Ancient Greek
Section 6
Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam 6.1
Not analysed yet
ΤΟΜΟΣ ϝʹ 171 Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ. Ἴσως ἄν τις ζητήσειε, τί δήποτε τὰ συμβησόμενα Βαβυλωνίοις καὶ Μωαβίταις, Δαμασκηνοῖς τε καὶ Αἰγυπτίοις καὶ Ἰδουμαίοις καὶ Τυρίοις προειρηκὼς ὁ προφήτης τἆλλα καταλέλοιπεν ἔθνη. Χρὴ τοίνυν εἰδέναι ὡς ταῦτα τὰ ἔθνη συνεχῶς κατεπολέμει τὴν Ἰουδαίαν· καὶ τούτου χάριν ὁ προφήτης, ἅτε δὴ Ἰουδαίων προφήτης, τὰς τούτων συμφορὰς προθεσπίζει, ἐνίων δὲ προλέγει καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ τὴν ἐσομένην εὐσέβειαν, ὥστε καὶ ταύτῃ παραθῆξαι τοὺς ὁμοφύλους εἰς τὴν περὶ τὰ θεῖα σπουδήν. Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεως καὶ ἔσται εἰς πτῶσιν. Θεγλαθφαλσὰρ αὐτὴν πολιορκήσας καὶ τοὺς μὲν ἀνελὼν τοὺς δὲ ἐξανδραποδίσας ἑτέρους εἰς αὐτὴν ἀποίκους ἐξέπεμψεν. Ἐπεστράτευσε δὲ τοῦ Ἄχαζ ἔτι περιόντος. Ἐπισημήνασθαι γὰρ καὶ τοῦτο δεῖ, ἐπειδὴ τῆς τοῦ Ἄχαζ ἐμνημόνευσε τελευτῆς. Ἐβουλήθη γὰρ τὴν κατ' ἐκεῖνον ἱστορίαν τε καὶ προφητείαν πληρῶσαι, εἶθ' οὕτω τὰ κατὰ τῶν ἄλλων ἐθνῶν παραθεῖναι θεσπίσματα. 2 Καταλελειμμένη εἰς τὸν αἰῶνα εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκόλων, καὶ οὐκ ἔσται ὁ διώκων· 3καὶ οὐκ ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν ἐκεῖ τὸν Ἐφραίμ· οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ. Τό· εἰς τὸν αἰῶνα, οὐ τῇ ἐρημίᾳ τῆς πόλεως ἀλλὰ τῇ βασιλείᾳ συνήρμοσται. Οἰκεῖται μὲν γὰρ ἡ Δαμασκός, οὐ μὴν βασιλεύει ἀλλὰ βασιλεύεται, ἔρημος δὲ ἐπὶ πλεῖστον ἐγένετο· ἀλλὰ πάλιν ἀνῳκοδομήθη καὶ πλείστους ἔσχεν οἰκήτορας, οὐ μὴν τὴν προτέραν εὐπραξίαν ἀπέλαβεν. Πάλαι γὰρ τῆς Συρίας πάσης προὐκάθητο· αὐτὴ γὰρ εἶχε τὰ τοῦ βασιλέως τῶν Σύρων βασίλεια. Ὅθεν ἐπάγει· Καὶ τὸ κατάλοιπον τῶν Σύρων ἀπολεῖται. Ἀντὶ τοῦ αἰχμάλωτον ἔσται· ἐκοινώνησαν γὰρ τῇ μητροπόλει τῆς συμφορᾶς αἱ ὑπήκοοι πόλεις. Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν. Εἰ γὰρ τὸν ἀφιερωμένον μοι λαόν, τὸν πολυθρύλητον Ἰσραήλ, διὰ τὴν ἀσέβειαν παρέδωκα, πῶς ἂν δικαίως ἐφεισάμην τῆς παντελῶς ἀρνουμένης με; Τί δὲ πείσεται ὁ Ἰσραήλ, διὰ τῶν ἐπαγομένων δηλοῖ· 4 Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. Μετὰ γὰρ τὴν ἅλωσιν τῆς Δαμασκοῦ τὰς δέκα φυλὰς ἀπῴκισαν οἱ Ἀσσύριοι. Εἶτα τῆς κατ' αὐτῶν νίκης τὴν εὐκολίαν διδάσκει· 5 Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα ἐν τῷ βραχίονι αὐτοῦ καὶ σπέρμα σταχύων ἀμῆται. Καθάπερ φησὶν ὁ γεωργὸς μάλα ῥᾳδίως θερίζει καὶ ταῖς ἀγκάλαις τὸ [δρ]άγμα συνάγει, οὕτω λίαν εὐπετῶς οἱ Ἀσσύριοι τῶν δέκα φυλῶν περιέσονται. Καὶ ἔσται ὃν (τρό)πον (ἐάν) τις συναγάγῃ ἀστάχυας ἐν φάραγγι στερεᾷ 6καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς (ῥᾶγες) τρυγηθείσης ἐλαίας δύο ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων (αὐ)τῶν τῶν μ(ετε)ώρων καταλειφθῶσιν. Ὀλίγοι φησὶν τὰς τῶν δυσμενῶν διαφεύξονται χεῖρας, [καθάπερ τινὲς εὐτελεῖς] καὶ εὐαρίθμητοι ἐλαῖαι διαφεύγουσι τοὺς τρυγῶντας διὰ τὸ ἐν τοῖς ἄκροις [μετεωρισθῆναι] τῶν κλάδων ὑπ' ἐκείνων καταφρονούμεναι ἢ καλάμη τις ἐν φάραγγι ὀλίγῃ [στερεᾷ] τε καὶ δια[β]όρῳ καταλιμπανομένη. Σημαίνει δὲ διὰ τούτων τοὺς ἐν τοῖς παρακειμένοις (διαφεύγ)οντας ὄρεσι καὶ τούτῳ τῷ τρόπῳ τὴν σωτηρίαν ποριζομένους. Τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· 7Τῇ (ἡμέρᾳ ἐ)κ(είνῃ) πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν (ἅγι)ον (τοῦ) Ἰσραὴλ ἐμβλέψονται. Τῇ πείρᾳ γὰρ μεμαθηκότες τὴν τῶν εἰδώλων ἀσθένειαν τὸν (τῶν ὅλων) θεὸν εἰς συμμαχίαν καλοῦσιν. 8 Καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ |124 a| ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκέτι ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν. Ἀκριβῶς μαθήσονται ὡς τὰ μέν ἐστιν ἄψυχα φυτά, τὰ δὲ χειροποίητα εἴδωλα ἐκ μὲν τῆς ὕλης τὴν οὐσίαν ἐκ δὲ τῆς τέχνης τὸ εἶδος ἠρανισμένα. Εἶτα προλέγει τὴν τῶν πόλεων ἐρημίαν καὶ παραβάλλει ταύτην τῇ παλαιᾷ ἣν ἐπήγαγον αὐτοὶ τοῖς Ἀμορραίοις καὶ Εὐαίοις τῆς Αἰγυπτίων ἀπαλλαγέντες δουλείας. Καθάπερ γάρ φησιν ὑμεῖς ἐκεῖνα τὰ ἔθνη καταλύσαντες τὰς ἐκείνων διενείμασθε πόλεις, οὕτω νῦν δορυαλώτων ὑμῶν γενομένων ἄλλοι ταύτας οἰκήσουσιν· ᾤκησαν δὲ αὐτὰς οἱ καλούμενοι Σαμαρῖται. Καὶ τὴν αἰτίαν τούτου διδάσκει· 10 Διότι κατέλιπας τὸν θεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. Ἡ ἀχάριστος γνώμη τὰς συμφοράς σοι γεννήσει. Διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον. Τὸν χρόνον ἐνήλλαξε καὶ ἀντὶ τοῦ παρεληλυθότος τὸν μέλλοντα τέθεικεν. Ἐπειδὴ ἀγνώμων φησὶ περὶ τὸν εὐεργέτην ἐγένου, τὴν ἀπιστίαν ἐφύτευσας καὶ τὴν ἀσέβειαν ἔσπειρας. Ἀλλὰ συμβαίνοντας τοῖς φυτοῖς καὶ τοῖς σπέρμασι δρέψῃ καρπούς. Τοῦτο γὰρ ἐπήγαγεν· 11 Τῇ δὲ ἡμέρᾳ ᾗ ἐὰν φυτεύσῃς πλανη(θήσῃ)· τὸ δὲ πρωὶ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητόν· καὶ ᾗ ἂν ἡμέρᾳ θερίσῃς, κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσει τοῖς υἱοῖς αὐτοῦ. Ἡ μὲν γὰρ πλάνη τῆς τοιαύτης αἰτία σπορᾶς, ἡ δὲ σπορὰ τὸν ἀμητὸν προξενεῖ· ὁ δὲ τοιοῦτος ἀμητὸς καρπός ἐστι τῶν πονηρῶν γεωργῶν, οὐ μόνον αὐτοῖς ἀλλὰ καὶ τοῖς υἱοῖς φυλαττόμενος. 12 Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν. Ἀναγκαίως δείκνυσι τοὺς τῆς κακῆς γεωργίας καρποὺς καὶ προτίθησι τῆς προρρήσεως θρῆνον καὶ—ἵνα μὴ καὶ τὰ σαφῶς εἰρημένα πλατύνων μηκύνω—ἀπεικάζει θαλάττῃ κυμαινούσῃ τῶν πολεμίων τὸ πλῆθος καὶ τοὺς ἐκείνων λόχους τοῖς κύμασιν, αὐτοὺς δὲ τοὺς πολεμουμένους κόνει λεπτοτάτῃ, ἣν τροχὸς ἁμάξης ἐλέπτυνε καὶ σφοδρὸς ἐσκέδασεν ἄνεμος· ταὐτὸ δὲ τοῦτο καὶ τοῦ ἀχύρου τὸν χοῦν πάσχειν ὑπὸ τοῦ πνεύματος λέγει. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ μακαρίου Δαυὶδ εἰρημένα· «Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.» Ταῦτα ταῖς δέκα φυλαῖς καὶ τοῖς τούτων ἐπικούροις προαγορεύσας Δαμασκηνοῖς, πρὸς τὴν Ἰουδαίαν μεταφέρει τὸν λόγον καί φησιν· 14 Αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάντων. Προειρήκαμεν δὲ ἤδη ὡς πολλὰς αὐτῶν μυριάδας οὗτοι κατὰ ταὐτὸν γενόμενοι καὶ κατηκόντισαν καὶ αἰχμαλώτους ἀπήγαγον. 181 Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας. Ὁ τῆς Δαμασκοῦ βασιλ[εὺς] δείσας τῶν πολεμίων τὴν προσβολὴν Αἰγυπτίους καὶ Αἰθίοπας εἰς συμμαχίαν ἐκάλεσεν· ὀξέως δὲ ταύτης τυχεῖν ἐφιέμενος διὰ θαλάττης τοὺς πρέσβεις ἀπέστειλεν. Πτέρυγας [μέντοι] τὰ πλοῖα ἐκάλεσεν, ἐπειδήπερ οἱ ἐν τῇ γῇ κατοικοῦντες ἄνθρωποι, ταχέως κατορθῶσαι τὰς προ[κει]μένας βουλόμενοι χρείας, καθάπερ τισὶ πτεροῖς κεχρημένοι τοῖς πλοίοις τάχιστα [καὶ] μακρὰν ὁδὸν ἐξανύουσιν. 2 Ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη ἐν θαλάσσῃ ὅμη(ρα καὶ ἐπιστολὰς) βυβλίνας ἐπάνω τοῦ ὕδατος. Τὰς βυβλίνας «παπυρίνας» ὁ Σύμμα(χος κ)αὶ (ὁ Θεοδο)τίων ἡρμήνευσαν. Δηλοῖ δὲ τοὔνομα τὸν χάρτην· ἀπὸ παπύρου γὰρ οὗτος κατα[ς]κευά[ζεται. Ὅ]μηρα δὲ τοὺς πρέσβεις ἐκάλεσε τοὺς ἀποσταλέντας πρὸς Αἰγυπτ[ίους καὶ Αἰθίο]πας· οὕτω γὰρ ὁ Ἀκύλας· «ὁ ἀποστέλλων ἐν θαλάσσῃ πρεσβευτάς». Πορεύσον(ται γὰρ ἄγγελοι) κοῦφοι πρὸς ἔθνος μετέωρον καὶ ξένον, λαὸν χαλεπόν, οὗ ἐπέκεινα ἔθνος ἀνέλπι(στον καὶ κατα)πεπατημένον. Τὸ ἀσθενὲς τῶν Αἰγυπτίων διὰ τούτων ᾐνίξατο. Χαλεπὸν μὲν [καὶ μετέωρον τοῦτο] τὸ ἔθνος ἐκάλεσε τὴν κατὰ τῶν ὑπηκόων σημαίνων βαρύτητα, ἀνέλπιστον δὲ ὡ[ς μηδεμίαν] ἐλπίδα σωτηρίας τοῖς καταφεύγουσι παρέχειν δυνάμενον· τὸ δὲ καταπεπατημένον [σημαίνει τὸ εὐχεί]ρωτον καὶ εὐάλωτον. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων δεδήλωκεν· Οὗ δι(ήρπασαν οἱ ποταμοὶ) |124 b| τῆς γῆς 3πάντες. Ποταμοὺς τῆς γῆς τοὺς βασιλέας καλεῖ τοὺς διαφόρως ἐκείνων περιγενομένους. Καὶ γὰρ Ναβουχοδονόσορ αὐτοὺς κατέλυσε, καὶ μετὰ ταῦτα Καμβύσης καὶ ἕτεροι Περσῶν βασιλεῖς καὶ μέντοι καὶ Μακεδόνες αὐτοὺς δουλεύειν ἠνάγκασαν. Ὡς χώρα κατοικουμένη κατοικηθήσεται ἡ χώρα αὐτῶν, ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται. Οὐκέτι φησὶ βασιλευθήσονται ἀλλὰ τοῖς ἄλλοις ἔθνεσι παραπλησίως δουλεύσουσιν. Καὶ ἔσται αὐτῶν ἐπίσημος ἡ δουλεία ὡς σημεῖον ἐφ' ὑψηλοῦ ὄρους αἰρόμενον καὶ ὡς διὰ σάλπιγγος πάντοσε ἐκκηρυττομένη. Ταῦτα μὲν οὖν τῇ Δαμασκῷ καὶ τοῖς ἐκείνης ἐπικούροις γενήσεται, ἡ δὲ Ἱερουσαλὴμ τῆς παρ' ἐμοῦ τεύξεται προμηθείας. 4 Ἀσφάλεια γάρ φησιν ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας καὶ ὡς νεφέλη δρόσου ἐν ἡμέρᾳ ἀμήτου. Ἀπεικάζει καύματι μὲν καὶ ἀμήτῳ τῶν ἄλλων τὰς συμφοράς, φωτὶ δὲ καὶ δρόσῳ τὴν πρόνοιαν, ἧς ἡ Ἱερουσαλὴμ τετύχηκεν. Πρὸ γὰρ τῶν ταύτης περιβόλων αἱ πολλαὶ τῶν Ἀσσυρίων ἔπεσον μυριάδες. Εἶτα προλέγει τῆς Δαμασκοῦ καὶ τῶν δέκα φυλῶν τὰς παντοδαπὰς συμφοράς· 5 Ὅταν συντελεσθῇ ἄνθος καὶ ὄμφαξ ἀνθήσῃ τὸ ἄνθος ὀμφακίζον, καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις καὶ τὰς κληματίδας ἀφελεῖ καὶ ἀποκόψει 6καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς. Δυσμενῶν ὑπέδειξε τρύγητον· οὐδεὶς <γὰρ> οἰκείαν τρυγῶν ἄμπελον ἀνθοῦντας ἔτι τοὺς βότρυας ἢ ὀμφακίζοντας ἀλλὰ πεπείρους τρυγᾷ οὔτε μὴν σὺν τοῖς βότρυσι καὶ τὰ κλήματα ἐκτέμνει. Τροπικῶς τοίνυν τὰ ὑπὸ τῶν πολεμίων ἐσόμενα προλέγει καὶ καλεῖ κλήματα μὲν τοὺς γεγεννηκότας, βοτρύδια δὲ μικρὰ τὰ ἐκείνων βρέφη, δρέπανα δὲ τὰ πολεμικὰ ὄργανα, τὰ δὲ καταλιμπανόμενα οἰωνοῖς καὶ θηρίοις τοὺς πίπτοντας νεκρούς. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων δεδήλωκεν· Καὶ συναχθήσεται ἐπ' αὐτοὺς πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τῆς γῆς ἐπ' αὐτοὺς ἥξει. Οὕτω τῆς Δαμασκοῦ καὶ τῶν δέκα φυλῶν τὸν ὄλεθρον ἐπιδείξας εἰς τὴν Ἱερουσαλὴμ τὴν προφητείαν μετέθηκεν· 7 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα κυρίῳ Σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Λαὸν τεθλιμμένον καὶ τετιλμένον τὸν τῆς Ἱερουσαλὴμ λέγει· αὕτη μὲν γὰρ ἐν ἀγῶνι διῆγε καὶ δέει, αἱ [δὲ] ὑπ' αὐτὴν ἑάλωσαν πόλεις, ὅθεν αὐτῇ καὶ τὸ τετιλμένον ἁρμόζει. Λαὸν δὲ μέγαν τὸν Χριστιανικὸν καλεῖ, οὗ πᾶσα πλήρης ἡ οἰκουμένη· οὗτος γὰρ εἰς τὸν αἰῶνα χρόνον δῶρα κυρίῳ προσφέρει καὶ τὴν τοῦ Σεναχηρὶμ παράδοξον κατάλυσιν ἐν ταῖς ἐκκλησίαις ἀκούων ὕμνοις τὸν δυνατὸν καὶ φιλάνθρωπον δεσπότην ἀμείβεται. Ἔθνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς <τὸν> τόπον, οὗ τὸ ὄνομα κυρίου Σαβαὼθ ἐπικέκληται, ὄρους Σιών. Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν «Ἔθνος [ἐλ]πίζον καὶ διηρπασμένον, οὗ διήρπασαν οἱ ποταμοὶ τὴν γῆν.» Καλεῖ δὲ ποταμοὺς τῶν Ἀσσυρίων τοὺς βασιλέας [τοὺς π]ολεμίους, διηρπασμένον δὲ ἔθνος καὶ ἐλπίζον τὸν ἐν Ἱεροσολύμοις λαόν. Εὐσεβείᾳ γὰρ κοσμούμενος τούτων (ὁ) βασιλεύς, ὁ θαυμάσιος Ἐζεκίας, εἰς τὴν εὐθεῖαν αὐτοὺς ὁδὸν ἐποδήγησεν. Οὗτοί φησι τὰ κατὰ τῶν (Ἀσσυ)ρίων γεγενημένα θεασάμενοι ἑορτὴν μεγίστην ἐπιτελέσουσι, θυσίας καὶ δῶρα τῷ σωτῆρι (προς)φέροντες. [Οὕτω] συμπεράνας τὰ κατὰ τῆς Δαμασκοῦ καὶ τῶν δέκα φυλῶν προηγορευμένα καὶ δείξας τῆς Ἱερουσαλὴμ [τὴν] πα[ρά]δοξον σωτηρίαν, ἐπὶ τὴν Αἴγυπτον μεταφέρει τὴν προφητείαν. Ἐπειδὴ πρὸς τούτους κατέ[πεμψεν] ὁ τῆς Δαμασκοῦ βασιλεύς, μάλα εἰκότως καὶ τὰ περὶ τούτων προλέγει καὶ τὴν τῆς βα[σιλεί]ας αὐτῶν προαγορεύων κατάλυσιν καὶ τὴν τῆς ἀσεβείας ἀπαλλαγήν· 191 Ἰδοὺ κύριος (κάθηται ἐπὶ) νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον. Μαρτυρεῖ τῇ προφητείᾳ τῶν ἱερῶν εὐαγγελίων (ἡ ἱστορία)· τῷ γὰρ Ἰωσὴφ ἄγγελος παρηγγύησε τὴν Αἴγυπτον καταλαβεῖν σὺν τῷ παιδίῳ καὶ τῇ τούτου (μητρί). Νεφέλην τοίνυν κούφην τὴν ἀνθρωπείαν καλεῖ φύσιν, ἣν ὁ θεὸς λόγος ἀνέλαβεν· γα[μικ]ὸν γὰρ ὑετὸν ἡ σύλληψις οὐκ ἐδέξατο. Εἶτα διδάσκει τὴν τῆς δεσποτικῆς παρουσίας |125 a| ἐνέργειαν· Καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. Μαρτυρεῖ τῇ προρρήσει τὰ πράγματα· ἔσβεσται γὰρ αὐτῶν ἡ πολύθεος πλάνη, καὶ ὁ ἐπὶ τῆς νεφέλης τῆς κούφης καθήμενος ὑπ' αὐτῶν προσκυνεῖται. Καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. Ἔστιν ἧττα καὶ νίκης ἀμείνων. Ταύτην καὶ ἐν τοῖς πρόσθεν εἰρημένοις καταδέξασθαι τοῖς ἔθνεσιν ὁ προφητικὸς παρηγγύησε λόγος· «Γνῶτε» γὰρ ἔφη «ἔθνη καὶ ἡττᾶσθε.» Καὶ ἐνταῦθα τοίνυν διδάσκει ὅτι οἱ πάλαι ἀντιλέγοντες καὶ ἀντικρὺ λέγοντες· Οὐκ οἶδα τὸν κύριον, ἡττήθησαν καὶ βοῶσιν· Οἶδα τὸν κύριον. 2 Ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ· πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. 3Καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. Τοῦτο καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς προηγόρευσεν εὐαγγελίοις· «Ὅτι οὐκ ἦλθον βαλεῖν εἰρήνην εἰς τὸν κόσμον ἀλλὰ μάχαιραν, διχάσαι ἄνθρωπον ἀπὸ τοῦ πλησίον αὐτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὐτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὐτῆς.» Τὴν γὰρ τῆς ἀσεβείας ὁμόνοιαν διελὼν δι' αὐτῶν τῶν τῆς ἀσεβείας τροφίμων ἐκήρυξε τὴν ἀλήθειαν· καὶ τὴν βλαβερὰν διασκεδάσας ὁμόνοιαν τὴν ὀνησιφόρον ὁμοφροσύνην εἰσήγαγε καὶ ἀντέταξε τοῖς δυσσεβέσι τοὺς εὐσεβεῖς, τῷ νόμῳ τῆς ἀπιστίας τὸν νόμον τῆς πίστεως. Καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους. Οἱ δὲ ἀπιστοῦντές φησι τὰ μαντεῖα περινοστήσουσι καὶ νεκυίαις χρήσονται καὶ στερνομάντεις καλοῦσι, μηχανάς τινας κατὰ τῆς εὐσεβείας ἐπιζητοῦντες. Ἐγὼ δὲ καὶ ἄλλως αὐτῶν καταμαλάξω τὸ ἀπειθές· 4 Παραδώσω γάρ φησιν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. Τὴν Ῥωμαϊκὴν βασιλείαν διὰ τούτων ᾐνίξατο. Ταύτην γὰρ καὶ ἡ τοῦ Δανιὴλ προφητεία σίδηρον ἀπεκάλεσεν· ἐκείνῳ γάρ φησι παραπλησίως «λεπτυνεῖ πάντα καὶ δαμάσει». Ἁρμοδίως δὲ καὶ ταύτην τὴν προφητείαν τῇ περὶ τοῦ κυρίου συνῆψε προρρήσει. Αὐγούστου γὰρ βασιλεύοντος ὁ παρθενικὸς ἐγένετο τόκος. Αὔγουστος δὲ τὴν Αἰγυπτίων βασιλείαν παντελῶς καταλύσας ὑπάρχοις βασιλείας παρέδωκεν. Τάδε λέγει κύριος Σαβαώθ· 5καὶ πίονται Αἰγύπτιοι ὕδωρ τὸ παραθαλάσσιον, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται. Προεῖπεν ὁ προφήτης ἐν τοῖς ἔμπροσθεν εἰρημένοις· «Ὅτι πληρωθήσεται ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψει θαλάσσας.» Τοῦτό φησι τὸ ὕδωρ μεταβαλεῖ καὶ τὴν Αἴγυπτον καὶ τοῦτο αὐτοῖς ἔσται πότιμον μόνον· ὃ δὲ πρότερον ἔπινον, τουτέστι τῆς πολυθέου πλάνης τὰ νάματα, ἄποτον ἔσται. Ποταμὸν γὰρ καλεῖ τὴν πλάνην, διώρυγας δὲ τὰς πολυσχεδεῖς αὐτῆς ἀτραπούς. Τοῦτο γὰρ ἐπήγαγεν· 6 Καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ πᾶν ἕλος καλάμου καὶ παπύρου. 7Καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἐν ἀνεμοφθορίᾳ. Μάλα εἰκότως τὴν ἀσέβειαν καλάμῳ καὶ παπύρῳ καὶ χιλῷ ἀπεικάζει χλωρῷ. Ἄκαρπος γὰρ ἡ πλάνη, ἀνε(μό)φθορα δὲ καὶ τὰ διὰ ταύτης σπειρόμενα κέκληκεν. Ἡ γὰρ τῶν εἰδώλων προσκύνησις οὐδεμίαν (μὲν ἀ)γαθῶν μετουσίαν, κακῶν δὲ φορὰν τοῖς ἀνθρώποις προσφέρει. 8 Καὶ στενάξουσιν οἱ ἁλιεῖς (καὶ στενάξουσι) πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμὸν, καὶ οἱ βάλλοντες σαγήνας καὶ ἀ(μφιβολεῖς) πενθήσουσιν. Ἀμφιβολεῖς καὶ ἁλιέας καὶ ἀγκιστροθηρευτὰς τοὺς τῶν εἰδώλων ἱ(ερέας καλεῖ). Οὗτοι γὰρ παυσαμένης τῆς πλάνης ἔστενον καὶ ὠλοφύροντο τὰς τῆς εὐπορίας οὐκ ἔχοντ(ες ἀφορμάς). Ἐξαπατῶντες γὰρ τὰ πλήθη καὶ οἱονεὶ σαγηνεύοντες, εἰς ἑαυτοὺς τὸν ἐκείνων μετέφερον πλο[ῦτον]. 9 (Καὶ) αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον, 10(καὶ ἔσονται) οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ. Τῶν καλουμένων φιλοσόφων τὴν ἐν λόγοις λεπτουργίαν (διὰ τούτων) αἰνίττεται· καὶ γὰρ οὗτοι διὰ τῆς εὐγλωττίας τῇ πλάνῃ συνήργουν. Διάφορα δὲ καὶ το(ύτων τὰ δόγματα)· διὸ σχιστὸν τὸ λίνον ἐκάλεσεν. Αἰσχύνονται δὲ καὶ οὗτοι τῆς τῶν δογμάτων δυσσεβ(είας) |125 b| ἐλεγχομένης καὶ ἀνιῶνται καταγωνίζεσθαι τὴν ἀλήθειαν οὐκ ἰσχύοντες. Καὶ πάντες οἱ ποιοῦντες τὸν ζῦθον λυπηθήσονται καὶ τὰς ψυχὰς πονήσουσιν. Πόμα ἐστὶν ὁ ζῦθος ἐπινενοημένον, οὐ φυσικόν· καὶ αὐτὸ δὲ ὀξῶδές τε καὶ δυσῶδες καὶ βλάβην, οὐκ ὄνησιν ἐργαζόμενον. Τοιαῦτα δὲ καὶ τῆς ἀσεβείας τὰ δόγματα, οὐκ οἴνῳ προσεοικότα τῷ «εὐφραίνοντι καρδίαν ἀνθρώπου». Εἶτα διδάσκει ὡς καὶ τῆς Τάνεως οἱ ἄρχοντες—πόλις δὲ αὕτη πάλαι βασιλεύσασα τῆς Αἰγύπτου—ἀνοηταίνοντες αἰσχυνθήσονται καὶ μηχανὴν οὐδεμίαν εἰσενεγκεῖν κατὰ τῶν τῆς εὐσεβείας κηρύκων δυνήσονται. Ἔπειτα τὸ ἀλαζονικὸν αὐτῶν διελέγχει φρόνημα· 11 Πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; 12Ποῦ εἰσιν οἱ σοφοί σου; Καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσάν σοι, τί βούλεται κύριος Σαβαὼθ ἐπ' Αἴγυπτον. Οὔτε γὰρ ἀστρολόγοι οὔτε χρησμολόγοι διδάξαι σε τοῦ θεοῦ τὴν οἰκονομίαν δυνήσονται. Πρὸς τούτοις προλέγει καὶ τὴν ἐσομένην τῶν Αἰγυπτίων διαίρεσιν καὶ τὴν βασιλικὴν μετάστασιν· 13 Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανῶσιν Αἴγυπτον κατὰ φυλάς. 14Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως. Ἡ ἀλήθεια οὐ πλανᾷ ἀλλὰ τοὺς ἀντικειμένους καὶ ἀντιλέγοντας ἀκυβερνήτους ἐᾷ. Ἐστερημένοι δὲ οὗτοι τοῦ κυβερνῶντος εἰκότως πλανῶνται. Τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς δεδήλωκεν· Καὶ ἐπλάνησεν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα. Ἀντὶ τοῦ· εἴασεν αὐτοὺς ἀκυβερνήτους διὰ τὰ ἔργα αὐτῶν. Καὶ ὁ μεθύων δὲ γνώμῃ τὸ πάθος εἰσδέχεται. Τὴν ὑπερβολὴν δὲ τῆς πλάνης δηλῶν ἀπείκασεν αὐτοὺς ἀκρατεῖ ἀνθρώπῳ πίνοντι κατὰ ταὐτὸν καὶ ἐμοῦντι, ὃν οὐδὲ ὁ ἐμετὸς τοῦ πίνειν ἀφίστησιν. Καὶ γὰρ οὗτοι πολλὰς συμφορὰς διὰ τὴν ἀσέβειαν ὑπομείναντες ἀσεβοῦντες ἐπὶ πλεῖστον διέμειναν, οἱ δὲ προειρημένοι ἄρχοντες τῆς ἐξαπάτης αἴτιοι διάφορα αὐτοὺς δυσσεβείας διδάσκοντες δόγματα. Οἱ μὲν γὰρ κύνα οἱ δὲ λέοντα οἱ δὲ πίθηκον ἐθεοποίουν καὶ οἱ μὲν λύκον οἱ δὲ πρόβατον, τὰ ἐναντία ἀλλήλοις. Διὰ τοῦτο ὁ προφητικὸς ἔφη λόγος· Καὶ πλανῶσιν Αἴγυπτον κατὰ φυλάς. Οὐ τοίνυν ὁ κύριος αὐτοὺς ἐπλάνησεν, ἀλλ' οἱ τούτων διδάσκαλοι· ὁ δὲ κύριος τῆς ἀχαριστίας ἠνέσχετο. 15 Καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος. Ἀτέλεστά φησιν αὐτῶν τὰ βουλεύματα ἔσται, καὶ σύγχυσις ἀρχόντων καὶ ἀρχομένων γενήσεται. 16 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρό(μῳ) ἀπὸ προσώπου τῆς χειρὸς κυρίου Σαβαὼθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. Χεῖρα κυρίου τὴν Ῥωμαϊκὴν ἐκάλεσε βασιλείαν, ἧς τὸ δέος τὸ τῶν Αἰγυπτίων κατέλυσε φρόνημα καὶ γυναιξὶν ἐοικότας ἀπέφηνεν. 17 Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· πᾶς (ὃς ἐὰν) ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν ἣν βουλεύεται κύριος Σαβαὼθ ἐ(π' αὐτήν). Τινές φασι τὰ κατὰ τὸν Σεναχηρὶμ διὰ τούτων σημαίνεσθαι καὶ ὡς τούτων πανταχοῦ μηνυθέντων [ἐφοβήθησαν τοὺ]ς Ἰουδαίους οἱ Αἰγύπτιοι. Ἀλλ' οὐχ εὑρίσκω τοῦτο οὕτως ἔχον· ἐπεστράτευσαν μὲν γὰρ μετὰ τ[αῦτα κατὰ τ]ῶν Ἰουδαίων οἱ Αἰγύπτιοι καὶ τὸν Ἰώχας, τὸν τούτων βασιλέα, δορυάλωτον ἤγαγον καὶ . . . . . . . . . . . . . τὸν Ἰωσίαν ἀνεῖλον καὶ φόβον τοῖς Ἰουδαίοις ἐπέβαλον. Οἶμαι [τοίνυν τὸν] προ[φήτην προλέγειν] ὡς τῆς πλάνης ἀπαλλαγέντες οἱ Αἰγύπτιοι καὶ τὸ ἀποστολικὸν δεξάμενοι κήρυγμα [φοβηθήσονται] τὴν Ἰουδαίαν γῆν ὡς ἐν αὐτῇ καὶ γεννηθέντος τοῦ τῆς οἰκουμένης σωτῆρος καὶ τὸ σωτήριον [ὑπομείναντο]ς πάθος καὶ μέντοι καὶ ὡς ἁγιασθεῖσαν καὶ τῷ σταυρῷ καὶ τῷ τάφῳ καὶ τῷ τῆς ἀντι. . . . . . . . . . [Τούτ]ου χάριν μέχρι καὶ τήμερον Αἰγύπτιοι μετὰ τῶν ἄλλων ἀνθρώπων εἰς ἐκείνην τὴν χώ[ραν συντρέχουσιν]. 18 (Τ)ῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανα(νίτιδι καὶ ὀμνύ)ουσαι τῷ ὀνόματι κυρίου Σαβαώθ· Πόλις Ἀσεδὲκ κληθήσεται ἡ μία πόλις. [Ἀσεδὲκ πόλις δικαιοσύνης] ἑρμηνεύεται· καὶ γὰρ ὁ Μελχισεδὲκ κατὰ τὸν θεῖον ἀπόστολον «βασιλεὺς δικαιοσύνης» |126 a| ὀνομάζεται. Χανανίτιδα δὲ γλῶσσαν τὴν Ἑβραΐδα λέγει, ἐπειδὴ τὴν Χαναναίαν εἰσῴκησαν οἱ Ἑβραῖοι. Τινὲς δὲ ταῦτα ἔφασαν γεγενῆσθαι κατὰ τὸν τῶν Μακεδόνων καιρόν, ἀλλ' οὐ συμβαίνει τῇ προφητείᾳ ἡ ἑρμηνεία. Αἰγυπτίων γὰρ λέγει μεταβολήν, οὐχ Ἑβραίων ἀποικίαν προλέγει. Καὶ ταῦτα τοίνυν τετύχηκε πέρατος μετὰ τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐπιφάνειαν. Τὰς δὲ πέντε πόλεις οὐχ ὡρισμένον λέγει τινὰ ἀριθμόν, ἀλλὰ τὸν τέλειον οὕτω ἐκάλεσεν. Πέντε γὰρ καὶ τοῦ ἀνθρώπου αἰσθήσεις· ὄψις ὄσφρησις γεῦσις ἁφή τε καὶ ἀκοή. Εἰ δὲ καὶ ἀριθμόν τις βούλεται ὡρισμένον εἶναι τὸν τῶν πέντε πόλεων ἀριθμόν, οὐδὲ οὕτως ψεῦδος περιθήσει τῷ λόγῳ· ὀλίγοι γὰρ <οἱ> ἐξ ἀρχῆς τὸ σωτήριον δεξάμενοι κήρυγμα, ηὐξήθη δὲ κατὰ μέρος τῆς εὐσεβείας τὰ σπέρματα. Μίαν δὲ πόλιν Ἀσεδὲκ καλουμένην, τουτέστι πόλιν δικαιοσύνης, οὐ μίαν τινὰ ἐξαίρετον λέγει ἀλλ' ἀντὶ τοῦ μίαν ἑκάστην. 19 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ. Εἰ δὲ τὰ ἐπὶ Ὀνίου γεγενημένα φαῖεν Ἰουδαῖοι προηγορεῦσθαι, τῆς ἀληθείας διαμαρτάνουσιν. Τοῦ γὰρ Νόμου σαφῶς διαγορεύσαντος μὴ χρῆναι πανταχοῦ τῷ [θεῷ] θύειν, ἕνα δὲ ταῖς θυσίαις ἀφορίσαντος τόπον, παράνομον ἦν ἄντικρυς τὸ ἐν Αἰγύπτῳ γενόμενον. Οὐκ ἂν δὲ τὰ παράνομα ὡς ἔννομα ὁ προφητικὸς προηγόρευσε λόγος. Δῆλον τοίνυν ὡς θυσιαστήριον τὸ ἡμέτερον λέγει καὶ στήλην τὸν θεῖον νεών. Ἑνικῶς δὲ καὶ οὐ πληθυντικῶς λέγει, ἐπειδὴ καὶ τὴν ἐκκλησίαν πολλάκις τὴν καθ' ὅλης τῆς οἰκουμένης ἑνικῶς ὀνομάζει «ἥτις ἐστί» φησιν «ἐκκλησία θεοῦ ζῶντος» ὁ θεῖος ἀπόστολος, καί· «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν.» Καὶ ἡμεῖς προσευχόμενοι ὑπὲρ τῆς ἁγίας καὶ μόνης καὶ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας φαμέν. Οὕτω τοίνυν κἀνταῦθα διὰ τοῦ ἑνὸς θυσιαστηρίου τὰ πολλὰ σημαίνει καὶ διὰ τῆς μιᾶς στήλης τοὺς πολλοὺς εὐκτηρίους οἴκους. 20 Ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, <κρίνων σώσει αὐτούς>. Οὐδὲ τοῦτο ἁρμόζει τῷ Ὀνίᾳ· οὐδὲ τῶν Αἰγυπτίων τὸν θεὸν ἱκετευσάντων οὗτος εἰς τὴν ἐκείνων ἐπικουρίαν ἐπέμφθη ἀλλὰ φεύγων εἰς τὴν Αἴγυπτον ἀπελήλυθεν. Τινὲς μὲν οὖν τῶν ἑρμηνευτῶν τὸν κύριον ἔφασαν διὰ τούτων σημαίνεσθαι, ἐγὼ δὲ ταύτην οὐ προσίεμαι τὴν διάνοιαν· οὐ γὰρ αὐτὸς ἀπεστάλη εἰς Αἴγυπτον ἀλλ' αὐτὸς ἀπέστειλεν ἄνθρωπον· πρὸ δὲ τῶν ἄλλων ὁ μακάριος Μᾶρκος ὁ εὐαγγελιστὴς ἐκείνων ἡγήσατο καὶ τὸν ἱερὸν αὐτῶν διεκόσμησε θρόνον. 21 Καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσι θυσίαν καὶ δῶρον. Ἡμέραν δὲ τὸν καιρὸν καλεῖ, θυσίαν καὶ δῶρον τὴν μυστικὴν λειτουργίαν. Καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν. Εὐχὰς καλεῖ τὰς ὑποσχέ[σεις], ἃς οἱ πολλοὶ καλοῦσι τάγματα. Τοῦτο καὶ ὁ ψ[αλ]μῳδὸς δηλοῖ· «Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου καὶ ἐλάλησε τὸ στόμα (μου ἐν τῇ θλί)ψει μου.» Καὶ δηλοῖ τί ἐπηγγείλατο· «Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιά(ματος καὶ κρι)ῶν, ἀνοίσω σοι βόας μετὰ χιμάρων.» 22 Καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ (ἰάσεται αὐτοὺς) ἰά(σει, κ)αὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς. (Πληγὴν λέγει) τὴ(ν τῆς βα)σιλείας ἀφαίρεσιν, ἴασιν δὲ τὴν θείαν ἐπίγνωσιν. Καταλύσας γὰρ αὐ(τῶν τὴν βα)σιλείαν ἐδίδαξε τὴν εὐσέβειαν. 23 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς ἀπὸ Αἰγύπτου πρ(ὸς Ἀσσυρίους), καὶ εἰσελεύσονται Ἀσσύριοι πρὸς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀ(σσυρίους)· καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. Ἀσσύριοι πάλαι καὶ οἱ Σύροι προση(γορεύοντο). Σημαίνει τοίνυν τὴν ἐπιμιξίαν τὴν μετὰ ταῦτα Σύροις καὶ Αἰγυπτίοις (γεγενημένην κατὰ) τὴν Αἰγυπτίων ὑποταγήν. Καὶ γὰρ ἐπὶ τῶν ἡμετέρων πατέρων εἰς τὴν Σύρω[ν ἐπαρχίαν ἡ] ἀρχὴ ἐπιστεύετο· ἐν Ἀντιοχείᾳ δὲ οὗτος, τῇ Σύρων μητροπόλει, καθήμενος Αἰγυπτίοις . . . . . . . . . . . . . . |126 b| Τὴν πολλὴν τοίνυν τῶν Αἰγυπτίων μεταβολὴν διὰ τούτων ἡ προφητεία δεδήλωκεν. Εἰ δέ τις ταύτην οὐ προσίεται τὴν διάνοιαν, εἰδέναι χρὴ ὡς διάφορα ἐν διαφόροις ἐσόμενα καιροῖς οἱ προφῆται θεσπίζουσιν. Καὶ γὰρ τοῖς Ἰουδαίοις ἄνω προαγορεύσας οὗτος αὐτὸς ὁ προφήτης τοῦ Ἐμμανουὴλ τὴν σωτήριον γέννησιν, συνῆψεν εὐθὺς τὰ κατὰ τὸν Φακεὲ καὶ τὸν Ῥαασίν, ἔφη γάρ· «Καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.» Τοῦτο δὲ συνέβη κατ' αὐτὸν τὸν καιρὸν καθ' ὃν τοῦτο ὁ προφήτης ἐθέσπισεν, τὰ δὲ κατὰ τὸν Ἐμμανουὴλ μετὰ πλείονα ἢ ἑξακόσια ἔτη τὸ πέρας ἐδέξατο· συνημμέναι δὲ ὅμως εἰσὶν αἱ προφητεῖαι, καὶ οὐκ ἔστι διορίζον οὐδέν. Οὕτω τοίνυν νοήσομεν καὶ τῆς Αἰγύπτου τὴν πρόρρησιν, ὡς ἐκεῖνα μὲν τὰ τὴν εὐσέβειαν προσημαίνοντα μακροῖς ὕστερον ἐγένετο χρόνοις, τὰ δέ γε κατὰ τοὺς Ἀσσυρίους κατ' ἐκεῖνον τὸν καιρὸν τετύχηκε πέρατος εἰς βεβαίωσιν τῆς μακροτέρας προρρήσεως. Καὶ ὅτι οἱ Αἰγύπτιοι Ἀσσυρίοις ἐπῆλθον—Φαραὼ γὰρ Νεχαὼ τοῦτο δέδρακε—, καὶ ἡ δευτέρα διδάσκει τῶν Παραλειπομένων καὶ τῶν Βασιλειῶν ἡ τετάρτη. Καὶ Ἀσσύριοι αὐτοῖς ἐπῆλθον, καὶ ἐδούλευσαν τοῖς Ἀσσυρίοις Αἰγύπτιοι, ἐπὶ δὲ τοῦ Ναβουχοδονόσορ τοῦτο συνέβη. 24 Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τρίτος Ἰσραὴλ ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις, εὐλογημένος ἐν τῇ γῇ, 25ἣν εὐλόγησε κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ὁ λαός μου ἐν Αἰγύπτῳ καὶ ἔργον χειρός μου ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ἰσραήλ. Τὴν ἀνάκλησιν τῶν Ἰουδαίων διὰ τούτων δεδήλωκεν. Ὥσπερ γάρ φησι τῆς Αἰγυπτίων αὐτοὺς ἠλευθέρωσα δουλείας, οὕτως αὐτοὺς ἐκ Βαβυλῶνος ἐπανάξω καὶ περιβλέπτους ἐργάσομαι καὶ τὴν εὐλογημένην γῆν οἰκῆσαι παρασκευάσω. Οὗτος γὰρ ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ τῆς ἐμῆς ἐπικουρίας τυχὼν δείξει μου τὴν ἰσχὺν ἐν Ἀσσυρίοις, τῆς ἐκείνων δι' ἐμοῦ δουλείας ἀπαλλαγείς, καὶ ἔσται μου πάλιν κληρονομία. Τούτοις ἔτι συνάπτει ὁ προφήτης, ὡς στρατηγοῦ τινος Ἀσσυρίου, Τανάθαν ὀνομαζομένου, τὴν Ἄζωτον κατειληφότος καὶ ἀνάστατον αὐτήν τε καὶ τὴν χώραν πεποιηκότος ἐκελεύσθη παρὰ τοῦ θεοῦ τῶν ὅλων καὶ τὸν ἐκ τριχῶν κατασκευασμένον ἀποδύσασθαι χιτῶνα καὶ γυμνοῖς βαδίσαι ποσὶ καὶ συνάψαι τοῖς λόγοις τὸ σχῆμα καὶ δεῖξαι τῆς προφητείας τῶν λόγων διὰ τῶν ἔργων τὸ ἀληθές. Ἐμοῦ δέ φησι [ταῦ]τα πεποιηκότος αὐτὸς ὁ κύριος ταῦτα ἔφη ὀργάνῳ τῇ ἐμῇ χρησάμενος γλώττῃ· 203 Ὃν τρόπον πε(πόρ)ευται ὁ παῖς μου Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν· 4ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν (αἰς)χύνην Αἰγύπτου. Περιώρισε τρισὶν ἔτεσι τὸν τῶν σημείων καιρὸν τῶν τὸν ἐσόμενον [ὄλεθρο]ν προδηλούντων καὶ διδάσκει, ὡς κατ' ἐκεῖνο τοῦ προφήτου τὸ σχῆμα πᾶσαν ἡλικίαν [τῶν Αἰθιό]πων καὶ Αἰγυπτίων γυμνώσαντες οἱ Ἀσσύριοι δορυαλώτους ἀπάξουσιν. 5 Καὶ (αἰσχυνθήσονται ἡ)ττηθέντες ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ' οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, οἳ (ἦσαν αὐ)τοῖς (εἰς δόξαν). Τῶν Ἀσσυρίων ἐπιόντων τοὺς Αἰθίοπας εἰς συμμαχίαν ἐκάλεσα[ν. Καὶ οὗτοι μὲν ἀντελάβον]το τῆς βοηθείας, κοινῇ δὲ τὴν ἧτταν ἐδέξαντο. 6 Καὶ ἐροῦσιν οἱ κατο(ικοῦν)τες ἐν (τῇ νήσῳ) ταύτῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν· (καὶ αὐτοὶ οὐκ ἐ)δύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων, καὶ πῶς ἡμεῖς σωθησόμεθα; Νῆσον κα(λεῖ τὴν) Αἴγυπτον ὡς θαλαττουμένην τῷ ποταμῷ καὶ ὡς ταῖς διώρυξι κυκλουμένην. Οὗτοί φησι με(τὰ τὴν ἧττ)αν ἐροῦσιν ὅτι μάτην ἐθαρρήσαμεν Αἰθίοψιν, οὐδὲ γὰρ σφίσιν αὐτοῖς ἴσχυσαν (ἐπαρκές)αι. Τοῦτο τέλος τῆς Αἰγυπτίων προρρήσεως. Ἐπειδὴ δὲ τῶν Ἀσσυρίων ἐμνήσθη, [τῆς Βαβυλῶνος προα]γορ[εύ]ει τὸν ὄλεθρον· 21 Τὸ ῥῆμα τῆς ἐρήμου θαλάσσης. Ἔρημον θάλασσαν τὴν |127 a| Βαβυλῶνα καλεῖ, θάλασσαν μὲν διὰ τὴν προτέραν εὐημερίαν καὶ τῶν οἰκητόρων τὸ πλῆθος κύματα μιμουμένων, ἔρημον δὲ διὰ τὴν ἐπενεχθεῖσαν ὕστερον συμφοράν. Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη, ἐκ γῆς φοβερᾶς. Ἠθοποιία ἐστὶν ἐκ προσώπου τῆς Βαβυλῶνος λεγομένη. Καλεῖται δὲ καταιγίδα τῶν Περσῶν καὶ Μήδων τὴν στρατιάν, ἣν εὔχεται διελθεῖν καὶ μὴ κατ' αὐτῆς χωρῆσαι. Εἶτα τὸ δέος αὐτῆς γυμνοῖ· Φοβερὸν 2τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ἀνιαρά φησι καὶ χαλεπὰ προορῶ. Ὁ ἀθετῶν ἀθετεῖ, καὶ ὁ ἀνομῶν ἀνομεῖ. Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται. Ταῦτα ὁ Σύμμαχος οὕτως εἴρηκεν· «Ὁ ἀθετῶν ἀθετεῖται, καὶ ὁ ταλαιπωρίζων ταλαιπωρεῖ. Ἀνάβηθι Ἐλάμ, πολιορκεῖτε Μῆδοι.» Πάλαι φησὶν ἐγὼ ἠθέτουν, νῦν δὲ ἐγὼ ἀθετοῦμαι· πάλαι ἄλλους ἐγὼ ταλαιπώρους ἐποίουν, νῦν δὲ πάσχω ἃ ἔδρων. Δικαία ἡ ψῆφος. Ἀνάβηθι τοίνυν Ἐλάμ—ἔθνος δὲ τοῦτο Περσικόν—, πολιορκεῖτε ὦ Μῆδοι. Νῦν οὖν στενάξω καὶ παρακαλέσω ἐμαυτ(όν). Παραμυθεῖται τὸν ὀδυνώμενον ὁ στεναγμός. Οἷον γάρ τις καπνὸς ἐκ τοῦ τῆς ἀθυμίας πυρὸς ἔνδοθεν ἐκ τῆς καρδίας ἐκπέμπεται, εἰκότως τοίνυν ἔφη· Στενάζω καὶ παρακαλέσω ἐμαυτόν. Διὰ τί [δ]έον στενάζειν; ὅτι 3 ἐνεπλήσθη ἡ ὀσφῦς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἡ γὰρ εὔζωνος πάλαι καὶ γενναία, ἡ κατὰ πάντων τῶν ἐθνῶν στρατεύουσα νῦν τῆς ἰσχύος ἐστέρημαι καὶ ὀδύνην ἔχω μιμουμένην ὠδῖνας. Τίς δὲ τῆς μεταβολῆς ἡ αἰτία; Ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν. 4Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. Οὐκ ἠνεσχόμην φησὶ τῶν τοῦ Δανιὴλ συμβολῶν—ἐκεῖνος γὰρ ἔλεγε τῷ Ναβουχοδονόσορ· «Βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ ἐν ἐλεημοσύναις ἀπόλουσαι τὰς ἁμαρτίας σου καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων»—, εἶδον θαύμα[τα] μέγιστα καὶ τὸ δέον συνιδεῖν οὐκ ἠθέλησα, τὴν κάμινον ἐκείνην τοὺς γενναίους οὐ κατακαίουσαν ἀθλητάς. Τοῦτο γὰρ λέγει· Ἠδίκησα τοῦ μὴ εἰσακοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν. Ταῦτα ἐκ προσώπου τῆς Βαβυλῶνος τεθεικὼς ὁ προφήτης δείκνυσι τὸν θεὸν κελεύοντα τοῖς πολεμίοις καταθαρρῆσαι τῆς Βαβυλῶνος· 5 Ἑτοιμάσατε γάρ φησι τὴν τράπεζ(αν), σκοπεύσατε τὴν σκοπιάν, φάγετε, πίετε· ἀναστά(ντες) οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς. Εἶτα διδάσκει ὡς προσετάχθη στῆσαι κατασκόπους ἔν τινι περιω[πῇ] καὶ τὸ ὁρώμενον ἀπαγγεῖλαι. Καὶ τοῦτο δράσας εἶδε δύο ἱππεῖς, τὸν μὲν ἐπὶ ὄνου τὸν δὲ ἐπὶ καμήλου ὀ[χού]μενον. Σημαίνει δὲ διὰ μὲν τῶν ἵππων τὴν ἱππικὴν στρατιάν, διὰ δὲ τῆς ὄνου καὶ τῆς καμήλου τὰ σκευοφόρα ζῷα. 7 Καὶ εἶπέ μοί φησιν· Ἀκρόασαι ἀκρόασιν πολλὴν 8καὶ κάλεσον Οὐρίαν εἰς (τὴν σκοπιάν)· κύριος εἶπεν. Ἡσυχίαν ἄγε φησί, καὶ ἡ μὲν γλῶττα πεπαύσθω, ἡ δὲ ἀκοὴ ἀκροάσθω. Ἔχε δὲ κ(οινωνὸν) τὸν Οὐρίαν· «Ἐπὶ γὰρ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Εἶτα [ἔστη εἰς σκοπιὰν] ὡς πανημέριον καὶ παννύχιον ἔτι τὸ ἀπαγγελησόμενον περιμένων καὶ εἶδέ τινα ἐπὶ ξυνωρ[ίδος] ὀχ[ούμενον] κα[ὶ β]οῶντα ὡς 9 Πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ (χειροποί)ητα αὐτῆς συνετρίβη εἰς τὴν γῆν. Δῆλον δὲ ὡς ἀόρατοι δυνάμεις ἦσαν αἱ ταῦτα διαπο(ρθμεύουσαι. Τούτων) ἀκούσας ὁ προφήτης τῶν λόγων οὐκ ἀνέχεται κρύψαι ἀλλὰ τοῖς ὁμοφύλοις ση(μαίνει)· 10 Ἀκούσατε οἱ καταλελειμμένοι καὶ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου Σαβαώθ, (ἃ ὁ θεὸς τοῦ Ἰσραὴλ) ἀνήγγειλεν ἡμῖν. Ἱκανὰ δὲ ἦν ταῦτα τοῖς πιστεύουσιν ἐνθεῖναι ψυχαγωγίαν. Οὕτω [τὰ περὶ τῆς] Βαβυλῶνος προθεσπίσας καὶ τῇ περὶ Αἰγυπτίων ταῦτα προφητείᾳ συνάψας [τὴν σωτηρίαν τῆς Ἰδου]μαίας προλέγει. Ἰδουμ[αίαν δὲ ἐνταῦθα] τοῦ Ἠσαῦ τὸ γένος καλεῖ· Ἐδὼμ γὰρ οὗτο[ς ἀπὸ τῆς πυρρᾶς] ὠνομάσθη μορφῆς. [Ἠ]σαῦ δὲ καὶ Ἰακὼβ ἀδελφοί· ἀλλ' ὅμως [καίπερ] ἐξ Ἀ[βραὰμ τὸ γένος κατάγοντες] Ἰσραηλῖται καὶ Ἰδουμαῖοι μάλα δυσμενῶς περὶ ἀλλήλους διέκειν[το] . . . . . . . . . . . . . . . . . . . . |127 b| . . . τως τὸ προγονικὸν ἐφύλαξαν μῖσος. Ἀλλὰ ταῦτα σαφέστερον ἐν ταῖς τῶν ἄλλων προφητῶν δεδηλώκαμεν προφητείαις. 11 Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηίρ. Σηὶρ τὸ ὄρος τῶν Ἰδουμαίων καλεῖται· ἐκ δὲ τοῦ Ἠσαῦ καὶ αὐτὸ τὴν προσηγορίαν ἐδέξατο· ἐπειδὴ γὰρ δασὺς ἦν, Σηὶρ ὠνομάσθη, τουτέστι τετριχωμένος. Φύλασσε ἐπάλξεις. Τί ὀλολύζεις; φυλάσσοντι ἀπὸ νυκτὸς 12εἶπον· φυλάσσων ἦλθε τὸ πρωὶ καὶ τὴν νύκτα. Ἐπειδὴ γὰρ δεδιότες τοὺς πολεμίους ἠγρύπνουν καὶ τῷ τείχει προσήδρευον νύκτωρ καὶ μεθ' ἡμέραν φυλάσσοντες καὶ φυλάσσοντες ἐβόων φοβεῖν ταύτῃ τοὺς ἐναντίους νομίζοντες, εἰκότως αὐτοῖς ὁ προφητικὸς λόγος ἐπιτωθάζων φησίν· Φύλασσε τὰς ἐπάλξεις, ἀντὶ τοῦ· Καλῶς ποιεῖς τῆς ἀσφαλείας προμηθούμενος, ἀνθ' ὅτου δὲ ὀλολύζεις φυλάσσων, καὶ οὐ νύκτωρ μόνον ἀλλὰ καὶ μεθ' ἡμέραν· ὅμως ἐὰν <ζητῆτε>, (ζητ)εῖτε· ἐπιστρέψατε, ἔλθετε καὶ παρ' ἐμοὶ οἰκεῖτε 13ἐν τῷ δρυμῷ. Εἰ σωτηρίαν ζητεῖτε, πρὸς ἐμὲ ἔλθετε, μὴ ἑαυτοῖς (θα)ρρεῖτε. Μέμνημαι τῆς τοῦ Ἀβραὰμ συγγενείας· διὰ τοῦτο καταφεύγοντας ὡς ἐν δρυμῷ τινι κατακρύψω καὶ κρείττους ποιήσω τῶν πολεμίων. Μετὰ τοὺς Ἰδουμαίους τοῖς Ἰσμαηλίταις τὰ ἐσόμενα προλέγει· αὐτοὺς γὰρ Ἄραβας ὀνομάζει. Ἑσπέρας κοιμηθήσονται ἐν τῇ ὁδῷ Δαιδανίμ. 14Εἰς συνάντησιν διψῶντι φέρετε ὕδωρ, οἱ κατοικοῦντες ἐν χώρᾳ Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν. Δείκνυσι καὶ τούτους δραπετεύοντας τὸν Ἀσσύριον καὶ παρακελεύεται τοῖς πελάζουσι καὶ ἄρτους παρασχεῖν καὶ ὕδωρ ὡς φεύγουσιν. Διδάσκει δὲ καὶ τῆς φυγῆς τὴν αἰτίαν· πολύ φησι πλῆθος μαχαιροφόρων, πολὺ δὲ καὶ τοξοτῶν. Οὗ δὴ χάριν οἱ πλεῖστοι πεπτώκασιν. 16 Διότι οὕτως εἶπέ μοι κύριος· Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, καὶ ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ, 17καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τοῦ ἀριθμοῦ τῶν ἰσχυρῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι κύριος ὁ θεὸς Ἰσραὴλ οὕτως ἐλάλησεν. Ἔδειξε τῶν εἰρημένων τὸ ἀληθές, τὸν εἰρηκότα δηλώσας· θεὸς γὰρ οὗτος καὶ κύριος. Τὸν μέντοι Κηδὰρ ἐν τῷ γένει τοῦ Ἰσμαὴλ [εὑ]ρήκαμεν. Λέγει τοίνυν οὐχ ὅτι παντελῶς τὸ τοιοῦτον καταλυθήσεται γένος, ἀλλ' ὅτι ἡ δόξα κατασβεσθήσεται καὶ ὀλίγοι ἀντὶ πολλῶν ἔσονται. Καὶ τοῦτο ἐγένετο μὲν ἐν τῇ τῶν Ἀσσυρίων προσβολῇ, ηὐξήθησαν δὲ πάλιν τῷ χρόνῳ. Ἀψευδὴς γὰρ ὁ τῷ Ἀβραὰμ ὑποσχόμενος τῶν τοῦ Ἰσμαὴλ ἀπογόνων τὸ πλῆθος. Μετὰ τούτους πρὸς τὴν Ἱερουσαλὴμ ποιεῖται τοὺς λόγους. Καλεῖ δὲ αὐτὴν φάραγγα Σιὼν διὰ τὴν ὑπὸ Ῥωμαίων [αὐ]τοῖς ἐπενεχθεῖσαν ἐρημίαν· ταύτην γὰρ ἐνταῦθα προλέγει. 221 Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα 2μάταια; Ἐνεπλήσθη ἡ πόλις βοώντων, ἡ πόλις γαυριῶσα. Τί τὸ καινόν φησι, τί τὸ παράδοξον, ὅτι ἡ κατὰ πάντων φρυαττομένη πόλις ταραχῆς τε καὶ θορύβου πεπλήρωται, ὡς αὐτὰ κα[ταλα]βεῖν τὰ δώματα καὶ ἄνωθεν περισκοπεῖν τῶν πολεμίων τὸ πλῆθος; Οἱ τραυματίαι σου οὐ τραυ(ματίαι) μαχαίρας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. Οὐχ οἱ πολέμιοί φησιν ἰσχυροὶ γεγένηνται κατὰ (σοῦ), ἀλλ' ἐγώ σε προὔδωκα διὰ τὴν κατ' ἐμοῦ μανίαν. Διὰ τοῦτο 3 οἱ ἄρχοντές σου πεφεύγασιν καὶ ὅ[σοι ἑάλ]ωσαν ἐπεδήθησαν· καὶ οὐ μόνον οἱ ἄρχοντες ἀλλὰ καὶ τῶν στρατιωτῶν οἱ ἀριστεύειν εἰω[θότες] οἱ μὲν ἀπέδρασαν οἱ δὲ ἁλόντες ἐδέθησαν. Ταῦτα προθεσπίσας ὁ προφήτης [ἐπάγει]· 4 (Διὰ) τοῦτο εἶπον· Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ (σύν)τρι(μμα τῆ)ς θυγατρὸς τοῦ γένους μου. Ἀπαραμύθητά φησι τὰ συμβάντα τῇ πόλει κακά. Θυγα(τέρα) δὲ γέ(νους) αὐτὴν καλεῖ ὡς ἐξ αὐτῆς καὶ αὐτὸς κατάγων τὸ γένος. 5 Ὅτι ἡμέρα ταραχῆς καὶ ἀπω(λείας καὶ κατα)πατήματος καὶ πλανήσεως παρὰ κυρίου Σαβαώθ· ἐν φάραγγι Σιὼν πλανῶνται, ἀπὸ μικροῦ (ἕως μεγάλου πλ)ανῶνται ἐπὶ τὰ ὄρη. Συμφορῶν αὐτοῖς φησιν ἐπέστη καιρός, διὸ δὴ εὐάλωτοι πᾶσιν [ἐγένοντο οἱ λί]αν ἀκαταφρόνητ[οι]. Διὰ τοῦτο καὶ τὴν πόλιν καταλιπόντες εἰς τὰ ὄρη πλανῶνται δρ[ασμῷ περιποιήσεσθ]αι τὴν σωτηρίαν ἐλπίζοντες. 6 Οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας. Ἐλαμίτας (τοὺς Σαμαρίτ)ας καλεῖ· ἐκ (γὰρ τῆς) Περσικῆς μετῳκίσθησαν χώρας. Ἀπε(χθ)ῶς δὲ διακείμεν(οι) |128 a| πρὸς Ἰουδαίους συνεμάχουν κατ' αὐτῶν ἀναγκαίως Ῥωμαίοις. Εἶτα πάσῃ ὁμοῦ τῇ στρατιᾷ παρακελεύεται· Ἀνάβητε ἄνθρωποι ἐφ' ἵππους, καὶ συναγωγὴ παρατάξεως. Τούτων δέ φησι γενομένων· 7 Καὶ φάραγγες πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς τὰς πύλας ἐμφράξουσι 8καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα, τουτέστιν ἀνοίξουσιν. Ἐναντίον δὲ τῷ ἀνοῖξαι τὸ ἐμφράξαι. Ἀμφότερα δὲ ὅμως ἐποίουν· τοὺς μὲν γὰρ πολιορκουμένους ἐκώλυον φεύγειν, τοῖς δὲ πολεμίοις τὰς θύρας ἀνεπετάννυσαν. Καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως 9καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυίδ. Πάσας φησὶ μηχανὰς σωτηρίας ἀνερευνήσουσι καὶ τὰς ὑψηλὰς περισκοπήσους[ιν οἰκίας], ταύτῃ λογιζόμενοι κρείττους ἔσεσθαι τῶν δυσμενῶν, καὶ τὴν ἄκραν Δαυὶδ καταλήψονται. [Π]ό[λιν] δὲ τὴν Σιὼν ὀνομάζει. Καὶ εἶδον ὅτι πλείους εἰσὶ καὶ ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν 10καὶ τοὺς οἴκους Ἱερουσαλὴμ ἠρίθμησαν καὶ καθεῖλον τοὺς οἴκους εἰς ὀχύρωμα τείχ(ους τῇ πόλει). Τὰ πλεῖστα τούτων καὶ Ἰώσηπος ἱστορεῖ τὴν Ἰουδαϊκὴν ἱστορίαν συγγράψας. Ὥσπερ γὰρ εἶδον ἀπολλ[υμένην] τὴν πόλιν, οἱ τῆς στάσεως ἀρχηγοὶ πολλὰς τῶν οἰκιῶν καταλύσαντες τὴν Ἀντωνίαν καὶ τὸν ναὸν ἀσφαλέστερον ᾠκοδόμησαν. 11 Καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀναμέσον τῶν δύο τειχῶν ἐσώτερ(ον) τῆς ἀρχαίας κολυμβήθρας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ' ἀρχῆς κτίσαντα αὐτὴν καὶ τὸν ποιήσαντα αὐτὴν πόρρ(ωθεν) οὐκ εἴδετε. Οὐδενὸς ἂν τούτων ἐδεήθης, εἰ τὴν ἐμὴν ἐπεκαλέσω ῥοπήν· ἐν ἀκαρεῖ γὰρ ἂν τοὺς πολεμί(ους) ἐσκέδασα. Ἐγκαλεῖ δὲ πρὸς τούτοις ὅτι, δέον πενθεῖν καὶ ὀλοφύρεσθαι καὶ τὸν θεὸν ἱλεοῦσθαι διὰ [τὸ μέ]γεθος τῶν συμφορῶν, δημοθοινίαις ἐχρῶντο καὶ εὐωχούμενοι διετέλουν 13 λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. Ταῦτα δέ φησιν ἅπαντα καὶ ἑώρα καὶ ἤκουσεν ὁ ἐν ὑψηλοῖς κατοικῶν [καὶ] τὰ ταπεινὰ ἐφορῶν. 14 Ἀνακεκαλυμμένα γάρ φησίν ἐστι ταῦτα ἐν τοῖς ὠσὶ κυρίου Σαβαώθ, καὶ οὐκ ἀφεθήσεται ὑμῖν ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε, εἶπε κύριος ὁ θεὸς τῶν δυνάμεων. Καὶ ἀληθῶς π(αγχά)λεπόν ἐστι καὶ συγγνώμην οὐκ ἔχον ἀγανακτοῦντος τοῦ δεσπότου τοὺς οἰκέτας τρυφᾶν καὶ τῷ γέλωτ(ι δει)κνύναι τὴν καταφρόνησιν. Ἐνταῦθα τοίνυν τὴν τούτου προφητείαν ἐπέρανεν· μετὰ δὲ ταῦτα [διδά]σκει ὡς ἐκελεύσθησαν 15 εἰσελθεῖν εἰς τὸ παστοφόριον πρὸς Σομνᾶν τὸν ταμίαν καὶ εἰπεῖν αὐτῷ· 16Τί (σοι ὧδε) καὶ τί σοί ἐστιν ὧδε, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλ(ῷ μνημεῖον) καὶ ἐλάξευσας σεαυτῷ ἐν πέτρᾳ σκηνήν; Παστοφόρια τοῦ θείου νεὼ τὰς ἐξέδρας εὑρή[καμεν] ὠνομασμένας τὸν Ἰεζεκιὴλ ἑρμηνεύοντες. Δῆλος τοίνυν οὗτός ἐστιν, ὡς ἱερατικὴν [λαχὼν] ἀξίαν τῆς θείας κατημέλησε λειτουργίας εἰς π[λοῦ]τον καὶ τρυφὴν τὴν σπουδὴν μεταθείς. [Οὗ δὴ] χάριν καὶ περίβλεπτον αὐτῷ κατεσκεύασε μνῆμα, ἀοίδιμος ἐντεῦθεν ἔσεσθαι προ[σδοκῶν]. Ταμίαν δὲ αὐτὸν ἡγοῦμαι καλεῖσθαι ὡς τὰ ἱερὰ σκεύη πεπιστευμένον. Εἶτα αὐτῷ τὸν ὄλεθρον [ἀπειλεῖ]· 17 Ἰδοὺ δὴ κύριος Σαβαὼθ ἐκβαλεῖ ἄνδρα καὶ ἐκτρίψει σε καὶ ἀφελεῖ τὴν στολήν σου 18καὶ τὴν (κίδαρίν σου) καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον. Ταῦτα τὸν ἀρχιερατικὸν κόσμον ἐπλήρωσεν. Ἐντεῦθεν δῆλ[ον ὅτι] τῶν πρώτων ἦν ἱερέων. Καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, κἀκεῖ ἀπ(οθανῇ. Φασί) τινες, ὡς ἥλω φεύγων ὑπὸ τῶν Ἀσσυρίων καὶ δορυάλωτος ἀπήχθη. Καὶ θήσει τὸ ἅρμα σου τ(ὸ καλὸν) εἰς ἀτιμίαν καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς ἀπώλειαν. 19Καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας (σου, καὶ ἐκ) τῆς στάσεώς σου καθελεῖ σε. Εἶτα δῆλον ποιεῖ τὸν διαδεξάμενον τὴν ἐκείνου τιμήν· 20 Καὶ ἔσται ἐν τῇ (ἡμέρᾳ ἐκείνῃ) καλέσω τὸν παῖδά μου Ἐλιακὶμ τὸν τοῦ Χελκίου. Τούτου μέμνηται καὶ ἡ κατὰ τὸν Ἐζεκίαν ἱ[στορία· οὗτος] γὰρ οὐκ ἐνεγκὼν τοῦ Ἀσσυρίου τὴν βλασφημίαν τὴν ἐσθῆτα διέρρηξεν. Τοῦτον ὑπισχνεῖται [ἐνδύσειν] τὴν στολὴν καὶ τῷ στεφάνῳ τὴν κεφαλὴν διακοσμή[σειν καὶ τὸ κράτος αὐ]τῷ [καὶ τὴν οἰκονομίαν δώσειν]. Ἐπαινεῖ δὲ αὐτὸν [ὡς ἠπ]ίου πατρὸς φι[λο]στοργίαν [μι]μούμενον [καὶ τῶν τῆς Ἱερουσαλὴμ οἰκητόρων] |128 b| καὶ τῶν περιοίκων ἐπιμελῶς προμηθούμενον. 22 Καὶ δώσω τὴν δόξαν Δαυὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων· καὶ δώσω αὐτῷ τὴν κλεῖδα οἴκου Δαυὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἀνοίξει, καὶ οὐδεὶς κλείσει, <καὶ κλείσει,> καὶ οὐκ ἔσται ὁ ἀνοίγων. Ἐν τούτῳ καὶ τὰ ἡμέτερα προτυποῦται. «Ὃ ἂν δήσητε» γάρ φησιν «ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.» 23 Καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. Κατὰ ταὐτὸν καὶ ἱερατικὴν αὐτῷ δίδωσι καὶ ἀρχοντικὴν ἐξουσίαν. Διὸ καὶ τοῦ Δαυὶδ ἐμνημόνευσεν· ὁ γὰρ Δαυὶδ οὐχ ἱερεὺς ἀλλὰ βασιλεύς, ἀλλ' ὅμως (καὶ) τὴν ἱερωσύνην διέταξεν. 24 Καὶ ἔσται πεποιθὼς ἐπ' αὐτῷ πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ ἀπὸ μ(ικρ)οῦ ἕως μεγάλου, πᾶν τὸ σκεῦος τὸ μικρὸν, ἀπὸ σκεύους τῶν ἀγανώθ, <καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ 25τῇ ἡμέρᾳ ἐκείνῃ. Τὸ ἀγανὼθ> «κρατήρων» ἡρμήνευσαν ὅ τε Σύμμαχος καὶ ὁ Ἀκύλας. Διὰ μέντοι τῶν προειρημένων τὸ περὶ αὐτὸν ἐδήλωσε φίλτρον καὶ τῶν ἀρχόντων (καὶ) τῶν ἀρχομένων καὶ τῶν πλουτούντων καὶ τῶν πενομένων. Τροπικῶς γὰρ σκεύη ἐκάλεσε τούς τε μεγάλους καὶ τοὺς μικρούς. Καὶ γὰρ τῶν σκευῶν τὰ μὲν ἦν ἅγια τὰ δὲ ἁγιώτερα, καὶ τὰ μὲν ἐν τῇ αὐλῇ ἔκειτο τὰ δὲ ἐν τῷ ναῷ. Τάδε λέγει κύριος Σαβαώθ· Κινηθήσεται ἄνθρωπος ἐστηριγμένος ἐν τόπῳ πιστῷ καὶ ἀφαιρεθήσεται καὶ πεσεῖται, καὶ ἐξολοθρευθήσεται ἡ δόξα ἡ ἐπ' αὐτόν, ὅτι κύριος ἐλάλησεν. Τὸν περὶ τοῦ Σομνᾶ ἀνέλαβε λόγον καὶ ἔδειξεν αὐτὸν ὠφέλειαν μὲν οὐδεμίαν ἐκ τῆς ἱερωσύνης δεξάμενον, τιμωρίαν δὲ ἐκ τῆς ῥᾳθυμίας δρεψάμενον. Πρόκειται δὲ ἡμῖν εἰς ὠφέλειαν ἡ ἱστορία καὶ ἡ ταύτῃ συνηρμοσμένη προφητεία. Δυνατὸν γάρ, ἂν ἐθελήσωμεν τοῦ μὲν μισῆσαι τὴν πονηρίαν τοῦ δὲ ζηλῶσαι τὴν ἀρετήν, καὶ τὴν αὐτὴν εὔκλειαν καὶ εὐφημίαν καρπώσασθαι. Δίκαιος γὰρ ὁ κριτὴς ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.