐξελάσας γὰρ ἀφ' ἡμῶν τὸ ἀμαυρὸν καὶ σκυθρωπὸν τῆς ἀκηδίας πνεῦμα, τῆς δόξης ἡ[μῖν] τὴν περιβολὴν τέθεικεν. Ἐθρηνῴδουν δὲ διαφερόντως οἱ τὴν Σιὼν οἰκοῦντες ἅγιοι τὴν τῶν οἰκητόρων αὐτῆς ὁρῶντες ἀσέβειαν. Ἐκ τούτων ὁ μέγας ἐκεῖνος Συμεὼν ὁ καὶ χρηματισθεὶς τοῦ «μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν χριστὸν κυρίου», ἐκ τούτων ἡ προφῆτις Ἄννα καὶ ἕτερ[οι] ἦσαν πολλοὶ τὴν μὲν Ἰουδαίων παρανομίαν θρηνοῦντες τὴν δὲ τοῦ θεοῦ σωτηρίαν προσμένοντες· [τού]τοις ἔλυσε τὸ πένθος ἐπιφανείς. Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα κυρίου εἰς (δόξαν). Τουτέστιν οὗτοι οἱ ἐκ τῆς Σιὼν ἐκλεγόμενοι, οἱ δυοκαίδεκα, οἱ ἑβδομήκοντα, οἱ ἑκατὸν εἴκοσι, οἱ πεντα(κόσιοι), οἱ τρισχίλιοι, αἱ πολλαὶ μυριάδες. Οὕτω καὶ ὁ μακάριος λέγει Δαυίδ· «Αὕτη ἡ γενεὰ ζητούν(των) τὸν κύριον.» Οἱ δὲ Τρεῖς ἀντὶ τοῦ· γενεαὶ δικαιοσύνης, «ἰσχυροὶ τῆς δικαιοσύνης, φυτὸν κυρίου εἰς (τὸ) δοξασθῆναι» τεθείκασιν. Οἷον γάρ τινες ἄριστοι τῆς εὐσεβείας στρατηγοὶ τὴν οἰκουμένην [περινο]στήσαντες κατέλυσαν τὴν ἀσέβειαν καὶ πρῶτοι γενόμενοι τοῦ κυρίου φυτὰ τὴν ἔρημον κα[τε]φύτευσαν. 4 Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξερημωμένας πρότερον (ἐξαναστή)σουσι καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξερημωμένας ἀπὸ γενεᾶς καὶ γενεᾶς. (Δει)ξάτωσαν ταῦτα Ἰουδαῖοι γεγενημένα. Ἡμεῖς δὲ δείκνυμεν τὰς ὑπὸ τῆς δυσσεβείας διαφθαρείσας πόλεις ὑπὸ τῶν ἱερῶν ἀποστόλων καὶ τῶν τὸ ἐκείνων κήρυγμα διαδεξαμ(ένων) εὐσεβῶς ἀνοικοδομηθείσας τε καὶ νεουργηθείσας. 5 Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ (πρό)βατά σου καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοὶ ὑμῶν. Ἐξ ἀλλοφύλων γὰρ ἐθνῶν οἱ τῆς ἐκκλησίας διδάσκαλοι, οὓς καὶ ποιμένας καὶ ἀροτῆρας καὶ ἀμπελουργοὺς ὠνόμασεν. 6 Ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε, λειτουργοὶ θεοῦ ἡμῶν ῥηθήσεται ὑμῖν. Τὸ δὲ ἀποστολικὸν ὄνομα ἐξαί(ρετον) οἱ τρισμακάριοι ἔσχον ἐκεῖνοι· εἰ γὰρ καὶ τὸ ἐκείνων οὗτοι διεδέξαντο ἔργον, ἀλλ' οὖν τὴν (ἐκείνων) προσηγορίαν οὐδεὶς ἁρπάσαι τολμᾷ. Ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλού(τῳ αὐτῶν) θαυμασθήσεσθε. Τὴν γὰρ κρατοῦσαν ἀσέβειαν καταλύσαντες τὸν πνευματικὸν αὐτοῖς (χορηγήσατε) πλοῦτον θαυμαζόμενοι παρὰ πάντων ἐπὶ τῇ ξένῃ μεταβολῇ. 7 Ἀντὶ τῆς αἰσχύνης αὐτῶν τῆς (διπλῆς) καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Πρὸς τοὺς ἱεροὺς ἀποστόλους [ταῦτα λέγει]· Μὴ δυσχεράνητε διωκόμενοι καὶ στρεβλούμενοι καὶ ὀνείδη παρὰ πάντων δεχόμενοι καὶ [μυρία] θανάτου ὑπομένοντες εἴδη· διὰ γὰρ τῶν ὑμετέρων παθημάτων τεύξεται τῆς σωτηρίας τὰ ἔ[θνη καὶ] τῆς τῶν εὐφραινομένων μερίδος γενήσεται. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομ(ήσουσιν). Καὶ δεικνὺς τῆς κληρονομίας τὸν τρόπον ἐπήγαγεν· Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφ(αλῆς αὐτῶν). Ἀπαλλαγήσεται γὰρ ἡ γῆ τῆς προτέρας ἀρᾶς καὶ ἔσται καινή, ἣν περίκειται νῦν (ἀποδυομένη |178 b| φθορ)άν. Οὕτω γὰρ καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς (φθο)ρᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.» Δευτέραν τοίνυν κληρονομίαν τὸν μέλλοντα βίον ἐκάλεσεν. 8 Ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀ(δικία)ς καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις <καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς>. <. . . ><Τὸ δέ· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις,> οὕτως οἱ Τρεῖς ἡρμήνευσαν· «καὶ δώσω τὴν ἐργασίαν (αὐτῶν) ἐν ἀληθείᾳ»· ἀποδώσω γὰρ αὐτοῖς τὸν μισθὸν πληρῶν μου τὴν ὑπόσχεσιν. 9 Καὶ γνωσθήσεται (ἐν τοῖς) ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔγγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν. Τῶν ἱερῶν ἀποστόλων (σπ)έρμα καλεῖ καὶ ἔγγονα τοὺς τὸ ἐκείνων κήρυγμα διαδεξαμένους. Πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπι(γνώ)σεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ. 10Καὶ εὐφροσύνῃ εὐφρανθήσονται (ἐ)πὶ τῷ κυρίῳ. «Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται» κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν. Ὅπως δέ (εἰ)σιν ἐπίσημοι τοῦ σωτῆρος ἡμῶν οἱ θεράποντες, αὐτὰ μαρτυρεῖ τὰ πράγματα· ὁρῶμεν γὰρ τοὺς τὰς μεγίστας πεπιστευμένους ἀρχὰς διηνεκῶς πρὸς τούτους συντρέχοντας καὶ σὺν θερμῇ προθυμίᾳ τὴν παρὰ τούτων εὐλογίαν κομιζομένους. Οὕτω ταῦτα προθεσπίσας μεταβάλλει τοῦ λόγου τὸ [σχῆ]μα καὶ ἐκ προσώπου τῆς ἐκκλησίας πρὸς τὸν εὐεργέτην βοᾷ· Ἀγαλλιάσθω ἡ ψυχή μου (ἐπὶ) τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με. Ἱμάτιον σωτηρίου καὶ (χιτ)ῶνα εὐφροσύνης τοῦ παναγίου βαπτίσματος τὴν χάριν καλεῖ· «Ὅσοι γάρ» φησιν «εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν (ἐνε)δύσασθε.» Διὸ καὶ ἐν τῇ Ἑβραίων φωνῇ τὸ ἱμάτιον σωτηρίου ἱμάτιον ἰεσῶα καλεῖται, (του)τέστιν Ἰησοῦ. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κός(μ)ῳ. Νύμφην μὲν ἑαυτὴν καλεῖ ὡς τῷ νυμφίῳ συνεζευγμένη, νυμφίον δὲ ὡς τὸν νυμφίον ἐν(δε)δυμένη. Τὴν δὲ μίτραν «στέφανον» οἱ Τρεῖς Ἑρμηνευταὶ προσηγόρευσαν. Τούτου τοῦ κόσμου καὶ (ὁ μ)ακάριος μέμνηται Δαυίδ· «Παρέστη» γὰρ «ἡ βασίλισσά» φησιν «ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ (δι)αχρύσῳ περιβεβλημένη πεποικιλμένη.» Δηλοῖ δὲ ὁ λόγος τοῦ παναγίου πνεύματος τὰ (ποικ)ίλα χαρίσματα. 11 Καὶ ὡς γῆ αὔξουσα τὸ κάλλος καὶ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα (αὐτ)οῦ ἐκφύει, οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. (Ἔ)δειξε πᾶσαν τὴν οἰκουμένην ἕνα δικαιοσύνης γεγενημένην παράδεισον. 621 Διὰ Σιὼν οὐ (σιω)πήσομαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς δικαιοσύνη μου καὶ τὸ σωτήριόν μου (ὡς)εὶ λαμπὰς καυθήσεται. Ταῦτα αὐτὸς λοιπὸν ὁ νυμφίος φησίν· Δείξω γάρ φησι τῇ Σιὼν καὶ τῇ Ἱερουσαλήμ, ὡς τὸν ὑπ' αὐτῆς σταυρωθέντα πάντα προσκυνήσει τὰ ἔθνη καὶ πᾶσαν τῆς ἐμῆς σωτηρίας αἱ ἀκτῖνες διαδραμοῦνται τὴν οἰκουμένην. 2 Καὶ ὄψεται τὰ ἔθνη τὴν δικαιοσύνην σου (καὶ) βασιλεῖς τὴν δόξαν σου. Σοῦ, τῆς ἀγαλλομένης ἐπὶ τῇ σωτηρίῳ περιβολῇ, τῆς ἀρε(στ)ῆς μου νύμφης (ἣν) παντοδαπῷ κατεκόσμησα κόσμῳ. Καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν ὃ ὁ κύριος ὀνο(μάσει) αὐτό. Εἰπάτωσαν Ἰουδαῖοι, ποῖον ἐσχήκασι καινὸν ὄνομα· μέχρι γὰρ τοῦ παρόντος Ἰουδαῖοι (καλοῦν)ται. Οἱ δὲ τῷ κυρίῳ πεπιστευκότες τὴν καινὴν προσηγορίαν ἐδέξαντο, οὐκ ἐξ Ἀβραὰμ (ἢ Ἰσραὴλ ἢ) Ἰούδα καλούμενοι ἀλλ' ἐξ αὐτοῦ προσαγορευόμενοι τοῦ δεσπότου Χριστοῦ· Χριστιανοὶ γὰρ παρὰ (πάντων) καλοῦνται ἅτε δὴ διὰ τοῦ παναγίου βαπτίσματος τὸν Χριστὸν ἐνδυσάμενοι. 3 Καὶ ἔσῃ στέφανος (κάλλους) ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ κυρίου θεοῦ σου 4καὶ οὐκέτι κληθήσῃ Ἐγκαταλελειμ(μένη), καὶ ἡ γῆ σου οὐκέτι κληθήσεται Ἔρημος. Πολλάκις ἔρημον τὰ ἔθνη ὁ προφητικὸς προσηγό[ρευσε] (λ)όγος· καὶ ἐπὶ πλεῖστον δὲ ἐγκατελείφθησαν χρόνον οὔτε προφήτην οὔτε νομοθέτην θεῖον (δεχόμενοι. Ἀλλ') ὅμως αὐτοῖς καὶ καινὸν δέδωκεν ὄνομα καὶ διάδημα βασιλείας αὐτοὺς |179 a| καὶ στέφανον νυμφικὸν ὀνομάζει· καὶ γὰρ νύμφην αὐτοὺς προσηγόρευ(σε) καὶ βασιλ(είαν οὐρανῶν) αὐτοῖς ἐπηγγείλατο. Σοὶ γὰρ κληθήσεται Θέλημα— ἐμὸν καὶ τῇ γῇ σου Οἰκουμένη, ὅτι εὐδοκ(ήσει) κύριος ἐν σοί, καὶ ἡ γῆ σου συνοικισθήσεται. Εὐδοκίαν αὐτὴν καὶ ἐν τῷ Ἄισματι Ἀισμάτων καλεῖ. [Εὐδο]κία<ν> δὲ καλεῖ τὸ ἀγαθὸν θέλημα. Οὕτως καὶ ὁ θεῖος ἀπόστολος· «κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ». [Δει]κνὺς δὲ τὸ πλῆθος τῶν πεπιστευκότων οἰκουμένην αὐτὴν ὀνομάζει. 5 Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ οὕτως κατοικήσουσιν οἱ υἱοί σου· καὶ ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως (εὐφρανθής)εται κύριος ἐπὶ σοί. Ἐπειδὴ τῆς νύμφης ἐμνημόνευσεν, ἀναγκαίως καὶ τῆς παρθένου τέθεικε τὴν εἰκόνα, (ἵνα δεί)ξῃ τοῦ γάμου τὸ διάφορον. 6 Καὶ ἐπὶ τῶν τειχῶν σου, Ἱερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσουσι μιμνῃσκόμενοι κυρίου. Ἱερουσαλὴμ πάλ(ιν) αὐτὴν ὀνομ(άζει) τὴν νύμφην, φύλακας δὲ καλεῖ τοὺς κατὰ πόλιν καὶ κώμην τῶν εὐσεβῶν λαῶν ἡγουμένους, οἵτινες νύκτωρ καὶ μεθ' ἡμέραν τὸν θεὸν ἀνυμνοῦντες τὴν θείαν φυλάττουσι πόλιν. Εἰ δὲ καὶ ἀγγ(έλους) τούτους ὑπολάβοι τις εἶναι, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. «Παρεμβαλεῖ» γάρ φησιν «ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.» 7 Οὐκ ἔστι γὰρ ὅμοιος ὑμῖν. Οὐδένα γὰρ ἄλλον φησὶ τοιο[ῦτον] εὑρήσετε δίκαιον, ἅγιον, ἀληθῶς θεόν, ἐπιμελῶς ὑμῶν προμηθούμενον. Οὕτω καὶ ὁ μακάριος [ἔφη] Μωυσῆς· «Τίς ὅμοιός σοι ἐν θεοῖς κύριε; Τίς ὅμοιός σοι, δεδοξασμένος ἐν ἁγίοις;» Οὕτω καὶ ὁ θ[εῖος] Δαυίδ· «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς κύριε καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.» Οὕτω καὶ ὁ θεῖος Ἱερε[μίας]· «Πόθεν ὅμοιός σοι κύριε; Πόθεν ὅμοιός σοι βασιλεῦ τῶν ἐθνῶν;» Ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἱ(ερουσαλὴμ ἀ)γαυρίαμα ἐπὶ τῆς γῆς, καύχημα ἐν τῇ γῇ. Τοῦτο δὲ μαθήσῃ τῆς προτέρας ἀγνοίας ἀπαλλαγ[εῖσα] καὶ τοὺς αἰχμαλωτεύσαντάς σε δαίμονας ἀνδρείως καταγωνισαμένη. 8 Ὤμοσε κύριος κ(ατὰ) τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ, εἰ ἔτι δώσει τὸν σῖτόν σου καὶ τὰ β(ρώμα)τά σου τοῖς ἐχθροῖς σου καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου ἐφ' ᾧ ἐμόχθησας, 9ἀλλ' οἱ ς(υναγα)γόντες φάγονται αὐτὸν καὶ αἰνέσουσι τὸν κύριον καὶ οἱ συναγαγόντες πίονται αὐτὸν ἐν ταῖς ἐπαύλεσί μου ταῖ(ς ἁγίαις). Σοῦ γὰρ γενναίως ἀγωνιζομένης ἐγὼ στρατηγήσω καί, ἐπειδὴ οὐδένα ἄλλον ἔχω μείζονα καθ' [ὃν ὀμνύναι] δεῖ, κατὰ τῆς οἰκείας δόξης καὶ κατὰ τῆς οἰκείας δυνάμεως ὄμνυμι, ὡς σοὶ τοὺς σοὺς φυλάξω καρποὺς καὶ οὐ συγχωρήσω τούτους ἁρπαγῆναι συνήθως, ἀλλὰ σὺ τῶν πόνων ἀπολαύσῃ τῶν σῶν. Σῖ(τον) δὲ καὶ οἶνον καὶ βρώματα τροπικῶς τοὺς τῆς δικαιοσύνης νοητέον καρπούς. 10 Πορεύεσθε, περιέλθε(τε) διὰ τῶν πυλῶν μου, σκευάσατε τὴν ὁδὸν καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ ῥίψατε. Καὶ ταῦτα νομίζουσιν Ἰουδαῖοι τὴν αὐτῶν προλέγειν ἐπάνοδον, ἀλλ' οὐκ ἐᾷ νοεῖν οὕτω τὰ ἑξῆς. Φησὶ γάρ· Ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη· 11Ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς. Ἀκουστὸν δὲ ἕως ἐσχάτου τῆς γῆς πεποίηκεν ὁ θεὸς οὐ τὸ οἰκοδόμημα τῆς Ἱερουσαλὴμ ἀλλὰ τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς τοῦ δεσπότου ἀνάληψιν καὶ τοῦ πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν καὶ τῶν (μελλόντων) ἀγαθῶν τὴν ἐλπίδα. Τούτοις εὐτρεπισθῆναι κελεύει τοῖς κήρυξι τὴν ὁδὸν καὶ ὁμαλὴν ταύτην (καὶ λείαν) γενέσθαι τῆς δυσκολίας ἀναιρουμένης. Λίθους γὰρ καλεῖ τὰ κωλύματα. Οὕτω καὶ ἐν τοῖς πρόσθεν ὁ προφητικὸς ἔφη λόγος· «Ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία.» Εἶτα τῆς [ὁδοῦ] σκευασθείσης κελεύει τοῖς κήρυξιν εἰπεῖν τῇ θυγατρὶ Σιών, τουτέστι τῇ κατὰ τὴν οἰκουμένην ἐκκλησίᾳ· Ἰδοὺ ὁ σωτήρ σου παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν μετ' αὐτοῦ καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ 12καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου. Οἱ προφῆται ἔλεγον· «Ἰδοὺ κύριος (μετὰ |179 b| ἰσχύος ἔρχεται)«, ἐνταῦθα δὲ ἐκ προσώπου τῶν ἀποστόλων· Ἰδοὺ ὁ σωτήρ σου παραγέγονεν ἔχων τὸν (ἑαυτοῦ μι)σθόν. Τούτου δὲ τοῦ μισθοῦ καὶ ἄνω ἐμνήσθη καὶ τοῦ ἔργου ὁμοίως, καὶ οὐ χρὴ ταυ[το]λογίᾳ κεχρῆσθαι. Σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη. Πάλαι γὰρ ἐγκα[τε]λέλειπτο· οὔτε γὰρ Μωυσέα τὸν μέγαν οὔτε ἄλλον τινὰ ἐδέξατο τῶν προφητῶν οἰκιστήν. [Ἐ]ντεῦθεν ἡμᾶς ἡ προφητεία διδάσκει τοῦ πολέμου τὸν τρόπον, ὃν ὑπὲρ ἡμῶν ὁ δεσπότης ἀ[ναδεξ]άμενος καὶ νενίκηκε καὶ κατέλυσε τὸν πολέμιον καὶ συνέτριψε τὸν τῆς δουλείας ζυγόν. 631 Τίς οὗτος (ὁ παραγενό)μενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, οὗτος ὡραῖος ἐν στολῇ, βία (μετὰ) ἰσχύος πολλῆς; Σχηματίζει τὸν λόγον εἰς ἐρώτησιν ὁ προφήτης· μηνύει δὲ ὡς οἶμαι τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ δεσπότου. Καὶ τὸ ψαλμικὸν μεμίμηται σχῆμα· καὶ γὰρ ἐκεῖ ὁμοίως ἐρωτῶσί τινες· «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;» οὐκ ἐπειδὴ ἠγνόουν αἱ ἐπουράνιαι δυνάμεις τὸν ἀνιόντα, ἀλλὰ διὰ (τῆ)ς ἐρωτήσεως καὶ ἀποκρίσεως ἡμᾶς ἀκριβέστερον ἐκδιδάσκουσαι τοῦ ἀναληφθέντος τὴν φύσιν. (Οὕ)τω καὶ ἐνταῦθα πυνθάνονταί τινες· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; Ἐδὼμ δὲ τὴν ἐρυθρὰν ὀ(νομ)άζουσι γῆν, Βοσὸρ δὲ τὴν σάρκα· θαυμάζουσι δὲ ὅτι ἐν γηίνῃ καὶ σαρκίνῃ στολῇ ἄρρητον τοῦ περιβε[βλη]μένου τὸ κάλλος καὶ τοσοῦτον ὡς βιάζεσθαι τοὺς ὁρῶντας εἰς ἔρωτα. Τούτου τοῦ κάλλους καὶ ὁ μακάριος [μέμ]νηται Δαυίδ· «Ὡραῖος» γάρ φησι «κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Ὅτι Ἐδὼμ τὸ πυρρὸν ἑρμηνεύεται, ἄ[ντικρυς] τῆς νύμφης ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων βοώσης. «Ὁ ἀδελφιδός μου πυρρὸς καὶ λευκός». Δι[πλῆ ἡ] φύσις· διὸ λευκὸν μὲν καλεῖ τὸ ἀπρόσιτον τῆς θεότητος φῶς, πυρρὸν δὲ τὸ ἀνθρώπειον εἶδος. (Ἐγὼ) διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Τοῖς θαυμάζουσιν αὐτοῦ τὸ κάλλος ταύτην δέδωκε τὴν (ἀπό)κρισιν· Ἐγώ φησι διδάξω ὑμᾶς τῆς δικαίως γεγενημένης σωτηρίας τὸν τρόπον. Εἶτα πάλιν [ἐρωτῶσιν]· 2 Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς πάτημα τοῦ ληνοῦ; 3Πλήρης κατα(πεπ)ατημένης. Στολὴν αὐτοῦ καὶ ἱμάτιον τὴν ἀνθρωπότητα προσαγορεύει· ἀπὸ δὲ τῆς πλευρᾶς αὐτοῦ «(ἐξ)ῆλθεν αἷμα καὶ ὕδωρ» κατὰ τὴν τοῦ εὐαγγελιστοῦ μαρτυρίαν. Ληνὸν δὲ ὀνομάζει τὴν τῶν πολεμίων (κατά)λυσιν· καθάπερ γὰρ ἐν ταῖς ληνοῖς ἅπαντες οἱ βότρυες ἀποθλίβονται, οὕτω καὶ τὸν διάβολον (καὶ) πᾶσαν αὐτοῦ τὴν φάλαγγα παντελῶς ὁ δεσπότης κατέλυσεν. Διδάσκει τοίνυν τοὺς ἐρομένους (ὅ)περ μαθεῖν ἐβουλήθησαν· Ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ· καὶ κατεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου καὶ κατέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα (αὐ)τῶν εἰς γῆν. Καὶ κατερράνθαι λέγει τὰ ἱμάτια τῷ κατανικήματι τῶν ἐχθρῶν. 4 Ἡμέρα γὰρ ἀντα(πο)δόσεως ἦλθεν αὐτοῖς καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν. Καιρὸς γάρ ἐστι καὶ τούτους δοῦναι ὧν ἐτόλ(μη)σαν δίκας καὶ τοὺς ἀδίκως αὐτοῖς δεδουλευκότας ἐλευθερίας τυχεῖν. 5 Καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατό με ὁ βραχίων μου. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Πάντες γὰρ (ἥμαρ)τον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ.» Οὕτω καὶ ἐνταῦθα ὁ κύριος ἔφη ὅτι οὐδεὶς ἦν ὁ βοηθῶν καὶ οὐδεὶς (ἀντελαμ)βάνετο—οὐ γὰρ εἶχε συνεργοῦσαν τὴν τῶν ἀνθρώπων δικαιοσύνην—, ἤρκεσε δὲ ὁ ἐμὸς βραχίων [τοῦ καταλῦ]σαι τοὺς πολεμίους. Βραχίονα δὲ καλεῖ τῆς δικαιοσύνης τὴν δύναμιν· ἀκηλίδωτον γὰρ [καὶ ἁμ]αρτίας ἐλευθέραν διεφύλαξε καὶ ἣν ἀνέλαβε φύσιν. Καὶ ὁ θυμός μου αὐτὸς ὑπέστη, 6(καὶ κ)ατεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου καὶ ἐμέθυσα αὐτοὺς ἐν τῷ θυμῷ μου καὶ κατήγαγον (τὸ αἷμα) αὐτῶν εἰς τὴν γῆν. Ἀντὶ τοῦ αἵματος οἱ Τρεῖς Ἑρμηνευταὶ «τὸ νεῖκος» τεθείκασιν. Δικαίᾳ [χρησά]μενός φησι κατ' αὐτῶν ὀργῇ πανωλεθρίᾳ παρέδωκα· καὶ οἷόν τινι κάρῳ τῇ συμφορᾷ [κατε]χόμενοι ἀκίνητοι κεῖνται ὑπὸ τῶν δορυαλώτων πατούμενοι. Ταύτης τοίνυν τῆς εὐεργεσίας [ἀπολα]ύσαντες καὶ τῆς πικρᾶς ἐκείνης ἀπαλλαγέντες δουλείας τὸν τούτων αἴτιον |180 a| ἀνυμνήσωμεν. Αὐτὸς γὰρ τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος πόλεμον ἡμῖν ἔ[δωκ]ε [τῆς] νίκης καὶ τῆς εἰ[ρήνης] τὸ δῶρον, ὧν εἰς τὸ τέλος ἀπολαύοιμεν χάριτι τοῦ νενικηκότος, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ [πανα]γίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.