Ancient Greek
Section 20
Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam 20.1
Not analysed yet
ΤΟΜΟΣ Κʹ 7 Τὸν ἔλεον κυρίου ἐμ(νή)σθην, τὰς ἀρετὰς ἀναμνήσω, τὴν αἴνεσιν κυρίου ἐπὶ πᾶσιν οἷς ἡμῖν ἀνταποδίδωσιν. Τὴν ἄφατον τοῦ δες(πότου) προθεσπίσας φιλανθρωπίαν καὶ τὴν διὰ τῆς ἐνανθρωπήσεως γεγενημένην σωτηρίαν προαγορεύσας μά(λα) εἰκότως ἐπήγαγεν· τὸν ἔλεον κυρίου ἐμνήσθην. Ἐλέου γὰρ καὶ φιλανθρωπίας ἡ τῆς ἐνανθρωπήσεως χάρις. Τὰς μέντοι (ἀ)ρετὰς ὁ μὲν Ἀκύλας «ὑμνήσεις», ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος «αἰνέσεις» ἡρμήνευσαν· τὸ δὲ ἀντα(πο)δίδωσιν ὁ Σύμμαχος «εὐεργέτησεν» εἶπεν. Ἀκριβέστερον μέντοι οἱ Ἑβδομήκοντα τὸ ἀνταποδίδωσι τεθείκασιν· [ἐπειδὴ] γὰρ τιμωρίαν ὠφείλομεν, σωτηρίαν δὲ ἀντὶ τιμωρίας ἐλάβομεν, εἰκότως τὸ ἀνταποδίδωσι τεθείκασιν ἀντὶ τοῦ· τοῖς ἐναντίοις ἡμᾶς ἀμείβεται ἀντὶ κακῶν διδοὺς ἀγαθά. Ταύτην γὰρ τὴν διάνοιαν καὶ ὁ Ἀκύλας τέθεικεν. Κύριος κριτὴς δίκαιος τῷ οἴκῳ Ἰσραήλ, ἐπάγει ἡμῖν κατὰ τὸν ἔλεον αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Οὐ μόνῃ τῇ δικαιοσύνῃ κεχρημένος δικάζει, ἀλλ' ἐλέῳ κιρνᾷ τὸ δίκαιον, [μᾶ]λλον δέ· νικᾷ ἡ φιλανθρωπία τὸ δίκαιον. 8 Καὶ εἶπεν· Οὐχὶ ὁ λαός μού ἐστι τέκνα μου καὶ οὐ μὴ ἀθετήσουσιν; Καὶ ἐγ(ένετο) αὐτοῖς εἰς σωτηρίαν 9ἐκ πάσης θλίψεως. Ἐχρήσατο δὲ φιλανθρωπίᾳ εἰς τὸν νέον ἀποβλέψας λαόν, ὃν καὶ τῆς υἱοθες[ίας] ἠξίωσεν· οἷς μαρτυρεῖ καὶ τὸ ἑδραῖον τῆς πίστεως· οὐ γὰρ μὴ ἀθετήσουσιν. Οὐ πρέσβυς οὐδὲ ἄγγελος ἀλλ' (αὐ)τὸς ὁ κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν, αὐτὸς ἐλυτρώσατο αὐτοὺς (καὶ) ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. Διὰ τούτους φησὶ καὶ τῶν ἄλλ[ων] τῶν παρανομούντων ἠνέσχετο καὶ πάντων προμηθούμενος διετέλεσε καὶ παντοδαπῆς αὐτοὺς προνοίας [ἠξί]ωσεν οὐκ ἀγγέλοις διακόνοις τῆς σωτηρίας χρησάμενος ἀλλ' αὐτὸς τῆς ἐνανθρωπήσεως ἀναδεξάμενος τὸ μυστήριον. [Τὸ δέ·] Οὐ πρέσβυς οὐδὲ ἄγγελος, ὁ Θεοδοτίων «Οὐ πολιορκητὴς οὐδὲ ἄγγελος» ἔφη. Οὐδενὶ γὰρ ἄλλῳ τὸν ὑπὲρ [ἡμῶν] ἐνεχείρισε πόλεμον ἀλλ' αὐτὸς ἐπολέμησεν, αὐτὸς ἠρίστευσεν, αὐτὸς κατέλυσε τοῦ τυράννου τὸ κράτος. 10 (Αὐ)τοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, αὐτὸς κύριος ἐπολέ(μησεν) αὐτούς. Αὐτὸς μὲν τῇ ἀρρήτῳ χρώμενος ἀγαθότητι πάντα ὑπὲρ τῆς αὐτῶν ἐπραγματεύσατο σωτηρίας· (οἱ) δὲ πονηρίᾳ συζῶντες, τουτέστιν Ἰουδαῖοι, καὶ «ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες», ᾗ φησιν ὁ θεσπέσιος Στ(έφ)ανος—ἐντεῦθεν δὲ κἀκεῖνος τὴν κατηγορίαν ὕφηνεν—οὐκ ἐδέξαντο τὴν σωτηρίαν ἀλλὰ τῆς εἰρήνης τὴν ἀφορμὴν πολέμου πρόφασιν ἐποιήσαντο· οὗ δὴ χάριν τῆς ἀχαριστίας αὐτοὺς εἰσεπράξατο δίκας. 11 Καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων, Μωσῆ καὶ λαοῦ αὐτοῦ. Ἐμνήσθη δὲ καὶ τῶν πάλαι γεγενημένων ἐπὶ Μωυσέως τοῦ νομοθέτου· καὶ γὰρ οἱ ἐπ' ἐκείνου δυσσεβοῦντες καὶ παρανομοῦντες ἐν τῇ ἐρήμῳ καταναλώθησαν. Ποῦ ἐστιν ὁ ἀναγαγὼν ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων αὐτοῦ; Ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον, 12ὁ ἀναγα(γὼν) τῇ δεξιᾷ τὸν Μωυσῆν; Ὁ δὲ Ἀκύλας οὕτως· «Ποῦ ὁ ἀναβιβάσας αὐτοὺς ἀπὸ θαλάσσης σὺν νομεῦσι ποιμνίου αὐτοῦ;» Καὶ ὁ Σύμμαχος δὲ καὶ ὁ Θεοδοτίων «ἀπὸ θαλάττης» ἀντὶ τῆς γῆς τεθείκασιν· οὕτω δὲ καὶ παρὰ τοῖς Ἑβδομήκοντα εὗρον κείμενον ἐν τῷ Ἑξαπλῷ. Μέμνηται δὲ ὁ προφητικὸς λόγος τῆς διὰ θαλάττης γεγεν[ημένης] πορείας· προορῶν γὰρ αὐτοὺς τῆς θείας κηδεμονίας ἐρήμους γεγενημένους καὶ κατὰ τὴν ἡ[μῖν] γ[εγε]νη[μέ]νην πρόρρησιν διασπασθέντα μὲν τοῦ ἀμπελῶνος τὸν φραγμόν, καταλυθέντα δὲ τὸν τοῖχ[ον, αὐτὸν] δὲ ὑπὸ πάντων πατούμενον, τῶν παλαιῶν ἐκείνων ἀναμιμνῄσκεται, ὅτε διῃρέθη μὲν τὸ [πέλαγος], ἐγένετο δὲ αὐτοῖς ἱππήλατον πεδίον ὁ τῆς θαλάττης πυθμήν, εἶδον δὲ τοὺς πολεμίους ἅπαντ[ας] ὑποβρυχίους γεγενημένους, ἀπήλαυον δὲ καὶ προφητικῆς χάριτος, δι' ἐκείνων τοῦ παν[αγίου] πνεύματος τὰ ἐσόμενα προδηλοῦντος. Ὁ μέντοι θεῖος ἀπόστολος τοῦτο εἰς τὸν δεσπότην Χριστὸν οὐχ ὡς [ἀληθῶς |180 b| ἔλαβ]εν ἀλλ' ὡς τυπικῶς ἐπὶ τὴν ἀλήθειαν μετήνεγκεν· καθάπερ <γὰρ> τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων [διωκ]όντων διέβη τὴν θάλατταν ὁ λαὸς ἡγουμένου τοῦ Μωυσέως, οὕτως τοῦ διαβόλου καὶ τῶν δαιμόνων πολεμούντων συνέτριψε μὲν ὁ δεσπότης Χριστὸς τοῦ θανάτου τὰς πύλας καὶ πρῶτος ταύτας διῆλθεν, ἐξάγει δὲ καὶ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν. Τούτου δὴ χάριν ὁ θεῖος ἀπόστολος ταῦτα τίθησιν ἐπὶ τοῦ δεσπότου Χριστοῦ τὰ ῥητὰ καί φησιν· «Ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν.» Τούτου ἐστὶν [ὁ] Μωυσῆς ὑπουργός τε καὶ τύπος· οὗτος γὰρ ὁ ἀληθινὸς «ποιμὴν ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ (τῶν) προβάτων». Εἶτα τῶν τῇ Ἐρυθρᾷ Θαλάττῃ γεγενημένων ἀναμιμνῄσκει· Ὁ βραχίων τῆς δό(ξης) αὐτοῦ κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι ἐν αὐτῷ ὄνομα αἰώνιον. Τῇ γὰρ ἐνεργείᾳ τοῦ (θείου) προστάγματος διῃρέθη τὸ πέλαγος καὶ ἐγένετο αὐτοῖς «τὸ ὕδωρ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων». Τοῦτο γὰρ εἶπεν· κατίσχυσεν, τουτέστιν· ἔστη καὶ ἡ ῥοώδης φύσις ἐμιμεῖτο τειχῶν οἰκοδομίαν. 13 (Ἤγ)αγεν αὐτοὺς δι' ἀβύσσου ὡς ἵππον δι' ἐρήμου 14καὶ ὡς κτήνη διὰ πεδίου, καὶ οὐκ ἐκοπίασαν. Ἐν ταῖς ἐρήμοις [εὐπετ]ῶς ὁ ἵππος δύναται τρέχειν· οὐ γὰρ ἔστιν αἱμασιῶν καὶ δένδρων κωλύματα. Καὶ τὰ κτήνη δὲ ὡσαύ[τως] μετὰ πολλῆς μὲν δυσκολίας τὰ ὄρη διαβαίνει, εὐπετῶς δὲ μάλα τὰ πεδία διέρχεται. [Τὴν] πολλὴν τοίνυν τῆς διαβάσεως διὰ τούτων δεδήλωκεν εὐκολίαν, ὑποδείκνυσι δὲ καὶ τῶν γεγενημένων [τὸ αἴ]τιον· Κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου τοῦ ποιῆσαι σεαυτῷ ὄνομα (δόξ)ης. Ἡ θεία γὰρ αὐτοὺς ἐποδήγησε χάρις, καὶ δῆλος ἐγένετο πᾶσι τοῦ Ἰσραὴλ ὁ θεός. Ἐντεῦθεν πρὸς αὐτὸν τὸν (θεὸν ὁ) προφήτης μεταφέρει τὸν λόγον ὑπὲρ τοῦ λαοῦ τὴν ἱκετείαν προσφέρων· 15 Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ (κύριε καὶ) ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης. Ὁρῶν τὸν λαὸν τῆς προτέρας κηδεμονίας ἐστερημένον [καὶ] τὸν ναὸν τῆς θείας χάριτος γενόμενον ἔρημον, ἱλεούμενος αὐτὸν λέγει· Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ κύριε, [ἄνω]θεν γὰρ ἐποπτεύειν δύνασαι τὰ ἡμέτερα· πλήρωσον πάλιν τὸν ναὸν τῆς χάριτός σου. Ποῦ ἐστιν (ὁ ζῆ)λός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτε ἀνέσχου ἡμῶν· Μα(κρ)οθυμῶν ἡμῖν ἀεὶ δέσποτα διετέλεις, ἔφερες τὴν ἡμετέραν παρανομίαν, ζήλῳ κατὰ τῶν πολεμίων ἐκέχρησο καὶ τὴν ἄμαχόν σου δύναμιν δήλην ἐποίεις. 16 Σὺ γὰρ ἡμῶν πατὴρ εἶ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σὺ κύριε πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστιν. Οὐδεὶς ἡμᾶς ἐκείνων τῶν παλαιῶν προγόνων ἐπίσταται· διὸ σὲ μόνον καὶ δεσπότην καὶ πατέρα καλοῦμεν· σὸς γὰρ λαὸς ἐχρηματίσαμεν ἄνωθεν. 17 Τί ἐπλάνησας ἡμᾶς κύριε ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; Ἡ πολλή σου μακροθυμία (ταύ)την ἡμῖν εἰργάσατο τὴν ἀναίδειαν· ἐπειδὴ γὰρ παρανομοῦντας οὐκ ἠνείχου κολ(άζειν, ἐπεμεί)ναμεν παρανομοῦντες καὶ τῶν σῶν νόμων καταφρονοῦντες. Τοιοῦτόν ἐστι [καὶ τὸ τῷ] μακαρίῳ Μωυσῇ εἰρημένον· «Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ.» Ἀνεξικα[κ]ί[ᾳ γὰρ] πολλῇ καὶ μακροθυμίᾳ χρησάμενος βατράχοις αὐτὸν καὶ σκνιψὶ καὶ μυίαις κατ' ἀρχὰς ἐ[μας]τίγωσεν, ὁ δὲ ὑπέλαβε τὸν θεὸν μὴ δύνασθαι μείζοσιν αὐτὸν ὑποβάλλειν τιμ[ωρίαις. Ὅτε δὲ] τὰ πρωτότοκα τῶν Αἰγυπτίων ὁ ὀλοθρεύων διέφθειρε καὶ καθί[κετο αὐτοῦ τῆς σκληρᾶς] καὶ ἀντιτύπου καρδίας ἡ τῆς ὀδύνης αἴσθησις, τότε εἴξας ἀπέλυσε τὸν λαόν. Δῆλον δὲ το[ί]νυν [ὅτι, εἰ τοῦ]το εὐθὺς ἐξ ἀρχῆς γενέσθαι προσέταξεν, ἀφέθη ἂν ἐξ ἀρχῆς ὁ λαός. Ἐπειδὴ δὲ τῇ συ[νήθει] μακροθυμίᾳ καὶ φιλανθρωπίᾳ χρώμενος σμικρὰς αὐτῷ παιδείας προσήνεγκεν, ἀντέτεινεν ὀνει[δίζων]. Οὗ δὴ χάριν εἶπεν ὁ τῶν ὅλων θεός· «Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ», τουτέστιν ἀνεξικακῶν [καὶ μακροθυ]μῶν. Καὶ γὰρ ἡμεῖς τοῖς συνεχῶς ἁμαρτάνουσιν οἰκέταις εἰώθαμεν λέγειν· [Εἰ ἐξ ἀρχῆς ἐπαι]δεύθης, οὐκ ἂν ἦσθα τοιοῦτος. Οὕτω καὶ ὁ προφήτης ἐκ προσώπου τοῦ λαοῦ τὸν |181 a| δεσπότην ἀντιβολῶν ἔλεγεν· Τί ἐπλάνησας ἡμᾶς κύριε ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυν(ας τὰς) καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; Ἐπὶ πλεῖστόν φησιν ἐμακροθύμησας, ὁρῶν ἀδεῶς (παρα)νομοῦντας οὐκ ἐπαίδευσας· ἐντεῦθεν ἀντίτυπον καρδίαν ἐσχήκαμεν, διὰ τοῦτο τὴν εὐθεῖαν ὁδὸν κατελίπομεν. Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, 18ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Ἀναμνήσθητι τῶν ἡμετέρων προγόνων, οἳ σοὶ θεράποντες ἐχρημάτισαν, ἀναμνήσθητι τῶν ἡμετέρων φυλῶν ἃς ἐν τῇ ἐρήμῳ διέκρινας, ἃς σὸν ὠνόμα[σας] κλῆρον, καὶ μὴ παντελῶς ἡμᾶς ἐξελάσῃς τῶν ἁγίων σου περιβόλων. Οἱ ὑπεναντίοι ἡμῶν κατεπά(τησαν) τὸ ἁγίασμά σου. Τὰ ἄδυτα καὶ ἄψαυστα καὶ μόνοις τοῖς ἱερεῦσι βατὰ ἔρημα ἐγένετο καὶ ὑπὸ τῶν δυσσε(βῶν) πολεμίων κατεπατήθη. Δυσσεβεῖς γὰρ ἦσαν οὐ μόνον Βαβυλώνιοι ἀλλὰ καὶ Μακεδόνες καὶ Ῥωμαῖοι, ἡνίκα τὴν Ἱερουσαλὴμ ἐξεπόρθησαν. 19 Ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Τῆς παντοδαπῆς ἐκείνης ἐγυμνώθημεν προμηθείας καὶ τοῖς ἡμετέροις ἐοίκ(α)μεν προγόνοις, οἳ ἐν Αἰγύπτῳ δουλεύοντες οὐδέπω σὸς λαὸς ἐχρημάτιζον. Ἐὰν ἀνοίξῃς τὸν οὐρα(νόν), τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται 641 ὡς κηρὸς τήκεται ὑπὸ πυρός, καὶ κατακαύσει πῦρ τοὺς ὑπεν(αντί)ους σου, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντίοις σου. Ταῦτα δὲ πεπόνθαμεν οὐ διὰ τὴν σὴν ἀσθένειαν ἀλλὰ διὰ τὴν ἡμετέραν παρανομίαν. Σοῦ γὰρ οὐρανόθεν τὴν οἰκείαν ἐπιφάνειαν ποιουμένου κλονεῖται τὰ ὄρη καὶ κηροῦ δίκην πυρὶ πελάζοντος διαλυθήσεται. Πῦρ δὲ τοὺς ἡμετέρους δυσμενεῖς δαπανήσει καὶ [φανερὰ] πᾶσιν ἡ σὴ γενήσεται δύναμις. Ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται· 2ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται (ἀπὸ) σοῦ ὄρη. Πάντα σοι ῥᾴδια, πάντα σοι εὐπετῆ· σεῖσαι τὴν γῆν, ταράξαι τὰ ἔθνη. 3 Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούς(αμεν), οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ. Δι' αὐτῶν μεμαθήκαμεν τῶν πραγμάτων ὡς σὺ μόνος ὑπάρχ(εις) θεός· ἑτέρου γὰρ οὐδενὸς οὔτε ἐθεασάμεθα οὔτε ἠκούσαμεν ἔργα θεῷ πρέποντα. Καὶ τὰ ἔργα σου ἀλη(θινά). Οὐ γὰρ ἔοικας τοῖς τῶν εἰδώλων τεχνάσμασι καὶ ταῖς παντοδαπαῖς ἐξαπάταις. Καὶ ποιήσεις τοῖς ὑπομένουσί σε ἔλεον· 4συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Ἔδειξε τοῦ ἐλέου τὸ δίκαιον· οὔτε γὰρ ὁ ἔλεος τοῦ θεοῦ ἄκριτος οὔτε ἡ κρίσις ἀνέλεος. Διά τοι τοῦτο τοῖς ὑπομένουσι καὶ τοῖς ποιοῦσι τὸ δίκαιον τὴν τοῦ ἐλέου χορηγίαν συνέζευξεν. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμ(άρ)τομεν. Ἀγανακτεῖς δὲ καθ' ἡμῶν οὐκ ἀδίκως· ἡ γὰρ ἡμετέρα παρανομία τὴν ὀργὴν παραθήγει. Οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· «Ἰδοὺ σὺ ὠργίσθης ἁμαρτανόντων ἡμῶν.» Οὐ γὰρ αὐτοῦ ὀργισθέντος ἥμαρτον, ἀλλ' ἐκείνων ἁμαρτόντων ὠργίσθη. Διὰ τοῦτο ἐπλανήθημεν 5καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες <ἡμεῖς>. Ἡμαρτηκότων ἡμῶν ὠργίσθης· ὀργισθεὶς δὲ τῆς σῆς ἡμᾶς προνοίας ἐγύμνωσας. Ἡμεῖς δὲ ταύτης γυ[μνωθέν]τες τῇδε κἀκεῖσε περιπλανώμεθα καὶ τῆς σῆς ἐστερήμεθα ἁγιωσύνης μυσαροί τινες καὶ ἀκάθαρτοι γεγενημένοι. Καὶ ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν. Ἄξιον θαυμάσαι τοῦ προφήτου τὴν σύνεσιν· τῷ γὰρ ἀκαθάρτῳ ῥάκει οὐ τὴν ἁμαρτίαν ἀλλὰ τὴν δικαιοσύνην αὐτῶν ἀπ(είκ)ασεν. Εἰ δὲ ἡ δικαιοσύνη ἐκείνῳ ἀπείκασται, οὐκ ἔχει εἰκόνα παραβαλλομένη ἡ ἁμαρτία. (Καὶ) ἐξ(ερ)ρύημεν ὡς φύλλα πάντες ἡμεῖς διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμ(ᾶς). Ἔδειξε καὶ διὰ τούτων τῆς τιμωρίας τὸ δίκαιον. Τῆς πολλῆς φησι παρανομίας τίνομεν δίκας καὶ ἐοίκαμεν φύλλοις ὑπὸ λαίλαπος φερομένοις. 6 Καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου, ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ' ἡμῶν καὶ παρέδωκα(ς ἡ)μᾶς ταῖς ἁμαρτίαις ἡμῶν. Εἰς ἀναλγησίαν ἐξεπέσαμεν καὶ τῶν ἐπικειμένων οὐκ |181 b| αἰ(σθανό)μεθα συμφορῶν οὐδὲ τὴν τούτων αἰτοῦμεν ἀπαλλαγήν· τῆς γὰρ σῆς γυμνωθέντες ἐ(πι)μελείας διὰ τὴν πολλὴν παρανομίαν ἐξεδόθημεν τῇ δουλείᾳ. 7 Καὶ νῦν κύριε πατὴρ ἡμῶν σὺ εἶ, ἡμεῖς δὲ πηλός· καὶ σὺ ὁ πλάστης ἡμῶν, ἔργα τῶν χειρῶν σου πάντες ἡμεῖς. Τῆς ἀρχαίας ἀναμιμνῄσκει δημιουργίας καὶ πατέρα καλεῖ καὶ δεσπότην καὶ πλάστην καὶ τὴν ἀνθρωπείαν φύσιν ὀνομάζει πηλόν, (ἵνα) καὶ διὰ τούτων ἀνοίξῃ τὰς τοῦ ἐλέου πηγάς. 8 Μὴ ὀργίζου ἡμῖν κύριε ἕως σφόδρα καὶ μὴ ἐν (καιρῷ) μνησθῇς ἁμαρτιῶν ἡμῶν. Τό· μὴ ἐν καιρῷ, «μὴ εἰς τὸν αἰῶνα» ὁ Σύμμαχος εἴρηκεν ἀντὶ τοῦ· [εἰς] τέλος. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαυίδ· «Ἵνα τί ὁ θεὸς ἀπώσω εἰς τέλος;» ,καὶ πάλιν· «Μὴ εἰς τὸν αἰῶνα ὀργισθῇς ἡμῖν», καὶ ἑτέρωθι· «Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.» Κατὰ μέντοι τοὺς Ἑβδομήκοντα οὕτως [νοή]σωμεν· μὴ ἐν τῷ καιρῷ τῆς τῶν πολεμίων προσβολῆς τῶν ἡμετέρων ἁμαρτημάτων μνησθῇς. (καὶ) νῦν ἐπίβλεψον κύριε ὅτι λαός σου πάντες ἡμεῖς, 9πόλις τοῦ ἁγίου σου, τουτέστι τοῦ Δαυίδ· αὐτοῦ ἐχρημά(τιζε) πόλις. Ἐγενήθη ἔρημος Σιὼν ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ· εἰς κατάραν 10ὁ οἶκος τοῦ ἁγιάσματος ἡμῶν, (καὶ ἡ) δόξα ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα ἡμῶν συνέπεσαν. (Εἰ ἡ)μεῖς φιλανθρωπίας φησὶν ἀνάξιοι οἱ σὸς λαὸς χρηματίσαντες, τὴν πόλιν φειδοῦς διὰ τὸν ταύτης ἀ(ξίω)σον οἰκιστήν· ἔρημος γὰρ αὕτη γεγένηται. Καὶ τῇ μνήμῃ τῆς προσηγορίας εἰς ἔλεον διεγείρει· Ἐγενήθη (ἔρημ)ος Σιὼν ὡς ἔρημος ἐγενήθη Ἱερουσαλήμ. Τὸ δέ· εἰς κατάραν ὁ οἶκος τοῦ ἁγιάσματος ἡμῶν, [οἱ μὲν] Ἄλλοι «εἰς ἀφανισμὸν» ἡρμήνευσαν. Ἔχει δὲ καὶ ἡ κατάρα διάνοιαν τῷ πάθει πρόσφορον· εἰώθασι [γὰρ πάντ]ες λέγειν· Πάθοις ἃ ὁ δεῖνα πέπονθεν. Ὁ πολυθρύλητος τοίνυν νεώς, ὁ πλήρης ἁγιωσύνης, ὁ παρὰ [πᾶσιν] ἀοίδιμος πολεμικῷ μὲν ἐνεπρήσθη πυρί, πρόκειται δὲ τοῖς ἐπιτωθάζουσιν εἰς κατάραν. 11 Καὶ (ἐπὶ τού)τοις πᾶσιν ἀνέσχου κύριε καὶ ἐσιώπησας. Ταῦτα δὲ πάντα ὁρῶ<ν> ὑπὸ τῶν πολεμίων γιγνόμενα [ἠνέσχου] μακροθυμῆσαι. Καὶ τὴν αἰτίαν διδάσκει· Καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα. Ἵνα γὰρ ἡ[μᾶς] ταπεινώσῃς καὶ τὸ ἡμέτερον φρόνημα καταλύσῃς, οὐκ ἐβουλήθης κολάσαι τοὺς ταῦτα [τετολ]μηκότας. Ταύτης ὑπὸ τοῦ προφήτου τῆς ἱκετείας προσενεχθείσης ἀποκρίνεται [ὁ τῶν] ὅλων θεὸς τῇ αὐτῇ χρώμενος γλώττῃ· 651 Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑ(ρέθη)ν τοῖς ἐμὲ μὴ ζητοῦσιν, εἶπον· Ἰδού εἰμι ἰδού εἰμι ἐν ἔθνει οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου. Οὐ δέχομαί φησι τὴν ὑπὲρ τούτων πρεσβείαν· ἄλλον ἐξελεξάμην λαόν, οὐκέτι τῶν ἀχαρίστων ἀνέξομαι. Δῆλος τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσιν ἐγενόμην· εἶδον οἱ ἐν σκότει φῶς, ἔγνωσαν οἱ ἀγνοοῦντες τὸν ποιητήν, εὗρον οἱ μὴ ζητοῦντες τὸν θησαυρόν, οἱ προφήτας οὐκ ἐσχηκότες (τῷ ὑ)π' ἐκείνων κηρυττομένῳ πιστεύουσιν. 2 Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέ(ραν ἐπὶ) λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ἐν ὁδῷ οὐ καλῇ ἀλλ' ὀπίσω τ(ῶν ἁμαρ)τιῶν αὐτῶν. Τὰ μὲν οὖν ἔθνη προφήτην οὐ δεξάμενα τὸν εὐεργέτην ἐπέγνω, οὗτοι δὲ παντοδαπῆς ἐπιμελείας τετυχηκότες ὄνησιν οὐδεμίαν ἐδέξαντο ἀλλὰ τῇ συνήθει παρανομίᾳ προσμένουσιν. Τὸ δέ· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου, δηλοῖ μὲν (τὴν) ἐν παντὶ τῷ χρόνῳ γεγενημένην αὐτῶν ἐπιμέλειαν, αἰνίττεται δὲ καὶ τοῦ σταυροῦ (τὸ) σωτήριον πάθος, ἐν ᾧ τὰς χεῖρας ἐξέτεινεν. Εἶτα καὶ τὴν πολλὴν αὐτῶν ἀσέβειαν καὶ παραν[ομίαν] γυμνοῖ· 3 Ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντὸς αὐτοὶ θυμιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις 4τοῖς δαιμονίοις καὶ τοῖς οὐκ οὖσιν. Εἰδότες (ὡς) ὁρῶ τὰ γιγνόμενα παρόντος μου τοὺς δαίμονας θεραπεύουσι, παροξύνειν με διὰ τῶν τολ(μω)μένων βουλόμενοι. Ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι' ἐνύπνια. Σφᾶς |182 a| αὐτοὺς ἐκδεδωκότες τῇ πλάνῃ καὶ ταῖς καθ' ὕπνον γινομέναις φαντασίαις ἀκολουθοῦσι (καὶ) τούτου χάριν καὶ παρὰ τοὺς τάφους καθεύδειν ἀνέχονται καὶ ἐν τοῖς ἀφωρισμένοις σπηλαίοις τ(οῖς δαί)μοσιν. Οἱ ἐσθίοντες κρέας ὕειον καὶ ζωμοὺς θυσιῶν, μεμολυσμένα πάντα τὰ σκεύη αὐτῶν. (Τῆς) τοῦ νόμου παραβάσεως κατηγορεῖ διδάσκων, ὡς οὐκ ἀντεχόμενοι τοῦ νόμου οὐδὲ τὴν ἔννομον πολι(τείαν) ἀσπαζόμενοι τὴν μιαιφονίαν ἐκείνην ἐτόλμησαν καὶ τὸν εὐεργέτην τῷ ξύλῳ προσήλωσαν—[παρανομοῦσι] γὰρ οἵ γε τὸν νόμον ἀεὶ ἀδεῶς παραβαίνοντες—ἀλλὰ συνήθως ἀχάριστοι περὶ τὰς θείας γενόμενοι [εὐεργεσίας]. 5 Οἱ λέγοντες· Πόρρω ἀπ' ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι. Τοιοῦτοι ἦσαν οἱ τοῦ σωτῆρος κατηγορ(οῦντες) καὶ λέγοντες· «Ἵνα τί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;» Τοιοῦτος ἦν ὁ Φα(ρισαῖος) ὁ «ἐν αὐτῷ λέγων· Εἰ ἦν οὗτος προφήτης, ᾔδει τίς καὶ ποταπὴ ἡ γυνὴ αὕτη ἡ ἁπτομένη αὐτοῦ». Τοιοῦτος ἦν ὁ ἐν τῷ ἱερῷ προσευχόμενος καὶ λέγων· «Εὐχαριστῶ σοι, ὁ θεός, ὅτι οὔκ εἰμι ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων (ἄ)δικοι, πλεονέκται, μοιχοί, οὐδὲ ὡς οὗτος ὁ τελώνης.» Εἶτα δεικνὺς τοῦ τύφου τὴν βλάβην ἐ[πάγει]· Οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. Ὥσπερ γὰρ τὰ ξύλα δι(εγείρει) τὴν φλόγα, οὕτως ὁ τῦφος, οὕτως καὶ ἡ ἀλαζονεία τὸν ἐμὸν ἐξάπτει θυμόν. 6 Ἰδοὺ γέγραπται (ἐνώπιον) ἐμοῦ· Οὐ μὴ σιωπήσω, ἕως ἂν ἀποδώσω εἰς τὸν κόλπον αὐτῶν 7πάσας τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει κύριος. Ἐπειδὴ πάσῃ συζῶντες παρανομίᾳ ὡς ἄκ[ρας] ἀρετῆς ἐπειλημμένοι τῶν ἄλλων ὑπερφρονοῦσι, δρέψονται ὧν τολμῶσι τἀπίχειρα καὶ δι[δάσκει] ὡς οὐ μόνον κατὰ τὸν παρόντα βίον ἀλλὰ κἀν τῷ μέλλοντι δώσουσι δίκας· τούτου γὰρ χά[ριν εἴρηκεν·] (Καὶ) τῶν πατέρων αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει κύριος. Οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων. Περὶ τῶν πατέρων αὐ[τῶν] ταῦτα λέγει. Καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με. Ἀποδώσω τὰ ἔργα αὐτῶν πρῶτον εἰς τὸν κόλπον (αὐτῶν). Τὴν ἐσομένην ἐν τῷ μέλλοντι βίῳ δεδήλωκε κρίσιν. Εἶτα διδάσκει, τίνος χάριν οὕτως α[ὐτῶν] παρανομούντων ἐπὶ πλεῖστον ἠνέσχετο χρόνον· 8 Οὕτως λέγει κύριος· Ὃν τρόπον ἐὰν εὑρεθῇ ῥὰξ ἐν τῷ βότ(ρυι) καὶ ἐροῦσιν· Μὴ λυμήνῃ αὐτήν, ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῇ, οὕτως ποιήσω ἕνεκεν τοῦ δου(λεύοντός μοι)· τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. Ὥσπερ γάρ φησιν, εἴ τις ἐν βότρυι μίαν εὕροι πέπειρον ῥᾶ(γα), δι' ἐκείνην παντὸς τοῦ βότρυος φείδεται, ἵνα τῷ θεῷ τὴν ἀπαρχὴν προσενέγκῃ, οὕτως ἐγὼ ἐπ(αγγειλά)μενος τῷ Ἀβραὰμ ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν τὰ ἔθνη πάντα δι' ἐκεῖνο τὸ σπέρμ[α παντὸς] τοῦ Ἰσραὴλ ἠνεσχόμην παρανομοῦντος, διὰ τοῦτο οὐ περιεῖδον Αἰγυπτίοις δουλεύοντας, τούτου χάριν αὐτ[οὺς] τῆς τῶν Βαβυλωνίων ἠλευθέρωσα δυναστείας. 9 Καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος μου τὸ ἅγιον. Ἄντικρυς ἡμῖν τὸν προφητευόμενον ὁ προφητικὸς ὑπέδειξ[ε λόγ]ος· τοῦ γὰρ σπέρματος ἀναμνήσας, δι' οὗ τὴν εὐλογίαν τοῖς ἔθνεσι δώσειν ὁ θεὸς ἐπηγγείλατο, τοῦ Ἰακὼ[β] ἐμ[νημό]νευσε καὶ τοῦ Ἰούδα. Ἣν γὰρ διὰ τῶν προγόνων καὶ ὑπὸ τοῦ θεοῦ τῶν προγόνων ὁ Ἰακὼβ εὐλογίαν ἐ[δέξ]ατο, ταύτην οὔτε τῷ Ῥουβὶμ τῷ πρωτοτόκῳ οὔτε τῷ Συμεὼν τῷ δευτέρῳ οὔτε τῷ Λευὶ τῷ τρίτῳ, ἐξ οὗ τὸ τῶν ἱερέων ἐβλάστησε γένος, οὔτε τῷ Ἰωσὴφ τῷ ποθουμένῳ ἀλλὰ τῷ Ἰούδᾳ δέδωκεν· «Οὐκ ἐκλείψει» γὰρ ἔφη «ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Τούτου χάριν ὁ τῶν ὅλων ἔφη θεός· Καὶ ἐξάξω (τὸ) ἐξ Ἰακὼβ σπέρμα καὶ ἐξ Ἰούδα, τουτέστι τὴν τῶν ἐθνῶν προσδοκίαν, δι' ἧς εὐλογή(σειν ἐ)πηγγειλάμην πάσας τῆς γῆς τὰς φυλάς. Εἶτα μετὰ τοῦ δεσπότου Χριστοῦ καὶ τῶν εἰς αὐτὸν (πεπιστευ)κότων ἀποστόλων καὶ τῶν ἄλλων τῶν τὸ ἐκείνων διαδεξαμένων κήρυγμα μνημον(εύει· |182 b| Καὶ κληρονο)μήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ. Ἔπειτα καὶ [τῶν ἐθνῶν προλέγει τὴν] κλῆσιν· 10 Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς (ἀνάπαυσιν) βουκολίων τῷ λαῷ μου οἳ ἐζήτησάν με. Δρυμὸν τὰ ἔθνη καλεῖ διὰ τὴν προτέραν ἀ[πιστίαν], ἐπαύλεις δὲ τὰς ἐκκλησίας καλεῖ, ποίμνια δὲ τοὺς ἐν ταύταις ἀθροιζομένους λαούς. Διὰ [δὲ] τῆς Ἀχὼρ φάραγγος αἰνίττεται τὴν ἐν ταῖς ἐκκλησίαις γινομένην κατάνυξιν· τὸν γὰρ Ἄχαρ ἢ [καὶ] Ἀχὼρ κεκλοφότα καὶ τὸν περὶ τοῦ ἀναθέματος παραβεβηκότα νόμον ἔν τινι κατέλ[ευσαν] φάραγγι καὶ διὰ τοῦτο τὸ πάθος πολλῆς ἐνεπλήσθησαν κατανύξεως. 11 Ὑμεῖς δὲ οἱ ἐγκα(ταλείπο)ντές με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, 12ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες σφαγῇ πεσεῖσθε. Πάντα γὰρ δυσσεβείας μεστά· πρῶτον μὲν τὸ τὸν εὐεργέτην καταλιπεῖν καὶ τοῦ ἀφιερωμένου (τῷ θε)ῷ καταφρονῆσαι ναοῦ, εἶτα τὸ ἀντὶ θεοῦ τοῖς δαίμοσι τοῖς ἀντιθέοις δουλεῦσαι καὶ ἀντὶ (τῆς) τοῦ θεοῦ προνοίας προελέσθαι τὴν τύχην καὶ ταύτην νομίζειν οἰκονομεῖν τὰ ἀνθρώπεια (πράγ)ματα καὶ ταύτην προσφέρειν τὰ ὑπὸ θεοῦ χορηγούμενα. Ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκού(σατε), ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβου(λό)μην ἐξελέξασθε. Ἐκάλεσε μὲν αὐτοὺς καὶ διὰ τῶν προφητῶν, καὶ ἀντιτείνοντες δι(ετέλες)αν· ἐκάλεσε δὲ αὐτοὺς καὶ ἐνανθρωπήσας· «Ἰησοῦς» γάρ φησιν «ἔκραξε καὶ εἶπεν· Εἴ τις διψᾷ, ἐρχέ(σθω) πρός με καὶ πινέτω», καὶ πάλιν· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτις(μέν)οι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ἀλλὰ τὴν σωτήριον οὐκ ἐδέξαντο κλῆσιν, τὰς δὲ νομικὰς παρατη(ρήσεις) καὶ τὰς θυσίας, ἃς οὐκ ἐβούλετο, τῆς δωρουμένης αὐτοῖς προετίμησαν χάριτος. 13 (Διὰ) τοῦτο τάδε λέγει κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ (οἱ δο)υλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· 14ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐ(φροσύνῃ) καρδία<ς>, ὑμεῖς δὲ κεκράξετε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς (πνεύματος) ὀλολύξετε. Ἡ τῶν ἐναντίων παράθεσις μείζονα τοῖς κολαζομένοις τὴν ὀδύνην (ἐργάζεται)· αὐτίκα τοίνυν Ἰουδαίους οὐχ οὕτως ἡ σφετέρα δυσημερία λυπεῖ, ὅσον ἀνιᾶ τῆς ἐκκλησίας ἡ εὐπραξία. 15 Καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν (τοῖς ἐκ)λεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος ὁ θεός. Τό· εἰς πλησμονήν, οἱ Τρεῖς Ἑρμηνευταὶ «εἰς (ὅρ)κον» τεθείκασιν. Εἰώθασι δὲ πολλοὶ λέγειν οὕτως· Μὴ πάθοιμι ἃ ὁ δεῖνα πέπονθεν. Καὶ τ[ῶ]ν Ἑβδομήκοντα δὲ ἡ ἑρμηνεία ἔργῳ θεωρεῖται· βδελυκτὸν γὰρ καὶ προσκορὲς καὶ αὐτὸ τῶν Ἰουδαίων τὸ [ὄνομα]. Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, 16ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Καὶ ἤδη (τοῦτο) προεῖπε τὸ ὄνομα. Καινὸν δέ ἐστι καὶ οὐ παλαιόν· μετὰ γὰρ τὴν ἐπιφάνειαν το(ῦ δεσπότου) Χριστοῦ Χριστιανοὶ προσηγορεύθησαν οἱ πιστεύσαντες. Ἀντὶ πάσης δὲ τοῦτο προσφέρουσιν εὐφημίας οἱ ἄνθρωποι· (ὅ)ταν γὰρ ἐπαινέσαι βουληθῶσι, μετὰ τὰς πολλὰς εὐφημίας ἐπιλέγειν εἰώθασιν· ἀληθῶς Χριστιανός. Καὶ παρακαλοῦντες πάλιν εἰώθασι λέγειν· Ὡς Χριστιανὸς (ποίησον, ὃ) πρέπει Χριστιανῷ ποίησον. Οὕτως εὐλογίας καὶ εὐφημίας ἡ προσηγορία μεστή. (Εὐλογήσουσι) γὰρ (τὸν θεὸν τὸν) ἀληθινόν, τουτέστιν οἱ τοῦ καινοῦ ὀνόματος ἀξιούμενοι. Καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς (ὀμοῦνται τὸν θεὸν) τὸν ἀληθινόν. Ἀπορρίψουσι γὰρ τῶν εἰδώλων τὴν μνήμην καὶ τὸν ἀληθινὸν θεὸν ἐν (τῷ στόματι δι)ατελέσουσι περιφέροντες. Ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην, καὶ (οὐκ ἀναβήσετ)αι αὐτῶν ἐπὶ τὴν καρδίαν. Θλῖψιν τὴν πλάνην ἐκάλεσεν ὡς πρόξενον συμφορῶν. 17 (Ἔσται γὰρ) ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδὲ μὴ ἐπέλθῃ α(ὐτῶν ἐπὶ τὴν καρδίαν), 18ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ ὅσα ἐγὼ κτίζω. Τοῦτο καὶ |183 a| ὁ ἀπόστολος ἔφη· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γ(έγ)ονε καινὰ τὰ πάντα.» Οὕτω [καὶ] διὰ τοῦ προφήτου· Εὐφροσύνη φησίν ἐστι καὶ ἀγαλλίαμα ὅσα ἐγὼ κτίζω. Σωτηρίαν γὰρ αἰώνιον [παρέξουσι] τὰ ὑπ' ἐμοῦ γιγνόμενα· γέγονε δὲ <ὁ> οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ τοῖς πάλαι πλανωμένοις καὶ ταῦτ[α θεο]ποιοῦσιν· ἐπέγνωσαν γὰρ τὸν τούτων δημιουργὸν καὶ ἔμαθον ὡς οὐ θεοὶ ταῦτα ἀλλὰ θεοῦ ποιή[ματα]. Καινὰ τοίνυν ἐστὶ τοῖς ἕτερα ἀνθ' ἑτέρων ὁρῶσιν· παυσαμένης γὰρ τῆς πλάνης ὤφθη τὸ ποίη[μα] ποίημα καὶ ὁ ποιητὴς ποιητής. Ἰδοὺ ἐγὼ ποιῶ τὴν Ἱερουσαλὴμ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφρο(σύνην) 19καὶ ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλὴμ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου, καὶ οὐκέτι οὐ μὴ ἀκ(ουσθῇ) ἐν αὐτῇ φωνὴ κλαυθμοῦ καὶ φωνὴ κραυγῆς. Περὶ τῆς καινῆς κτίσεως προθεσπίσας ἀναγκ[αίως] Ἱερουσαλὴμ ἐκείνην ὀνομάζει, περὶ ἧς καὶ ὁ θεῖος ἀπόστολος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν», καὶ πάλιν· «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, (καὶ μυριάσιν) ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.» Ἐκείνην ἀγαλλίαμα [ποιήσειν λέγει] καὶ τὸν ἐκείνης λαὸν εὐφροσύνην, ἐκείνην ἐλευθέραν ὀνομάζει κλαυθμοῦ. Εἰ δὲ μὴ πείθονται [Ἰουδαῖοι], δειξάτωσαν τὴν αὐτῶν Ἱερουσαλὴμ δακρύων ἀπαλλαγεῖσαν· συμφοραῖς γὰρ αὕτη παρεδόθη μ[ὲν πολλαῖς], ἐκείνη δὲ μόνη βιοτὴν ἄλυπον ἔχει καὶ δακρύων ἀπηλλαγμένην. Μαρτυρεῖ δὲ καὶ τὰ [ἑξῆς] τῇδε τῇ διανοίᾳ· 20 Καὶ οὐ μὴ γένηται ἔτι ἐκεῖ ἄωρος ἡμέραις καὶ πρεσβύτης ὃς οὐκ (ἐμ)πλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος υἱὸς ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνῄσκων ἁμαρ(τωλὸς) υἱὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται. Καὶ τῶν δικαίων καὶ τῶν ἁμαρτωλῶν ἴσην (ἔχει τὴν) ἡλικίαν· ἀθάνατος γὰρ καὶ ἡ τῶν δικαίων ἀπόλαυσις καὶ τῶν ἡμαρτηκότων ἡ κόλασις. (Καὶ) τὰς διαφόρους δὲ ἡλικίας ἐκβάλλει, καὶ τὴν ἄωρον καὶ τὴν ἔξωρον, τὸν δὲ τέλειον ἀριθμόν, τουτέστι τὸν ἑκατόν, τέθεικεν ἐπὶ τῆς ἀτελευτήτου ζωῆς. Τὸ δέ· υἱὸς ἑκατὸν ἐτῶν, κατὰ τὸ Ἑβραίων καὶ Σύρων ἰδίωμα τέθεικεν ἀντὶ τοῦ· ἑκατὸν ἐτῶν. 21 Καὶ οἰκοδομήσου(σιν) οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι, καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γεν(ήματα) αὐτῶν· 22καὶ οὐ μὴ οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύ<ς>ουσι καὶ ἄλλοι φά(γονται). Τροπικῶς ταῦτα κατὰ τὸ οἰκεῖον ἰδίωμα τέθεικεν, οἰκίας καὶ ἀμπελῶνας τὴν ἀρετὴν ὀνο(μά)ζων. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος· «Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὁ σπείρων εἰς τὴν σάρκα αὐτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ (δὲ) σπείρων εἰς τὸ πνεῦμα αὐτοῦ ἐκ τοῦ πνεύματος αὐτοῦ θερίσει ζωὴν αἰώνιον», καὶ πάλιν· «Ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ' εὐλογ(ίαις) ἐπ' εὐλογίαις καὶ θερίσει», καὶ ἑτέρωθι· «Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.» Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαι<ώ>σουσιν. Πῶς δύναται ταῦτα προσαρμοσθῆναι τοῖς τὸν θνητὸν τοῦτον διοδεύουσι βίον; αἰώνιον γὰρ ὁ προφητικὸς λόγος ὑπισχνεῖται ζωήν. Περὶ γὰρ ἐκείνου τοῦ ξύλου ἔφη ὁ θεός· «Μήποτε ἐκτείνῃ Ἀδὰμ τὴν χεῖρα αὐτοῦ καὶ φάγῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ζήσεται εἰς τὸν αἰῶνα.» Γέγονε δὲ ἡμῖν ξύλον ζωῆς ὁ σωτήριος σταυρός· ἐδέξατο γὰρ οἷόν τινα καρπὸν τὸ ζωοποιὸν σῶμα, εἰς ὃ οἱ τὰς χεῖρας ἐκτείνοντες καὶ τοῦ καρποῦ μεταλαμβάνοντες τὴν αἰώνιον ζῶσι ζωήν. Οἱ ἐκλεκτοί (μου) 23οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα εὐλογημένον (ὑ)πὸ τοῦ (θεοῦ) εἰσι καὶ τὰ ἔγγονα αὐτῶν μετ' αὐτῶν. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ὁ κόπος ὑμῶν οὐκ ἔστ(ι κενὸς ἐν) κυρίῳ.» Τέκνα δὲ καὶ ἔγγονα εὐλογημένα τοὺς διὰ τῆς πίστεως ἀναγεννωμένους καλεῖ, περὶ ὧν καὶ ὁ (θεῖος ἀπόστολος) ἔφη· «Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ (Ἰησοῦ διὰ τοῦ |183 b| εὐ)αγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Καὶ Γαλάταις δὲ γράφων οὕτως ἔφη· «Τεκνία μου οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» 24 Καὶ ἔσται πρὶν ἢ κεκρᾶξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν (ἐρῶ· Τί ἐστιν); Οὕτως ἐν Ἱεροσολύμοις καθειργμένῳ τῷ Παύλῳ ὤφθη ὁ κύριος λέγων· «Θάρσει Παῦλε· ὡς γὰρ διεμαρ(τύρω τὰ) περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.» Οὕτως ἐν Φιλίπποις ἔσεισε τὰ θε(μέλια τοῦ) δεσμωτηρίου καὶ διέλυσε τὰ δεσμά, οὕτω τὸν κορυφαῖον τῶν ἀποστόλων ἐξήγαγε τῆς φυλακῆς, (οὕτως) ἅπαντα τὸν τῶν ἀποστόλων χορὸν καθειργμένον ἀπέλυσεν. 25 Τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων (ὡς βοῦς) φάγεται ἄχυρα. Ταῦτα καὶ ἤδη προείρηκε, τῆς ἐξ Ἰεσσαὶ ῥάβδου προαγορεύσας τὴν βλάστην. Ὁρῶμεν [δὲ τ]ῆς προφητείας τὸ τέλος· κατὰ ταὐτὸν γὰρ καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ βασιλεῖς καὶ ὑπήκοοι καὶ σοφοὶ (καὶ ἰ)διῶται μίαν ἔχουσι τράπεζαν, τὴν διδασκαλίαν τοῦ πνεύματος. Ἄρνας γὰρ ἐκάλεσε τοὺς ἐπιεικείᾳ συζῶντας, (τοὺς) δὲ τοῦ πλείονος ἐφιεμένους λύκους ὠνόμασε, λέοντα δὲ τὸν τῆς βασιλείας ἐπειλημμένον, βοῦς (δὲ) τοὺς ἱερωσύνης ἠξιωμένους, ἄχυρα δὲ τὴν βουσὶν ἀφωρισμένην τροφήν, τουτέστιν· οὐκέτι (σαρκο)βόρος ἔσται ὁ λέων ἀλλὰ τῆς τῶν βοῶν τροφῆς μεταλήψεται. Ὄφις δὲ γῆν ὡς ἄρτον. [Ταύ]την γὰρ αὐτῷ τὴν τροφὴν ἐξ ἀρχῆς ὁ δίκαιος ἀπένειμε δικαστής· «Καὶ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ (πορ)εύσῃ καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Ὄφιν δὲ καλεῖ τὸν κοινὸν τῶν ἀνθρώπων ἐχθρόν· [τοῦτον] ὑπέβαλε ταῖς ἀρχαίαις ἀραῖς. Δηλοῖ δὲ καὶ τὰ ἑξῆς· Οὐκ ἀδικήσουσιν οὐδὲ λυμανοῦνται (ἐπὶ π)αντὶ τῷ ὄρει μου τῷ ἁγίῳ, λέγει κύριος. Ἐπὶ τῆς γῆς γὰρ ἰλυσπώμενος καὶ ὑπὸ τῶν ἁγίων κατα(πατού)μενος καὶ τῷ ξύλῳ τοῦ σταυροῦ συντριβόμενος πάσης ἰσχύος ἐστέρηται. Εἰ δὲ κατὰ τὸ ῥητὸν ἔσεσθαι [ταῦ]τα προσμένουσιν Ἰουδαῖοι, εἰπάτωσαν ποῖον ὄφελος ἐντεῦθεν γενήσεται· τί γὰρ οἱ ἄνθρωποι κερ[δαν]οῦσι λεόντων μὲν ἄχυρα ἐσθιόντων, τῶν ὄφεων δὲ τὴν γῆν ποιουμένων τροφήν; Ἀλλὰ τὴν [τούτω]ν ἄνοιαν καταλιπόντες τῆς ἑρμηνείας ἐχώμεθα. 661 Οὕτως λέγει κύριος· Ὁ οὐρανός μοι θρόνος καὶ (ἡ γῆ) ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον τοῦτον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος, καὶ ποῖος οὗτος τόπος (τῆς κα)τοικήσεώς μου; 2Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα, λέγει κύριος. Τὴν (τοπι)κὴν διὰ τούτων ἐκβάλλει λατρείαν καὶ δείκνυσιν ἑαυτὸν οὐρανοῦ καὶ γῆς ποιητὴν καὶ τῶν ἄλλων (ἁπ)άντων δημιουργὸν καὶ χειροποιήτου ναοῦ μὴ δεόμενον. Διδάσκει δὲ αὐτοὺς καὶ τὸ οἰκεῖον μέ[γε]θος, ἕως οἷοί τε μαθεῖν ἦσαν· Εἰ τὸν οὐρανὸν θρόνον ἔχω, πηλίκον οἶκον οἰκοδομῆσαί μοι δύνασθε; [Οὐ τῆς] ὑμετέρας δέομαι συνεργίας ὁ ταῦτα πάντα τεκτηνάμενος λόγῳ καὶ οὐ διὰ τὴν ἐμαυτοῦ χρείαν ἀλλὰ διὰ τὴν τῶν ἀνθρώπων εὐεργεσίαν πεποιηκώς. Εἶτα διδάσκει οἷς ἀρέσκεται· Καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Οἶκον ἀληθινὸν ἐγὼ καὶ ναὸν ἅγιον τὸν (κατὰ) τὰς ἐμὰς ἐντολὰς πολιτευόμενον ἔχω, τὸν δεδιότα καὶ τρέμοντα τὴν τῶν ἐμῶν προσταγ(μάτων) παράβασιν, τὸν πράῳ τρόπῳ καὶ ταπεινῷ φρονήματι χρώμενον. 3 Ὁ δὲ ἄνομος ὁ θύων μοι (μόσχον) ὡς ὁ τύπτων ἄνδρα, θυσιάζων πρόβατον ὡς ὁ ἀποκτείνων κύνα, ὁ δὲ ἀναφέρων σεμί(δαλιν) ὡς αἷμα ὕειον, ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος. Τὴν νομικὴν λατρείαν [διὰ τού]των ἐξέβαλε διδάσκων ὡς ἐκείνων χάριν ἐξ ἀρχῆς ταῦτα νενομοθέτηκεν, οὐ ταῖς θυσίαις ἀ[ρεσκό]μενος ἀλλ' ἐκείνων ὡς ἀσθενῶν προμηθούμενος. Διὰ τοῦτο τὰ συγκεχωρημένα τοῖς ἀπηγορευμένοις [συγ]κ[ρ]ίνει· τὸ μὲν γὰρ θύειν μόσχον καὶ θυσιάζειν πρόβατον καὶ προσφέρειν σεμίδαλιν καὶ λιβανωτὸν [ὑπὸ τοῦ θεοῦ] συνεκεχώρητο πάλαι, τὸ δὲ ἄρχειν χειρῶν ἀδίκων καὶ βλασφημίᾳ τὴν γλῶτταν μολύνειν πα[ντελῶς] ἀπηγόρευτο, ὕες δὲ καὶ κύνες ἀκάθαρτα ἐνενόμιστο. Καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁ(δοὺς αὐτ)ῶν καὶ τὰ βδελύγματα αὐτῶν ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν. Οὐ τοῖς ἐμοῖς ἐπείσθησαν |184 a| λόγοις ἀλλὰ τοῖς οἰκείοις ἠκολούθησαν λογισμοῖς. 4 Καί γε ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς, ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μ(ου), <ἐλάλησα καὶ οὐκ ἤκουσάν μου,> (καὶ) ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο. <Ἐπειδή φησιν ἐξελέξαντο> οὐχ ἅπερ ἐβουλόμ(ην ἀλ)λ' ἅπερ ἠθέλησαν, ἐπάξω κἀγὼ τιμωρίας αὐτοῖς, ἃς αὐτοὶ μὲν οὐ βούλονται ἐγὼ δὲ δικαίως ἐπο(ίσω). Ἐμπαίγματα γὰρ τὰς τιμωρίας ἐκάλεσεν. Ἐκάλεσα γὰρ αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου. Οὕτω ταῦ[τα] κατὰ τῶν ἀντιλεγόντων προαγορεύσας πρὸς τοὺς πεπιστευκότας μεταφέρει τὸν λόγον· 5 Ἀκού(σατε τὸ) ῥῆμα κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ, εἴπατε· Ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ ὑμῶν, κἀκεῖνοι αἰσχυνθήσονται. Τοῦτο καὶ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις νομοθετεῖ· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς (διώ)κοντας ὑμᾶς.» Διὰ τοῦτο ὁ μακάριος ἔλεγε Παῦλος· «Ηὐχόμην αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται.» Διὰ τοῦτο ὁ μακάριος Στέφανος τοῖς ἀπιστοῦσι διαλεγόμενος ἔλεγεν· «Ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατε.» Τοῦτο καὶ διὰ [τοῦ] προφήτου παρεγγυᾷ τῶν ὅλων ὁ κύριος τοῖς τρέμουσι τὸν λόγον αὐτοῦ, ἀδελφοὺς καλεῖν τοὺς [μισοῦντας] καὶ βδελυσσομένους, ὥστε δοξασθῆναι τοῦ σωτῆρος τὸ ὄνομα. Τοῦτο γάρ φησιν ὑμῖν μὲν εὐ[φρο]σύνην ἐκείνοις δὲ προξενήσει αἰσχύνην. Μετὰ ταῦτα τῆς πόλεως τὴν πολιορκίαν προδιαγ[ράφει]· 6 Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀν(τι)κειμένοις αὐτῷ. Τὴν ἐσομένην κατὰ τὸν καιρὸν τῆς ἁλώσεως ὀλολυγὴν ὁ προφητικὸς δεδήλω(κε λόγος) καὶ τῆς τιμωρίας διδάσκων τὸ δίκαιον εἶπεν ὅτι τῶν ὅλων ὁ κύριος δίκας πράττεται τοὺς ἀν(τικει)μένους αὐτῷ. Οὕτω δείξας τῶν Ἰουδαίων τὸν ὄλεθρον τὰς τῆς ἐκκλησίας ὠδῖνας θ[εσπί]ζει καὶ τὸν ἐν ἀκαρεῖ βλαστήσαντα νέον λαόν φησιν· 7 Πρὶν τὴν ὠδίνουσαν τεκεῖν καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. Καὶ τὸ σύντομον τῆς γεννήσεως καὶ τὸ ἰσχυρὸν τοῦ γεννηθέντος δεδήλωκεν· διὰ γὰρ τοῦ ἄρρενος τὴν ἰσχὺν παρεδήλωσεν. Εἶτα ἐκπληττόμενός [φησιν]· 8 Τίς ἤκουσε τοιοῦτον ἢ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν ἡμέρᾳ μιᾷ καὶ ἔτεκεν ἔθνος εἰς (ἅπαξ); Ὅτι ὤδινε Σιὼν καὶ ἔτεκε τὰ παιδία αὐτῆς. Ἃ διὰ τῶν λόγων ὁ προφήτης ἐδίδαξεν, ἡ (πεῖρα) δείκνυσιν ἐναργῶς· τοῦ γὰρ μεγάλου δημηγορήσαντος Πέτρου ὁμοῦ τρισχιλίους ἡ χάρις ἐγέννησε καὶ πάλιν ἄλλην διδασκαλίαν προσενεγκόντος πεντακισχιλίους κατὰ ταὐτὸν ἀπ(εκύ)ησεν· οὗτοι δὲ «πάντες ζηλωταὶ τοῦ νόμου» ἐτύγχανον, ᾗ φησιν ὁ θεῖος Ἰάκωβος. Ταῦτα διὰ [τῆς] προφητικῆς γλώττης προηγόρευσεν ὁ τῶν ὅλων θεός, τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς δηλοῖ· 9 Ἐγὼ (δὲ) ἔδωκα τὴν προσδοκίαν ταύτην καὶ ἐγὼ οὐ γεννήσω; Προεῖπόν φησι καὶ οὐ δώσω τῇ προρ[ρήσει] τὸ τέλος; ἀλλ' ἐγὼ μὲν ταῦτα ποιῶ, οἱ δὲ πονηρίᾳ συζῶντες τοιαύτην ὁρῶντες τὴν θα[υματουρ]γίαν ἐπιμένουσιν ἀπιστοῦντες. Καὶ οὐκ ἐμνήσθης μου, λέγει κύριος. Οὐκ ἰδοὺ γεννῶσαν καὶ στεῖ(ραν ἐγὼ) ἐποίησα; λέγει κύριος ὁ θεός σου. Σὺ πάλαι ἐγέννησας προφήτας, ἡ δὲ ἐξ ἐθνῶν ἐκκλησία στεῖρα ἦν (κατ' ἐ)κεῖνον τὸν καιρόν. Νῦν δὲ τοὐναντίον ἐγένετο· σὺ μὲν γὰρ ἐπαύσω τοῦ τίκτειν, αὕτη δὲ τῆς πολυπαιδίας τὴν χάριν ἐδέξατο. 10 Εὐφράνθητε ἅμα Ἱερουσαλὴμ καὶ πανηγυρίσατε ἐν αὐτῇ (πάντες) οἱ ἀγαπῶντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι ἐπενθεῖτε ἐπ' αὐτῇ, 11ἵνα θηλάση(τε καὶ) ἐμπλησθῆτε ἀπὸ μαστῶν παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσό(δου δόξης) αὐτῆς. Μετὰ τῶν ἐξ Ἰουδαίων τοὺς ἐξ ἐθνῶν προσκαλεῖται καὶ παρακ[ελεύεται] κοινωνῆσαι τοῖς ἐκ τούτων σεσωσμένοις τῆς εὐφροσύνης, ὑποσχόμενος διὰ τούτων παρέ[ξειν |184 b| αὐτοῖς παράκλησιν]· διὰ γὰρ τῶν ἱερῶν ἀποστόλων οἱ ἐξ ἐθνῶν πεπιστευκότες καὶ ἀνεγεννή[θησαν καὶ] ἐτρά[φ]ησαν. 12 Ὅτι τάδε λέγει κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης (καὶ ὡς χ)ειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν. Ταῦτα περὶ τῶν ἱερῶν ἀποστόλων λέγει, οὓς ἀοιδί(μους καὶ) πολυθρυλήτους παρὰ πᾶσιν ἀνθρώποις ἀπέφηνεν. Τούτων τὸ γέρας καὶ τὸ κλέος ποταμῷ (ἀπείκασε) καὶ χειμάρρῳ πλημμυροῦντι. Τὰ παιδία αὐτῶν ἐπ' ὤμων ἀρθήσεται καὶ ἐπὶ γονάτων (παρακλ)ηθήσεται. Ταύτης Κορινθίοις μετέδωκε τῆς τροφῆς ὁ θεῖος ἀπόστολος λέγων· «Γάλα ὑμᾶς (ἐπότι)σα, οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε.» Καὶ ἀλλαχοῦ δὲ ἔστιν ἀκοῦσαι λεγόντων αὐτῶν· «Ὡς (ἀρτιγ)έννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε.» Οὕτω πάλιν ὁ θεσπέσιος Παῦλος Ἐφεσίους [παρα]καλεῖ λέγων· «Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ», καὶ Κορινθίοις· «Παρακαλῶ ὑμᾶς ἀδελφοί, (ἵνα τὸ αὐτ)ὸ λέγητε πάντες», καὶ Ῥωμαίοις· «Παρακαλῶ οὖν ὑμᾶς ἀδελφοὶ διὰ τῶν οἰκτιρμῶν (τοῦ θεοῦ)«, καὶ πάλιν· «Τὰ σπλάγχνα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλά(τυνται), οὐ στενοχωρεῖσθε ἐν ἡμῖν.» 13 Ὡς εἴ τινα μήτηρ αὐτοῦ παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω (ὑμᾶς), καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε 14καὶ ὄψεσθε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ (ὑμ)ῶν ὡς βοτάνη ἀνατελεῖ. Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον διὰ τῶν ἐμῶν κηρύκων (παντοί)αν ὑμῖν προσοίσω παράκλησιν ἀλλὰ κἀν τῇ ἐπουρανίῳ πόλει παντοδαπῆς ὑμᾶς εὐ(φροσύν)ης ἐμπλήσω, τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν δωρούμενος. Ταύτην γὰρ παρεδήλωσε, βοτάνῃ (φυο)μένῃ τῶν ὀστῶν ἀπεικάσας τὴν βλάστην. Καὶ γνωσθήσεται ἡ χεὶρ κυρίου τοῖς φοβουμένοις αὐτόν, (καὶ ἀπ)ειλήσει τοῖς ἀπειθοῦσιν. Καὶ διδάσκων τῆς ἀπειλῆς τὸ εἶδός φησιν· 15 Ἰδοὺ κύριος ὡς πῦρ ἥξει καὶ (ὡς κα)ταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ καὶ ἀποσκορακισμὸν αὐτοῦ (ἐν φλ)ογὶ πυρός. Τὴν δευτέραν τοῦ κυρίου παρουσίαν διὰ τούτων προλέγει. Ἔοικε δὲ τούτοις καὶ τὰ ἐν τοῖς ἱεροῖς (εὐαγγ)ελίοις εἰρημένα· «Ὄψεσθε» γάρ φησι «τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως (καὶ δό)ξης μετὰ τῶν ἐκλεκτῶν ἀγγέλων», καὶ πάλιν· «Φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, (καὶ τό)τε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Σκοτισθήσεται γὰρ ὁ ἥλιος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, (καὶ) οἱ ἀστέρες πεσοῦνται ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου.» Τὸν μέντοι ἀποσκορακισμὸν «ἐπιτίμησιν» ἐκάλεσαν οἱ Λοιποί. 16 Ἐν γὰρ πυρὶ κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ. Οὕτω (καὶ) ὁ θεῖος ἀπόστολος ἔφη· «Ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει», [καὶ] ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὁ κύριος· «Πᾶς γὰρ πυρὶ ἁλι<ς>θήσεται.» Καὶ γὰρ τὸν χρυσὸν τὸν δόκιμόν τε καὶ κίβδηλον τὸ πῦρ δοκιμάζει. Ῥομφαίαν δὲ καλεῖ τὴν τιμωρητικὴν ἐνέργειαν. Οὕτω καὶ [ὁ θεῖ]ος ἔφη Δαυίδ· «Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ», καὶ ὁ [θεσπές]ιος Δανιήλ· «Ποταμὸς πυρὸς πορευόμενος εἷλκεν ἔμπροσθεν αὐτοῦ.» Πολλοὶ τραυματίαι ἔσονται ὑ(πὸ κυρίου 17οἱ) ἁγνιζόμενοι καὶ καθαριζόμενοι ἐν τοῖς κήποις καὶ ἐν τοῖς προθύροις· οἱ ἐσθίοντες κρέας ὕειον (καὶ τὰ) βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, λέγει κύριος, 18καὶ ἐγὼ τὸν λογισμὸν (αὐ)τῶν καὶ τὰ ἔργα αὐτῶν ἐπίσταμαι καὶ ἀνταποδώσω αὐτοῖς. Τραυματίας καλεῖ τοὺς τῇ πονη(ρίᾳ π)αραδεδομένους, ἁγνιζομένους δὲ καὶ καθαριζομένους ἐν κήποις καὶ ἐν προθύροις (τοὺς ἀπολου)σμοῖς κεχρημένους. Διδάσκει δὲ ὡς καὶ τῆς κατὰ νόμον λατρείας εὐθύνας ἀπαιτή(σει τοὺς) πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως ὑπ' ἐκείνῳ γεγενημένους. Τούτου χάριν καὶ κρεῶν [ὑείων] καὶ τῶν ἄλλων τῶν κατὰ τὸν νόμον ἀπηγορευμένων ἐμνήσθη. Ἀπαιτῶ δὲ αὐτοὺς τούτων [φησὶν εὐθύνας, ἐπει]δὴ τὸν σκοπὸν αὐτῶν ἀκριβῶς ἐπίσταμαι· ὡς γὰρ τῶν ἐμῶν προσταγμάτων |185 a| καταφρονοῦντες τὰ νενομοθετημένα παρέβαινον. Ἰδοὺ συναγαγεῖν ἔρχομαι πάντα τὰ (ἔθνη) καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου, 19καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον. Σαφῶς δεδήλωκεν ὡς οὐ μόνης τῆς Ἰουδαίων ἕνεκα σωτηρίας ἀνέλαβε τὴν τοῦ δούλου μορφὴν ἀ(λλὰ) πᾶσι τοῖς ἔθνεσι τὴν σωτηρίαν ὀρέγων. Σημεῖον δὲ καλεῖ τοῦ σωτηρίου σταυροῦ τὸν τύπον. Καὶ ἐξαποστ(ελῶ) ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη· εἰς Θαρσὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰ(ς τὴν) Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, αἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα οὐδὲ ἑωράκασί μου τὴν δό(ξαν), καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσιν. Τοῖς ἱεροῖς ἀποστόλοις ὁ δεσπότης ἔφη· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Ἐπ' ἐκείνων ἡ προκειμένη προφητεία τὸ πέρας ἐδέξατο· ἐκεῖνοι γὰρ ἅπασι τοῖς ἔθνεσι τὸ θεῖον προσήνεγκαν κήρυγμα. Θαρσὶς δὲ καλεῖ τὴν Καρχηδόνα, τὴν τῆς Λιβύ(ης) μητρόπολιν, καὶ Φοὺδ αὐτὸ ἅπαν τῶν Λιβύων τὸ ἔθνος, Λοὺδ δὲ Λυδοὺς καὶ Μοσὸχ Καππα(δόκας) καὶ Θοβὲλ Ἴβηρας, λέγει δὲ καὶ τὴν Ἑλλάδα καὶ τὰς νήσους καὶ διὰ τούτων πάντα τὰ ἔθνη τὰ μήτε ἐγνωκότα τὸν τῶν ὅλων θεὸν μήτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἐσχηκότα. Οὗτοι δέ φησιν [ἄξουσι] τούτους παρ' ἐμοῦ πεμπόμενοι· 20 Ἄξουσι τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον τῷ θεῷ μεθ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδείων εἰς τὴν ἁγίαν (πόλιν) εἰς Ἱερουσαλήμ, εἶπε κύριος, ὡς ἂν εἰσενέγκοιεν οἱ υἱοὶ Ἰσραὴλ ἐμοὶ τὰς θυσίας αὐτῶν μετὰ ψαλμῶν (εἰς) τὸν οἶκον κυρίου· 21καὶ ἀπ' αὐτῶν λήψομαί μοι ἱερεῖς καὶ Λευίτας, εἶπε κύριος. Ἀδελφοὺς αὐτῶν κα(λεῖ τοὺς) ἐξ ἐθνῶν πεπιστευκότας διὰ τὸ ὁμοφυὲς τῆς φύσεως. Ἦσαν δὲ καὶ ἐν τοῖς ἔθνεσιν Ἰουδαῖ(οι, καὶ ἐξ ἐθν)ῶν πλεῖστος ἐπίστευσεν ὅμιλος. Ἐκ τούτων ἦν Κρῖσπος ὁ ἀρχισυνάγωγος καὶ Σωσθένης πάλιν ἀρχισυν(άγωγος), οἳ τῆς τοῦ θεσπεσίου Παύλου διδασκαλίας ἀπήλαυσαν, καὶ ἄλλοι δὲ μυρίοι ἔν τε Ἀντιοχίᾳ τ(ῆς Πισιδίας) καὶ Ἰκονίῳ καὶ Λύστροις κἀν ταῖς ἄλλαις πόλεσιν, οἳ τὴν σωτήριον διδασκαλίαν ἐδέξαντο. [Τούτους] οἷόν τινα δῶρα τῷ θεῷ τῶν ὅλων προσήνεγκαν οἱ θεῖοι ἀπόστολοι μετά τινος ἀρρήτου τιμ[ῆς]. Διὰ γὰρ δὴ τῶν ἵππων καὶ τῶν λαμπηνῶν καὶ τῶν σκιαδείων τὴν ἐσομένην τιμὴν π[αρεδή]λωσεν, ἐπειδὴ ταῦτα παρ' ἀνθρώποις ἐστὶν ἀξιέραστα. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη ὅτι «εἰς ἀέρα ἁρπαγησόμεθα». Καὶ καθάπερ πάλαι ὁ Ἰσραὴλ τὰς κατὰ νόμον μοι θυσίας προσέφερεν ᾄδων τε καὶ χορεύων, οὕτω μοι τὰ λογικὰ ταῦτα προσοίσουσι θύματα τῆς ἀληθείας οἱ κήρυκες, ἐξ ὧν κατὰ τόνδε τὸν βίον [ἱερέας] τε καὶ Λευίτας χειροτονήσω. Τοῦτο δὲ σαφῶς ἔδειξε τήν τε Ἰουδαίων ἀποβολὴν καὶ τῶν ἐθνῶν τὴν κλῆσιν· οὐκέτι γὰρ τοὺς ἐκ Λευὶ τὸ γένος κατάγοντας ἱερέας καλεῖ, ἀλλ' ἐκ τῶν πεπιστευκότων [ἐθνῶν] τούτους χειροτονεῖ. 22 Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ ἃ ἐγὼ ποιῶ μενεῖ ἐναντίον ἐμοῦ, λ(έγει) κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν. Ὥσπερ ἅπασαν τὴν ὁρωμ(ένην με)ταβαλὼν κτίσιν καινὴν ἀπεργάσομαι, οὕτως ὑμῶν ἀείμνηστον φυλάξω τὸ (γένος, οὐχ ὑ)μῶν δὲ μόνων ἀλλὰ καὶ τῶν δι' ὑμῶν πεπιστευκότων. 23 Καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ (σάββατον) ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλήμ, εἶπε κύριος. Τὴν (ἐν τοῖς) οὐρανοῖς διαγράφων πολιτείαν καὶ τῶν διαφόρων μονῶν ἐμνημόνευσε, περὶ ὧν ὁ (κύριος εἶπεν)· «Πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου», τουτέστιν ἀξιωμάτων διαφοραί. Τούτους λέγει διὰ παντὸς (ἑορ)τάζοντας ἀγάλλεσθαι καὶ χορεύειν· μῆνα γὰρ καὶ σάββατον τὰς ἑορτὰς ὀνομάζει, ἐν ταύτ(αις γὰρ ἑώρ)ταζον Ἰουδαῖοι· «Τὰς» γὰρ «νεομηνίας ὑμῶν» φησι «καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ (ἀν)έχομαι.» Περὶ ταύτης τῆς εὐφροσύνης καὶ ὁ μακάριος ἔφη Δαυὶδ τῆς ἐπουρανίου μεμνημένος Ἱερουσαλήμ· |185 b| «Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί», καί· «Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.» 24 Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί. Ἔδειξε κἀν τοῖς θείοις εὐαγγελίοις ὡς καὶ ὁ Λάζαρος ἑώρα τοῦ πλουσίου τὴν κόλασιν, κἀκεῖνος τοῦ Λαζάρου τὴν εὐφροσύνην. (Δι)δάσκει τοίνυν κἀνταῦθα ὡς οἱ τῆς εὐφροσύνης ἐκείνης ἀπολαύοντες τοὺς κολαζομένους ὁρῶσι τίνοντας (ὧν ἐ)πλημμέλησαν δίκας, διαφερόντως δὲ τοὺς αὐτὸν τὸν τῆς οἰκουμένης δεσπότην τῷ ξύλῳ προση(λῶ)σαι τετολμηκότας. Οὕτω καὶ διὰ τοῦ θεσπεσίου Ζαχαρίου φησίν· «Ὄψονταί με σὺν ᾧ ἐξεκέντησαν», τουτέστι [μεθ' ο]ὗ προσήλωσαν σώματος· οὐ γὰρ ἐμὲ ἐξεκέντησαν ἀλλ' ὃ ἐνδέδυμαι σῶμα. Ὁ γὰρ σκώληξ αὐτῶν (οὐ τελ)ευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ἱκανὸν ὁρᾶν πάσῃ σαρκί. Τὸ διηνεκὲς (τῆς τι)μωρίας διὰ τούτων δεδήλωκεν· καὶ γὰρ τὸ πῦρ ἄσβεστον καὶ ὁ σκώληξ ἀτελεύτητος. Ταύτην (ἠπείλη)σεν ἐκείνοις τὴν τιμωρίαν, οὐκ ἐκείνοις δὲ μόνοις ἀλλὰ καὶ τοῖς τοὺς θείους αὐτοῦ παραβαίνουσι νόμους. [Ἵνα τοί]νυν μὴ ταύτης αὐτοῖς κοινωνήσωμεν τῆς τιμωρίας, φύγωμεν τῆς παρανομίας τὴν κοινωνίαν· [οὕτω] γὰρ τοῦ χοροῦ τῶν εὐφραινομένων ἐσόμεθα. Ταῦτα κατὰ τὸ μέτρον τῆς δοθείσης ἡμῖν γνώσεως ἡρ[μηνεύς]αμεν καὶ τὸ προφητικὸν ἀνεπτύξαμεν γράμμα. Ὑμεῖς δὲ οἱ ἐντυγχάνοντες, εἰ μὲν εὕροιτέ τι [τῶν πό]νων ἄξιον, τὸν τούτων χορηγὸν ἀνυμνήσατε· εἰ δὲ τῆς ὑποσχέσεως ἀποδέουσαν τὴν σα[φήνεια]ν, τὸν σκοπὸν ἀποδεξάμενοι δότε συγγνώμην καὶ τὸ εὑρισκόμενον συλλέγοντες κέρδος [ἱκετεί]αν τῶν πόνων ἀμείψασθε, ἵνα σὺν ὑμῖν καὶ ἡμεῖς τὴν ἀξιάγαστον ἐκείνην καὶ τριπό[θητον ἴ]δωμεν πόλιν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ [πνεύματι ν]ῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.