Ancient Greek
Section 7
Theodoretus Scr. Eccl. et Theol., Commentaria in Isaiam 7.1
Not analysed yet
ΤΟΜΟΣ Ζʹ 231 Τὸ ῥῆμα Τύρου. Καὶ τὴν Τύρον οἱ Ἀσσύριοι πολιορκήσαντες ἐξεπόρθησαν. Καὶ τοῦτο τοίνυν τοῖς πνευματικοῖς ὀφθαλμοῖς προϊδὼν ὁ προφήτης προλέγει. Ὀλολύξατε πλοῖα Καρχηδόνος, ὅτι ἀπώλοντο καὶ (οὐ)κέτι ἔρχονται ἐκ γῆς Κιτιαίων. Ἔνια τῶν ἀντιγράφων· «ὅτι ἀπώλετο», τουτέστιν ἡ Τύρος. Καρχηδὼν [μέν] ἐστιν ἡ τῆς Λιβύης τῆς νῦν Ἀφρικῆς καλουμένης μητρόπολις· παρὰ μέντοι τῷ Ἑβραίῳ «Θαρσὶς» κέκληται. [Κιτι]εῖς δὲ ἢ «Χετιίμ»—οὕτω γὰρ καὶ παρὰ τῷ Ἑβραίῳ καὶ παρὰ τοῖς Λοιποῖς Ἑρμηνευταῖς κεῖται τὸ ὄνομα—[ἡ Κύ]προς καλεῖται· αὕτη γὰρ καὶ πόλισμα ἔχει Κίτιον καλούμενον μέχρι τοῦ νῦν. Τούτοις τοίνυν τοῖς μὲν [ὡς νη]σιώταις τοῖς δὲ ὡς παραλίμοις παρακελεύεται θρηνεῖν ὡς ἀναστάτου γενομένης τῆς Τύρου, ἐν ᾗ [τῆς ἐμ]πορίας εἶχον τὰς ἀφορμάς. Ἤχθησαν αἰχμάλωτοι, τουτέστιν οἱ Τύριοι. Τίνι 2ὅμοιοι γεγόνασιν οἱ (ἐνοικ)οῦντες ἐν τῇ νήσῳ ταύτῃ; Νήσῳ ἔοικεν ἡ τῆς Τύρου θέσις· ἰσθμὸς γάρ ἐστιν ἐν τῇ θαλάσσῃ κείμενος (μία)ν εἴσοδον ἔχων. Μεταβόλοι φοινίκης. Τοὺς ἐ[μπ]όρους οὕτω. καλεῖ ὡς τόδε μὲν κομίζοντας τόδε [δὲ ἀντι]λαμβάνοντας. <Οἱ διαπερῶντες τὴν θάλασσαν 3ἐν ὕδατι πολλῷ σπέρμα μεταβόλων. >Ἀντὶ τοῦ· καὶ οἱ πρόγονοι αὐτῶν τοῦτον εἶχον τὸν βίον. Ὡς ἀμητοῦ εἰσφερομένου οἱ (μεταβ)όλοι τῶν ἐθνῶν. Ἔοικέ φησι τῶν ἐμπόρων τὰ πλοῖα εἰς τοὺς λιμένας καταίροντα τοῖς ἀπὸ [τῶν ἀγρ]ῶν ἐν τῷ καιρῷ τοῦ θερισμοῦ εἰς τὰς ἅλως τὰ δράγματα μεταφέρουσιν. 4 Αἰ(σχύν)θητι, Σιδὼν (εἶπεν, ἡ) θάλασσα. Ἡ Σιδὼν ὑπέκειτο καὶ πάλαι τῇ Τύρῳ. Εἰσάγει τοίνυν αὐτὴν ὁ λόγος τῇ Τύρῳ λ[έγους]αν—[ταύτην γὰρ] ἐκάλεσε θάλασσαν—· Αἰσχύνθητι, ἀντὶ τοῦ· Παῦσαι τοῦ θράσους, γνῶθι σαυτήν. Οὐ γὰρ . . . . . . . . . . . . ἡ θάλασσα τῇ Σιδῶνι εἶπεν· Αἰσχύνθητι, ἀλλ' ἡ Σιδὼν τῇ καλουμένῃ θαλάσσῃ, τουτέστι τῇ ἔξω θαλάσσῃ, [ᾗ τὴν Τύρον] ἀπεικάζει διὰ τὸ πλῆθος τῶν οἰκητόρων. Καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς· Ἡ ἰσχὺς τῆς θαλάσσης εἶπεν· (Οὐκ ὤδινα) οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους. Λόγους ταῖς πόλεσιν (ὁ προ)φητικὸς περιτίθησι λόγος καὶ τὴν μὲν Σιδῶνα λέγουσαν· Αἰσχύνθητι, τὴν δὲ Τύρον ὁμολο(γοῦσαν) ὅτι τὸ πλῆθος τὸ τοῖς θαλαττίοις κύμασιν ἐοικὸς οὐχ ἡ αὐτῆς δύναμις ἔτεκε καὶ ἐξέθρεψεν. (Προσωποπ)οιεῖ δὲ ταῦτα ἡ χάρις τοῦ πνεύματος διδάσκουσα μὴ ἐφ' ἑαυτοῖς μέγα φρονεῖν ἀλλ' εἰδέναι τὸν τῶν (ἀγαθῶν) χορηγόν. 5 Ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. Ἀπὸ γὰρ τῶν [συμφορῶν τοῦ Τύρου οἱ Αἰγύπτιοι σφ]ᾶς αὐτοὺς μεριμνήσουσιν. 6 Ἀπέλθετε εἰς (Καρχ)ηδόνα, ὀλολύξατε |129 a| οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. Παλαιὰ ἦν Καρχηδονίοις καὶ Τυρίοις φιλία, καὶ τὰ τῆς ἐμπορίας συμβόλαια πρὸς ἀλλήλας αἱ πόλεις ἐποιοῦντο. Οὗ δὴ χάριν καὶ τοῖς Καρχηδονίοις ὀλολύζειν παρακελεύεται. 7 Οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἡ ἀπ' ἀρχῆς πρὶν ἢ παραδοθῆναι αὐτήν; Διδάσκει ὁ λόγος τῆς τιμωρίας τὸ δίκαιον. Ὕβρις γάρ, τουτέστι παρανομία καὶ ἀλαζονεία, τῆς πολιορκίας ἡγήσατο. Ἀπάξουσιν αὐτὴν οἱ πόδες αὐτῆς πόρρωθεν εἰς ἀποικίαν. Πόδας αὐτῆς καλεῖ τὴν ὁδὸν αὐτῆς, τουτέστι τῶν βίων τὰ ἐπιτηδεύματα. Διὰ ταῦτα γὰρ ἐγένετο δορυάλωτος. Τοῦτο καὶ ἀλλαχοῦ λέγει ὁ αὐτὸς προφήτης· «Οὐαὶ τῷ ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.» 8 Τίς ταῦτα ἐβουλεύσατο ἐπὶ Τύρον; Τίς ταύ(την) κατ' αὐτῆς τὴν ψῆφον ἐξήνεγκεν; Μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει; Ἀντὶ τοῦ· Μὴ μικρὰ πόλις ἐστὶ καὶ (ὀλίγην) ἔχουσα δύναμιν, οὐκ ἀποχρῶσαν τοῖς πολεμίοις ἀνθίστασθαι; Εἶτα δείκνυσιν αὐτῆς τὴν εὐπραξί[αν]· Οἱ ἔμποροι αὐτῆς ἄρχοντες Χαναάν, καὶ οἱ μεταβόλοι αὐτῆς ἔνδοξοι τῆς γῆς. Καὶ μὴν βασιλικωτά[τη] πόλις ἐστὶ καὶ πολυθρύλητον τῆς οἰκουμένης ἐμπόριον. Τίς τοίνυν ἡ αἰτία τῶν συμφορῶν; 9 Κύριος Σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ (τῆς) γῆς. Ἐνδόξους ἐνταῦθα τοὺς ἀλαζόνας καὶ ὑπερηφάνους καλεῖ. Τούτοις γὰρ ἀντιτάσσεται. Οὐ γὰρ τοὺς τῆς ἀρετῆς ἔχοντας κλέος τῆς δόξης γυμνοῖ ἀλλὰ τοὺς τὴν φύσιν ἀγνοοῦντας καὶ ὑπὲρ ταύτην φρονοῦντας. 10 Ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. 11Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν παροξύνουσα βασιλεῖς. Παῦσαι ἀπὸ τῆς ἐμπορίας καὶ ἔχου τῆς γεωργίας καὶ ἀντὶ τῆς θαλάσσης ἐργάζου τὴν γῆν. Οὐκέτι γὰρ ἴσως τῆς ἀπὸ θαλάττης ἀφθονίας ἀπολαύσεις οὐδὲ ἐπίφθονος ἔσῃ τοῖς πελάζουσι βασιλεῦσιν. Κύριος Σαβαὼθ ἐντέταλται περὶ Χαναὰν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. 12Καὶ ἐροῦσιν· Οὐκέτι μ(ὴ προ)σθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν παρθένον θυγατέρα Σιδῶνος. Χαναὰν οὐ τὴν φύσιν ἀλλὰ τὸν τρόπον καλεῖ. Καὶ δηλοῖ αὐτὰ τὰ ῥήματα· τῆς γὰρ Τύρου κατηγορῶν κήδεται τῆς Σιδῶνος, ἡ δὲ Σιδὼν π[ρω]τότοκος τοῦ Χαναάν· «Χαναὰν» γάρ φησιν «ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον.» Ἄξιον δὲ θαυμάσαι τε κ[αὶ] ὑμνῆσαι τὴν τοῦ δεσπότου φιλανθρωπίαν, ὅτι τῶν δύο πόλεων, καὶ τῆς Τύρου καὶ τῆς Σιδῶνος, τὴν ἀσέ[βειαν] καὶ τὴν παρανομίαν ἀσπαζομένων τῆς μὲν κατηγορεῖ τῆς δὲ κήδεται, ἐπειδὴ ἡ μὲν Τύρος ἠδίκ[ησεν] ἀφορμὴν εἰς ἀλαζονείαν τὴν περιφάνειαν ἔχουσα, ἠδικεῖτο δὲ παρ' αὐτῆς ἡ Σιδών· καὶ οὐκ ἀφεώρα ὁ φ[ιλάνθρωπος] θεὸς εἰς τὴν αὐτῆς ἀσέβειαν ἀλλ' εἰς ἣν ὑπέμεινεν ἀδικίαν. Καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐ(κεῖ ἀνά)παυσις ἔσται σοι· 13καὶ εἰς γῆν Χαλδαίων, καὶ αὐτὴ ἠρήμωται ὑπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ ἀνάπαυ(σις ἔ)σται σοι, ὅτι πέπτωκε τὸ τεῖχος αὐτῆς, ἐθεμελίωσεν αὐτὴν σιίμ, ἔστησεν ἐπάλξεις αὐτῆς, ἐξήγει(ραν) βάρεις αὐτῆς· ὁ τοῖχος αὐτῆς πέπτωκεν. Ὡς τῶν πολεμίων πανταχόθεν προσβαλόντων [καὶ παν]τοδαπῶν αὐτὴν κυκλωσάντων κακῶν ἐρώτησιν αὐτῇ προσάγει· Ποῦ φησι βεβούλευς[αι ἀπελθεῖν]; εἰ[ς Κι]τιεῖς, τουτέστιν εἰς Κύπρον; Ἀλλ' οὐδὲ ἐκεῖ παῦλαν εὑρήσεις κακῶν. Ῥᾴδιον γὰρ τοῖς [ἔχουσι] ν[αῦ]ν, πρ[ος]χρ[ησα]μένοις δυνάμει κἀκεῖθεν ἀγαγεῖν σε καὶ ἀπαγαγεῖν δορυάλωτον. Ἀλλὰ τὴν Βα[βυλῶνα] καταλαβεῖν ἐβουλεύσω τῇ ἀρχαίᾳ συγγενείᾳ θαρροῦσα; —καὶ γὰρ Νεβρὼδ ὁ ταύτην δείμα[ς ἐκ τοῦ] Χαναὰν κατάγει τὸ γένος—ἀλλὰ καὶ ταύτην ἔρημον εἰργάσατο τῶν οἰκητόρων ὁ δυσσεβὴς καὶ [παρά]νομος βίος. Τοῦτο γὰρ ὁ λόγος αἰνίττεται λέγων· Ἠρήμωται ὑπὸ τῶν Ἀσσυρίων, τουτέστιν . . . . αὐτῆς καὶ τῆς οἰκείας δυσσεβείας τε καὶ παρανομίας. Πέπτωκε τὸ τεῖχος αὐτῆς, ἀντὶ τοῦ· (ἀσφαλείας) πάσης γεγύμνωται. Ἐθεμελίωσεν αὐτὴν σιίμ— τὸ σιὶμ γὰρ ὁ Ἀκύλας «ἐξερχομένους» ἡρμ[ήνευσεν]—, ἀντὶ τοῦ· ἄνωθεν ταύτην ἔλαβε τὴν ἀπόφασιν ὥστε γενέσθαι δορυάλωτος. Καὶ [ἡνίκα τὰς ἐπάλξεις] καὶ τοὺς περιβόλους ἐδέχετο καὶ τὰς ἔνδοθεν οἰκίας, ταύτην εἶχε τὴν ψῆφον. Ὁ δὲ Σύρος τὸ [σιὶμ] |129b| «δαιμόνια» ἡρμήνευσεν. Καὶ ἔστιν ἀληθὴς ἡ ἑρμηνεία· εὗρον γὰρ παρὰ τούτῳ τῷ προφήτῃ κείμενον τὸ σιίμ, ἔνθα λέγει· «Καὶ συναντήσει δαιμόνια ὀνοκενταύροις»· τοῦτο τὸ σιὶμ οἱ Ἑβδομήκοντα «δαιμόνια» ἡρμήνευσαν. Δῆλοι τοίνυν εἰσὶν ἑκόντες αὐτὸ καταλελοιπότες ἐπὶ τῆς Βαβυλῶνος ἀνερμήνευτον, ἵνα μήτις ὑπολάβῃ δαίμονας τῆς πόλεως γεγενῆσθαι δημιουργούς. Δῆλον δὲ ὡς τὴν τῆς πονηρίας οἰκοδομίαν ὁ προφητικὸς λόγος τοῖς δαίμοσιν ἀνατίθησι, δι' ἣν καὶ τὴν ἐρημίαν ἡ πόλις ἐδέξατο. Καὶ γάρ, ὅταν ὁ ἀπόστολος λέγῃ· «Ἐγὼ ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα», οὐ λίθους νοοῦμεν ἀλλ' εὐσεβεῖς λόγους. Ὁ μέντοι προφήτης πάλιν τῷ ναυτικῷ τῆς Καρχηδόνος ὀλολύζειν παρεγγυήσας προλέγει καὶ τῆς ἐρημίας τῆς Τύρου τὸν χρόνον· 15 Καταλειφθήσεται γάρ φησι Τύρος ἑβδομήκοντα ἔτη ὡς χρόνον βασιλέως ἑνός, ὡς χρόνον ἀνθρώπου. Ἀμέτρητος ἡ τοῦ δεσπότου φιλανθρωπία. Αὐτοὶ γὰρ ἐν πολλαῖς ἐξήμαρτον γενεαῖς, αὐτὸς δὲ περιγράφει τὴν τιμωρίαν μακροβίου βασιλέως ἀρχῇ ἢ ἑνὸς ἀνθρώπου ζωῇ. Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρῳ ὡς ᾆσμα πόρνης. 16Λάβε κιθάραν, ῥέμβευσον πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. Τὴν πολλὴν αὐτῆς ἀκολασίαν καὶ ἀκρασίαν ἡ προφητεία διδάσκει· παρακελεύεται γὰρ αὐτῇ τοῖς τῆς εὐημερίας ἐπιτηδεύμασι χρήσασθαι καὶ ἐν αὐτῇ τῇ κακοπραγίᾳ. Εἰρωνικῶς δὲ τοῦτο ποιεῖ διδάσκων τοῦ τοιούτου βίου τὸ βλαβερόν. 17 Καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Τύρου, καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον, καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Καὶ ταῦτα καταστέλλει τῶν Ἰουδαίων τὸν τῦφον· ὃν γὰρ ὥρισε χρόνον τῇ τῆς Ἱερουσαλὴμ ἐρημίᾳ, καὶ τῇ Τύρῳ διὰ τὴν πολλὴν δέδωκεν ἀγαθότητα, διδάσκων ὡς οὐκ Ἰουδαίων μόνον ἀλλὰ καὶ τῶν ἐθνῶν ἐστι θεός· «Αὐτοῦ γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.» 18 Καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγια τῷ κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται οὐδὲ ἀποτεθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου ἔσται πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου. Τό· εἰς συμβολήν, ὁ μὲν Σύμμαχος καὶ ὁ Θεοδοτίων «εἰς τὸ περιβαλέσθαι» ἡρμήνευσαν, ὁ δὲ Ἀκύλας «ἐσθῆτα». Δηλοῖ δὲ ὁ λόγος τὴν πολλὴν ἐπὶ τὰ κρείττω τῆς Τύρου μεταβολήν· τὴν γὰρ παρανόμως καὶ δυσσεβῶς πάλαι πολιτευομένην ἔφη προσοίσειν τῆς ἐμπορίας τὰ κέρδη τοῖς ἐσχολακόσι τῇ τοῦ θεοῦ θερα[πείᾳ], ὥστε αὐτοὺς ἐκ τούτων καὶ τῆς τροφῆς τὴν χρείαν καὶ τὴν περιβολὴν ἔχειν. Ταῦτά τινες ἔφασαν μετὰ [τὴν] ἀπὸ Βαβυλῶνος ἐπάνοδον γεγενῆσθαι, τῶν Τυρίων τοῖς ἐν Ἱεροσολύμοις ἱερεῦσι ταῦτα προς[φερόντων] τὰ δῶρα· τινὲς δὲ εἰρήκασι τὸν Γὼγ καὶ Μαγὼγ τὴν Τύρον πεπορθηκότας κατὰ τῆς Ἱερουσαλὴμ [ὁρμῆ]σαι, εἶτα ἐκεῖ θεηλάτῳ πληγῇ καταλῦσαι τὸν βίον, τὸν δὲ ὑπ' ἐκείνων συναθροισθέντα πλοῦτον [ἀνατεθῆ]ναι τῷ τῶν ὅλων θεῷ. Ἐγὼ δὲ ὁρῶν τῆς προφητείας τὸ τέλος πολλῶν οὐ δέομαι λογισμῶν· [μάρτυρες] γὰρ τῆς ἀληθείας οἱ ὀφθαλμοί. Τὰ γὰρ λαμπρὰ καὶ περίβλεπτα κ[αὶ] πολυτάλαντα [δαιμόνων τε]μένη, ἃ οἱ παλαιοὶ τῆς Τύρου κατεσκεύασαν βασιλεῖς, ταῦτα . . . . . . . . . . . . . . . . . . . . . . . καὶ θείους ἐκ τούτων σηκοὺς οἱ τῆς εὐσεβείας κατεσκεύασαν ἱ[ερεῖ]ς. Ὁρῶ[μεν] δὲ καὶ μέχρι [τῆς τ]ήμερον πολλὰ παρὰ πάντων δῶρα προσφερόμενα τῷ θεῷ, καὶ τὰ κτήματα δέ, ἐξ ὧν οἱ τοῦ θείου [ἱερεῖς] καὶ τρέ[φ]ονται καὶ περιβάλλονται, τὰ μέν τινες ἔτι ζῶντες τὰ δὲ [τε]τελευτηκότες ἀνέθηκαν [τῷ] θεῷ. Μαρτυρ[εῖ] τοίνυν τῇ προφητείᾳ τῶν πραγμάτων ἡ θεωρία. Ὁ μέντοι προφητικὸς λόγος ἐνταῦθα [συμπεράνας] τῆς Τύρου τὴν πρόρρησιν τὰ πᾶσιν ἀνθρώποις συμβησόμενα προθεσπίζει· 241 Ἰδοὺ κύριος κατα(φθείρει) τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς (ἐνοικοῦντας) ἐν αὐτῇ. Διπλῆν ὁ λόγος ἔχει τὴν προφητείαν· σημαίνει γὰρ καὶ τὰ κατὰ διαφόρους καιροὺς (ἐν τοῖς) πολέμοις γιγνόμενα καὶ τὰ ἐν τῇ συντελείᾳ τοῦ παρόντος ἐσόμενα αἰῶνος. 2 Καὶ ἔσται |130 a| ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ θεράπαινα ὡς ἡ κυρία καὶ ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει. Ταῦτα κυρίως μὲν καὶ ἀληθῶς μετὰ τὴν ἀνάστασιν ἔσται· τότε γὰρ μεταβάλλεται τοῦ παρόντος βίου τὸ σχῆμα καὶ παύεται μὲν ἡ τῶν ἀξιωμάτων διαφορά, ἀντεισάγεται δὲ ἡ τῆς ἀρετῆς καὶ τῆς κακίας διαφορά, καὶ πολλάκις ἱερεῖς παρανομίᾳ συζήσαντες τιμωρίᾳ παραδοθήσονται, τινὲς δὲ εἰς τὸν τοῦ λαοῦ τελοῦντες κατάλογον εἰς τὸ ἐκείνων μεταβήσονται τάγμα, καὶ οἰκέται μὲν συναριθμήσονται τοῖς σῳζομένοις, δεσπόται δὲ τοῖς κολαζομένοις· οὕτως ὁ Λάζαρος ἐνδιῃτᾶτο τοῖς κόλποις τοῦ Ἀβραάμ, ὁ δὲ πλούσιος κατεφλέγετο. Ἀλλ' ὅμως καὶ ἐν τοῖς πολέμοις ταὐτὸ τοῦτο ἔστιν ἰδεῖν γιγνόμενον· οὐκ ἴσασι γὰρ οἱ πολέμιοι δούλου καὶ δεσπότου διαφοράν, οὐκ εὐγενοῦς τε καὶ δυσγενοῦς, ἀλλὰ πᾶσιν ὁμοίως ἐπιφέρουσι τὸν τῆς δουλείας ζυγόν. Εἶτα πάλιν προειρηκὼς τὴν ἀπὸ τῆς θείας ψήφου ἐσομένην τῆς οἰκουμένης διαφ<θ>ορὰν καὶ τῶν ἐπὶ πλούτῳ καὶ δυνάμει γαυριώντων τὰς ὀλοφύρσεις, ἐπήγαγεν· 5 Ἡ δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας ἐν αὐτῇ, διότι παρῆλθον τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διεσκέδασαν διαθήκην αἰώνιον. Ἐπειδὴ γὰρ ἡ γῆ ἄλογός τε καὶ ἄψυχος, εἰκότως ἐδίδαξεν ὡς οἱ οἰκήτορες αὐτὴν ἀνομίας ἐνέπλησαν. Νόμον δὲ καὶ προστάγματα οὐ μόνον τὸν Μωυσέως λέγει ἀλλὰ καὶ τὸν ἄνωθεν ἐν τῇ φύσει γραφέντα. Αὐτοδίδακτος γὰρ τῆς τῶν ἀγαθῶν καὶ τῶν κακῶν διαφορᾶς ἡ φύσις τῶν ἀνθρώπων· καὶ μαρτυροῦμεν ἀγαθῶν μὲν ἀπολαύειν βουλόμενοι, παραιτούμενοι δὲ πάσχειν κακῶς. Τοῦτο καὶ ὁ θεσπέσιος ἡμᾶς ἀπόστολος ἐξεπαίδευσεν· «Ὅταν γάρ» φησιν «ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος.» 6 Διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἥμαρτον οἱ κατοικοῦντες ἐν αὐτῇ. Τοῦτο καὶ νῦν ὁρῶμεν γιγνόμενον· ἀκρίδος γὰρ ἐμβολὴ καὶ ἐρυσίβης ψεκάδες καὶ χαλάζης σφενδόναι καὶ ὄμβρων ὑπερβολή τε καὶ ἔνδεια καὶ φυτοῖς ἐπιφέρεται καὶ ληίοις διὰ τὴν ἡμετέραν παρανομίαν. Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος. 7 Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. 8Πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος δυσσεβῶν, πέπαυται φωνὴ κιθάρας. 9ᾘσχύνθησαν καὶ οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν αὐτό. 10Ἠρημώθη πᾶσα πόλις, (κλει)σθήσονται αἱ οἰκίαι τοῦ μὴ εἰσελθεῖν. Ἐπειδὴ γὰρ εἰς τρυφὴν ἐξώκειλε τῶν ἀνθρώπων ἡ φύσις, τοῖς ἐναν(τίοις) θεραπεύεται φαρμάκοις· τῇ ἐνδείᾳ ἡ εὐπορία, τῇ τῆς γῆς ἀκαρπίᾳ τὰ ἐκ τῆς πολυκαρπίας σκιρτήμ(ατα), τῇ τῶν πόλεων ἐρημίᾳ ἡ τῶν οἰκητόρων ἀταξία. Εἶτα πάλιν παρακελεύεται τοῖς τῇ γαστ[ρὶ τὴν] εὐδαιμονίαν μετροῦσι θρηνεῖν τοῦ οἴνου τὴν ἔνδειαν καὶ τὴν παῦλαν τῆς εὐφροσύνης καὶ τὰς τῶν πό[λεων] ἐρημίας καὶ τῶν οἰκητόρων τὸ ἀοίκητον. Ἔπειτα εἰκό[να] τῶν ἀπολλυμένων προτίθησιν. 13 Ὃν τρόπον ἐάν τις καλαμᾶται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς. Καὶ ἐὰν παύσηται ὁ τρύγητος, 14οὗτοι φωνῇ βοήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ὑμνοῦντες τὸν ἐνδοξασμὸν τοῦ κυρίου ἅμα. Ταῦτα ὁ Σύμ(μαχος) οὕτως ἡρμήνευσεν· «Ὡς καλαμητὸς ἐλαίας, ὡς ἐπιφυλλίδες, ὅταν συντελεσθῇ τρύγητος. Οὗτοι δὲ (ἐπα)ροῦσι φωνὴν (αὐ)τῶν, ἀγαλλιάσονται ἐν τῷ δοξασθῆναι κύριον.» Ταύτης τῆς παραβολῆς καὶ ἐν τοῖς κατὰ τ[ῆς Δαμασκοῦ] ἐμνημόνευς[ε] καὶ εἶπέ τινας ὑπολειφθῆναι ὡς «καλάμην ἐν φάραγγι στερεᾷ ἢ ὡς ῥᾶγας ἐλαίας δύο (ἢ τρεῖς) ἢ τέσσαρας ἢ πέντε ἐπ' ἄκρου μετεώρου». Καὶ ἐνταῦθα δείκνυσι τοὺς μὲν ἀπολλυμένους, τοὺς δὲ ὑπο(λοίπους) καὶ τῆς σωτηρίας ἀπολαύοντας καὶ τὸν εὐεργέτην ὑμνοῦντας θεόν. Εὕροι δ' ἄν τις καὶ ἐν τῷ καιρῷ τῆς συν(τελείας) τοῦτο ἐσόμενον· «Δύο» γάρ φησιν «εὑρεθήσονται ἐπὶ τῆς κλίνης, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται, (δύο ἀ)λήθουσαι ἐν τῷ μυλῶνι, μία παραλαμβάνεται καὶ μία ἀφίεται», καὶ πάλιν· «Οὗτοι ἀπελ(εύ)σον(ται) εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον.» Ὅτι τῇ δόξῃ κυρίου ταραχθήσεται (τὸ ὕδ)ωρ τῆς θαλάσσης. 15Διὰ τοῦτο ἡ δόξα κυρίου ἔσται ἐν ταῖς νήσοις τῆς θαλάσσης, ἐν ταῖς νήσοις τὸ ὄνομα κυρίου (θεοῦ Ἰσραὴλ |130 b| ἔν)δοξον ἔσται. Δόξαν κυρίου κέκληκε τὰ διὰ τῶν ἀποστόλων γενόμενα θαύματα, ὕδωρ δὲ θαλάσσης τῶν ἀνθρώπων τὸ πλῆθος. Δίκην γὰρ θαλάττης διεταράττοντο καὶ οἱ μὲν ἀντέλεγον οἱ δὲ ἐν τοῖς κηρυττομένοις ἐπίστευον. Νήσους δὲ τὰς ἐν μέσῳ τῆς θαλάττης ταύτης ἀνοικοδομηθείσας ἐκκλησίας καλεῖ καὶ δεχομένας μὲν τῆς θαλάττης τὰ κύματα, ἀβλαβεῖς δὲ φυλαττομένας κατὰ τὴν τοῦ κυρίου ὑπόσχεσιν· ἐν ταύταις τὸ θεῖον ὄνομα παρὰ τῶν εὐσεβούντων ὑμνεῖται. Ταῦτα δὲ διὰ τῆς πνευματικῆς χάριτος ὁ προφήτης μεμαθηκὼς πρὸς τὸν δεσπότην φησίν· Κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, 16ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν. Πτέρυγας τῆς γῆς τὴν πίστιν καὶ τὴν θεογνωσίαν ὠνόμασεν· οἱ γὰρ γήινοι διὰ τούτων ἀνιπτάμενοι θεωροῦσι τὰ θεῖα. Τέρατα δὲ καλεῖ τά τε περὶ τῆς συντελείας προηγορευμένα καὶ τὰ περὶ τῶν ἐκκλησιῶν τεθεσπισμένα. Εἶτα δείκνυσι τῶν εἰρημένων τὸ ἐπικερδές· ἐπάγει γάρ· Ἐλπὶς τῷ εὐσεβεῖ. Ὁ γὰρ ἐννόμως καὶ εὐσεβῶς πολιτευόμενος τὰς τοῦ μέλλοντος αἰῶνος ἀντιδόσεις μανθάνων φέρει γενναίως τῆς ἀρετῆς τοὺς πόνους, τῆς ἐλπίδος ὑπερειδούσης. Τίς δὲ ἡ ἐλπίς, ὦ θεσπέσιε προφῆτα; Ἀγαθῶν μέν φησιν ἐδεξάμην ἐλπίδα, τὰ δὲ ταύτης εἴδη σαφῶς οὐ μεμάθηκα. Τοῦτο γὰρ ἐπήγαγεν· Καὶ εἶπεν· Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς. Διὰ τοῦτο ὁ θεῖος ἀπόστολος περὶ τούτων αὐτῶν διαλεγόμενος ἔφη· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ.» Οὕτω καὶ ἐνταῦθα ὁ θεὸς διὰ τοῦ προφήτου φησίν· Τὸ μυστήριόν μου ἐμοὶ καὶ τοῖς ἐμοῖς. Οὕτω μυσταγωγήσας τοὺς εὐσεβεῖς κατὰ τῶν παρανομούντων τρέπει τὸν λόγον· Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες ἀθεσίαν ἀθετούντων τὸν νόμον. Ἀθετοῦσι τὸν νόμον οἱ παρὰ τὸ τούτου συμβιοτεύοντες βούλημα. Νόμον δὲ πάλιν ἐνταῦθα οὐ τὸν Μωσαϊκὸν μόνον (λέ)γει, ἀλλὰ καὶ τὸν φυσικόν· περὶ πάντων γὰρ ἀνθρώπων ὁ λόγος. 17 Φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 18Καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἐκβαίνων (ἐκ) τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος. Ἐπάλληλα λέγει κακὰ καὶ τὰ δεύτερα τῶν προτέρων χαλεπώτερα· (ὁ γὰρ) τὸ ἔλαττόν φησι διαφυγὼν τῷ χαλεπωτέρῳ περιπεσεῖται. Ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. Τὴν ἐποψίαν τοῦ θεοῦ τῶν ὅλων διὰ τούτων δεδήλωκεν. Τούτοις ἔοικε τὸ ὑπὸ τοῦ θειοτάτου (Δαυὶδ) εἰρημένον· «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς οἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνίων ἢ ἐκζητῶν (τὸν θεόν).» Εἶτα πάλιν τὰ ἐκ τῆς θείας ἐποψίας συμβησόμενα λέγει, τὴν ἁπάντων ταραχήν, τοῦ πρακτέου τὴν ἀπορίαν· μεθύουσι γάρ φησιν ἐοικότες ἅπαντες τῇδε κἀκεῖσε περιπλανῶνται. 20 Καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι· κατίσχυσε γὰρ ἐπ' αὐτὴν ἡ ἀνομία. Τὸ ὀπωροφυλάκιον πρόσκαιρός ἐστι σκηνή. Οὕτω κ(αὶ τ)οῦ βίου τὸ σχῆμα χρόνῳ τινὶ περιώρισται· τοῦτο δὲ (παρ)άγειν ὁ μακάριος ἔφη Παῦλος. 21 Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ ἐν τῷ ὕψει τὴν χεῖρα αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐπὶ τὰς βασιλείας τῆς γῆς ἐπὶ τῆς γῆς. 22Καὶ συνάξουσι συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα. Καὶ ταῦτα τοῦ παντὸς δηλοῖ τὴν συντέλειαν· τότε γὰρ κατὰ τὴν τοῦ κυρίου (φω)νὴν «Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς», καὶ πάλιν· «Πεσεῖται τὰ ἄστρα τοῦ οὐρανοῦ (ὡς) πίπτει φύλλα ἀπὸ ἀμπέλου καὶ ὡς ἐκρεῖ φύλλα ἀπὸ συκῆς.» Τότε αἱ ἐπὶ τῆς γῆς βασιλεῖα(ι δ)έξονται τέλος (καὶ οἱ) κολάσεως ἄξιοι ὡς εἰς ὀχύρωμά τι καὶ δεσμωτήριον καθειρχθήσονται τὸ ἀφωρισμένον τοῖς (κολαζο)μένοις χωρίον. Διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν. Πολλῆς γάρ φησι καὶ ἐπὶ πλεῖστον μακροθυμίας ἀπέλαυσαν. 23 Καὶ τακήσεται ἡ πλίνθος, τὸ γήινον φρόνημα. Καὶ πεσεῖται τὸ τεῖχος, ἡ νομιζομένη τῶν (ἐν δ)υναστείαις ἀσφάλεια. Καὶ ἐντραπήσεται ἡ σελήνη, καὶ αἰσχυνθήσεται ὁ ἥλιος, τῶν ἀσεβῶν ἡ (πολύ)θεος πλάνη. Ἐπειδὴ γὰρ πᾶσαν τὴν κτίσιν ἐθεοποίησαν, ἀπὸ τῶν λαμπροτάτων μορίων (τῆς κτίσεως) ὑπέδειξε τὴν παντελῆ τῆς πλάνης κατάλυσιν. Οὐδὲ γὰρ αὐτὰ τὰ στοιχεῖα λέγει καταισχυν(θήσεσθαι) τὰ ἄψυχά τε καὶ ἄλογα ἀλλὰ τοὺς ταῦτα θεοποιήσαντας. Ὅθεν ἐπήγαγεν· Ὅτι βασιλεύσει (κύριος ἐν Σ)ιὼν καὶ ἐν Ἱερουσαλὴμ καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται. Σιὼν καὶ |131 a| Ἱερουσαλὴμ τὴν ἐπουράνιον λέγει. «Προσεληλύθατε» γάρ φησιν ὁ θεῖος ἀπόστολος «Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» Ἐν ἐκείνῃ τοίνυν τῇ πόλει δεικνυμένης τῆς τοῦ θεοῦ βασιλείας αἰσχυνθήσονται οἱ λατρεύσαντες τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ταῦτα πάλαι προδιδαχθεὶς ὁ προφήτης ὕμνον ὑφαίνει τῷ ταῦτα ποιοῦντι θεῷ καί φησιν. 251 Κύριε ὁ θεός μου δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Ἄνωθεν γὰρ ταῦτα προώρισας, νῦν δὲ αὐτὰ διὰ πραγμάτων ἐδήλωσας. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος· «Τὸ μυστήριόν» φησι «τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι», καὶ πάλιν· «Λαλοῦμεν σοφίαν θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν», καὶ αὖθις· «Ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ», καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις· «Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Τοῦτο καὶ ὁ προφήτης ἔφη· Ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. Γένοιτο κύριε, τουτέστι· τῶν εἰρημένων τὸ τέλος. 2 Ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυράς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. Ἤλεγξάς φησι καὶ τῶν ἀνθρωπείων πραγμάτων τὸ πρόσκαιρον καὶ τὸ σὸν ἔδειξας κράτος. Ἀσεβῶν πόλις τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. Καθολικῶς μὲν ὁ λόγος εἴρηται, δοκεῖ δέ μοι καὶ τὴν Ἱερουσαλὴμ αἰνίττεσθαι κατὰ τὴν τοῦ κυρίου φωνὴν τὴν λέγουσαν· «Οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ.» 3 Διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων φοβουμένων σε εὐλογήσουσί σε. Λαὸν πτωχὸν τὸν εὐσεβῆ καλεῖ τὸν μετρίῳ φρονήματι χρώμενον· τοῦτον γὰρ καὶ ὁ κύριος μακαρίζει, «Μακάριοι» λέγων «οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Διὰ δὲ τῶν πόλεων τῶν ἀδικουμένων μὲν ὑπ' ἀνθρώπων τὸν δὲ θεὸν φοβουμένων τὴν ἀποστολικὴν πολιτείαν ᾐνίξατο· τούτους γὰρ πάλιν μακαρίζων ὁ κύριος ἔλεγεν· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» 4 Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων. Πᾶσι τὰ κατάλληλα προσφέρει· τοῖς ἀδικουμένοις βοήθειαν, τοῖς ἀθυμοῦσι ψυχαγωγίαν, πᾶσι τοῖς δεομένοις τὴν χρείαν. 5 Ὡς ἄνθρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιὼν ἀπὸ ἀνθρώπων πονηρῶν οἷς ἡμᾶς παρέδωκας. Ὡς ἐκ τοῦ ἀποστολικοῦ ταῦτα λέγει χοροῦ· Διψῶμεν τὴν ἐπουράνιον Σιὼν καὶ ἀπαλλαγῆναι τῶν δυσσεβῶν ἀνθρώπων ἀντιβολοῦμεν, οἷς ἡμᾶς εἰς γυμνασίαν καὶ δοκιμασίαν ἐξέδωκας. Καύσων ἐν σκέπῃ νέφους κληματίδα ἰσχυρῶν ταπεινώσει. Ταῦτα μετὰ ἀστερίσκων [πρός]κειται. Διδάσκει δὲ ὅτι φλογμὸς ἡλίου μετὰ νέφους γιγνόμενος καὶ τὰς ἰσχυρὰς καὶ τεθηλυίας κληματίδας ξηραίνει. Συνῆπται δὲ ἡ διάνοια τῷ πρὸ τούτου ῥη[τῷ]. Ὀλιγοψυχοῦμέν φησι καὶ τὴν ἐπουράνιον διψῶμεν Σιών· πολλὰ γὰρ ἡμῖν πανταχόθεν προσβάλλει δεινά, καὶ τὸ μὲν σὸν κρύπτεται φῶς, τὸ δὲ τῶν διωκόντων ἐπικείμενον νέφος ἱκανόν ἐστι δαπανῆσαι τὴν νοτίδα τῆς πίστεως. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ θειοτάτου ἀποστόλου εἰρημένα· «Ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατάν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· καὶ ὑπὲρ τούτου τρὶς τὸν (κύριον) παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ. Καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μ(ου ἐν ἀ)σθενείᾳ τελειοῦται», καὶ πάλιν· «Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν.» Ἐντεῦθεν [πά]λιν ὁ προφήτης προθεσπίζει τὴν δοθεῖσαν τοῖς ἔθνεσι μυστικὴν δωρεάν· 6 Καὶ ποιήσει κύριος ὁ θεὸς Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο πότον λιπασμάτων, πότον τρυγιῶν· πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. 7Καὶ παραδοθήσονται ἐν τῷ ὄρει τούτῳ παραδόσει καὶ καταπίεται ἐν τῷ ὄρει τούτῳ. Ὄρος καλεῖ τῆς θεογνωσίας τὸ ὕψος· τοῦτο γὰρ καὶ ἐν τοῖς προειρημένοις ἐδείξαμεν. Τῶν δὲ τῆς θεογνω[σίας] μυστηρίων σύμβολα τὰ προειρημένα. Συνῆπται δὲ τούτοις ἡ εὐφροσύνη· τῶν θεοσδότων γὰρ πότ[ων] τούτων ἅπαντα μεταλήψεσθαι προλέγει τὰ ἔθνη. Καὶ συμφωνεῖ τοῖς ὑπὸ τοῦ δεσπότου πρὸς τοὺς [ἱεροὺς] |131 b| ἀποστόλους εἰρημένοις· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» Ταῦτα τὰ ἔθνη καὶ τῷ ὄρει λέγει παραδοθήσεσθαι, τουτέστι τῇ τῆς θεογνωσίας διδασκαλίᾳ. Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ἑξῆς· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Οὐ γάρ, ὥσπερ τὸν νόμον μόνοις δέδωκεν Ἰουδαίοις, οὕτω καὶ τὴν καινὴν διαθήκην μόνοις αὐτοῖς παρέσχεν, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι τὴν ἐντεῦθεν φυομένην προὔθηκε σωτηρίαν. Εἶτα, ἐπειδὴ συμβαίνει τοὺς ἀγνοοῦντας τὸ τῆς οἰκονομίας μυστήριον καὶ μετὰ τὴν ἀπόλαυσιν τοῦ θείου βαπτίσματος ὁρῶντας κρατοῦντα τὸν θάνατον ἀπιστεῖν τῇ δυνάμει τῆς χάριτος, ἐπήγαγεν· 8 Κατέπιεν ὁ θάνατος ἰσχύσας. Ἡμεῖς φησι δεδώκαμεν τῷ θανάτῳ τὴν ἰσχὺν διὰ τῆς ἁμαρτίας. Καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. Ἀλλ' ἀγαθότητι κυβερνῶν τὰ καθ' ἡμᾶς ὁ δεσπότης κατέλυσε μὲν τὸν θάνατον, ἔπαυσε δὲ τὰ ἐπὶ τοῖς τελευτῶσι γιγνόμενα δάκρυα, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα, καὶ τὰ τῆς ἁμαρτίας περιεῖλεν ὀνείδη. Ταῦτα δὲ οὐκ ἐγώ φησιν ἐφθεγξάμην ἀλλ' αὐτὸς δι' ἐμοῦ τῶν ὅλων ὁ κύριος. 9 Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ θεὸς ἡμῶν, ἐφ' ὃν ἠλπίζομεν καὶ ἠγαλλιώμεθα, καὶ σώσει ἡμᾶς, οὗτος κύριος, ὑπεμείναμεν αὐτῷ· καὶ ἀγαλλιασόμεθα καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. 10Ἀνάπαυσιν δώσει ὁ θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Οἱ τῆς σωτηρίας τετυχηκότες τῶν (ἐλ)πιζομένων ἀγαθῶν τὸ τέλος ὁρῶντες τοῦτον τῷ σεσωκότι τὸν ὕμνον προσφέρουσιν. Οὗτός φησι τῆς ὑπομονῆς ὁ καρπός· εὐφροσύνη καὶ θυμηδία τέλος οὐκ ἔχουσα. Τούτους ἀπὸ τοῦδε τοῦ ὄρους ἐδρεψάμεθα τοὺς καρπούς, τουτέστι τῆς εὐσεβείας. Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις ἐν τῷ τόπῳ αὐτῆς, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις· 11καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ ὡς ἁπλοῖ ὁ λουόμενος εἰς τὸ κολυμβῆσαι. Τῆς πολυθεΐας τὴν πλάνην καὶ τὸν τούτων διδάσκαλον διὰ τούτων ᾐνίξατο· τοῦτο γὰρ καὶ διὰ τοῦ Βαλαὰμ ἡ χάρις τοῦ πνεύματος προηγόρευσεν· «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἐξεγερθήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ προνομεύσει πάντας τοὺς υἱοὺς Σήθ.» Ἀρχηγοὶ δὲ Μωὰβ Χαμὼς καὶ Βεελφεγὼρ καὶ τἆλλα εἴδωλα· διὰ τούτων τοίνυν τῆς τῶν εἰδώλων πλάνης τὴν παῦλαν δεδήλωκεν· διὰ δὲ τῶν υἱῶν Σὴθ πάντων ἀνθρώπων τὴν σωτηρίαν· ἐκ γὰρ τοῦ Σὴθ ὁ Νῶε κατάγει τὸ γένος, πάντων δὲ τῶν ἄλλων ἀνθρώπων τῇ τοῦ κατακλυσμοῦ πανωλεθρίᾳ παραδοθέντων ἐκ τούτου πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἀνήνθησεν. Τὸν τῆς πλάνης τοίνυν ἔφη δι[δάς]καλον καταπατηθήσεσθαι κατὰ τὴν τοῦ κυρίου φωνήν· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Καὶ τῆς ἁμάξης δὲ τῆς τὴν [ἅ]λωνα λεπτυνούσης σαφέστερον ἡμᾶς ἐν ἑτέρῳ χωρίῳ ὁ αὐτὸς προφήτης ἐδίδαξε τὴν διάνοιαν· «(Ἰδ)οὺ» γάρ φησιν «ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς.» Καὶ ὁ νηχόμενος δὲ ἄλλο μὲν οὐδὲν [ἐρ]γάζεται, προμηθεῖται δὲ τῆς ἑαυτοῦ σωτηρίας· οὕτω τοίνυν καὶ ὁ τῆς πλάνης διδάσκαλος καὶ οἱ τὴν ἐκείνου δεξάμενοι διδασκαλίαν ἐν τῷ μέλλοντι βίῳ τῇ τιμωρίᾳ παραδοθέντες οὐκέτι μὲν ἄλλως [τὴν] ἀπάτην ἀγρεύουσι, τὸν δὲ οἰκεῖον θρηνοῦσιν ὄλεθρον. Ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀ(πολ)έσαι, οὕτως ταπεινωθήσεται <καὶ ταπεινωθήσεται> τὸ ὕψος αὐτοῦ, ἐφ' ᾧ τὰς χεῖρας ἐπέβαλεν· 12καὶ τὸ ὕψος (τῆς) κα(ταφυγ)ῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσονται ἕως τοῦ ἐδάφους ἕως κόνε(ως). Ἐταπείνωσεν [αὐτ]ῶν τὴν φύσιν ἀποστήσας τοῦ ποιητοῦ καὶ τῆς πλάνης τὰς ἀτραποὺς ὑποδείξας. Ταπεινωθήσεται [δὲ ἐπαιρ]όμενος καὶ ἐλεγχθήσεται δαίμων ὢν πονηρὸς ἀλλ' οὐ θεός. Τοῦτο γὰρ εἶπεν· ἐφ' ᾧ τὰς χεῖρας (ἐπέ)βαλεν· ἥρπασε γὰρ τὸ μὴ προσῆκον ὄνομα. Καταφυγὴν δὲ τοῦ τοίχου αὐτοῦ καλεῖ τοὺς ὑπ' αὐτοῦ πλανηθέντας· καὶ γὰρ αὐτοὶ τιμωρίᾳ παραδοθήσονται κατὰ τὴν τοῦ κυρίου φωνήν· «Πορεύεσθε» γάρ [φησιν] «οἱ κατηραμένοι εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις (αὐτοῦ).» 261 Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ τῆς γῆς Ἰούδα λέγοντες· Ἰδοὺ πόλις (ἰσχυρά), καὶ σωτήριον ἡμῶν θήσει τεῖχος καὶ περίτειχος. 2Ἀνοίξατε πύλας, εἰσελθέτω δίκαιος λαὸς (φυ)λάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν, 3ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων |132 a| εἰρήνην τελείαν, ὅτι ἐπὶ σοὶ 4ἠλπίσαμεν κύριε ἕως τοῦ αἰῶνος. Ὅτι ὁ θεῖος ἀπόστολος οὐ μόνον τὸν ἐν τῷ φανερῷ ἀλλὰ καὶ τὸν ἐν τῷ κρυπτῷ οἶδεν Ἰουδαῖον, σαφῶς μεμαθήκαμεν. Διδάσκει τοίνυν ὡς τῶν εὐσεβῶν ὁ χορὸς ὁρῶν τὴν τῶν πολεμίων κατάλυσιν ἀνυμνεῖ τὸν εὐεργέτην θεὸν καὶ τῆς εὐσεβοῦς πολιτείας τὸ ἄμαχον δείκνυσι παρακαλεῖ δὲ καὶ τὰς ἐπουρανίους ἀνοιγῆναι πύλας τῷ τῆς δικαιοσύνης τροφίμῳ λαῷ τῷ καὶ τὴν περὶ ἀνθρώπους δικαιοσύνην καὶ τῶν θείων δογμάτων φυλάξαντι τὴν ἀλήθειαν καὶ τὴν πρὸς τὸν θεὸν εἰρήνην ἐντελῶς κτησαμένῳ καὶ ἐπὶ τῆς εἰς αὐτὸν ἐλπίδος βεβαίως ἐρηρεισμένῳ. Ὁ θεὸς ὁ μέγας ὁ αἰώνιος, 5ὃς ταπεινώσας κατήγαγες τοὺς κατοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους, 6καὶ πατήσουσιν αὐτὰς πόδες πραέων καὶ ταπεινῶν ἴχνη. Τοῦτο καὶ ἡ ἁγία παρθένος ὑμνοῦσα ἔλεγεν· «Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς.» Οὗτος καὶ τῶν κατὰ τῆς εὐσεβείας μαινομένων πόλεων τὸ θεομάχον φρόνημα καταλύσας τοῖς ἀποστολικοῖς αὐτὰς ὑπέταξεν ἴχνεσι καὶ τοῖς τὴν ἐκείνων διδασκαλίαν ἐκδεξαμένοις. 7 Ὁδὸς εὐσεβῶν εὐθεῖα, τρίβος εὐσεβῶν <εὐθεῖα>, εὐθεῖα ἐγένετο ἡ ὁδὸς τῶν εὐσεβῶν καὶ παρασκευασμένη· 8ἡ γὰρ ὁδὸς τοῦ κυρίου κρίσις. Ἄνωθεν ταύτην τὴν ὁδὸν ὁ θεὸς τοῖς ἀνθρώποις ὑπέδειξεν. Τοῦτο δὲ καὶ ὁ λόγος ᾐνίξατο· Εὐθεῖα ἡ ὁδὸς τῶν εὐσεβῶν καὶ παρεσκευασμένη. Οὗ δὴ χάριν καὶ διὰ τοῦ Νόμου διδάσκει· «Ὁδῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ ἢ ἀριστερά.» Ταύτην οἱ τῆς εὐσεβείας ὥδευσαν τρόφιμοι. Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ, 9ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν ἐπιθυμίᾳ ψυχῆς. Πάσης μνήμης ἀγαθῆς ἀξιεραστοτέρα ἡμῖν ἡ τοῦ ὀνόματος μνήμη. Τούτοις ἔοικε τὰ ὑπὸ τοῦ μακαρίου Δαυὶδ εἰρημένα· «Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή (μου), ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην», καὶ πάλιν· «Εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον.» Ἐπειδὴ δὲ πολλοῖς ὕστερον χρόνοις ταῦτα ἔμελλεν ἔσεσθαι, διδάσκει ὁ προφήτης πόθεν ταῦτα μεμάθηκεν· Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ ὁ θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Νύκτα καλεῖ τὸν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου καιρόν, ὄρθρον δὲ τὴν προφητικὴν πρόγνωσιν. Ἡμέρα γὰρ ἡ τῆς θεογνωσίας ἀνατολή. Καὶ γὰρ αὐτὸς ὁ κύριος «φῶς ἀληθινὸν» καὶ ἥλιος δικαιοσύνης ὠνόμασται. Λέγει τοίνυν ὁ προφήτης ὅτι ἔτι νυκτὸς οὔσης ὑπὸ τοῦ σοῦ φωτιζόμενος πνεύματος τῆς σῆς ἡμέρας τὸν ὄρθρον ὁρῶ, οὐδὲ γὰρ αὐτὰ βλέπω τὰ πράγματα ἀλλὰ τὰς τούτων εἰκόν[ας]. Διὸ δὴ καὶ ὁ κύριος ἔλεγεν· «Πολλοὶ προφῆται καὶ βασιλεῖς δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶ(δον).» Καὶ αὐτὰ δέ φησι τὰ προστάγματά σου φωτὸς δίκην ὑποδείκνυσι τὴν εὐθεῖαν ὁδόν. Δικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Καὶ διδάσκων τὴν τῆς μαθήσεως εὐκολίαν ἐπήγαγεν· 10 Πέπαυται γὰρ ὁ ἀσεβ(ής), οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ. Τῆς γὰρ τοῦ διαβόλου τυραννίδος διὰ τῆς δεσποτικῆς ἐπιφανείας καταλυθείσης ῥᾴων γέγονε τῆς ἀρετῆς ἡ κατόρθωσις. Ἐκεῖνος δὲ οὐδὲν ἐντεῦθεν ἀ(πώ)νατο· τὴν γὰρ δικαιοσύνην μαθεῖν οὐκ ἠνέσχετο. [Δι]ὸ ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν (δόξαν) κυρίου. Οὐκ ὄψεται γάρ φησι τὸ ἀκήρατον φῶς τὸ τοῖς ἁγίοις ηὐτρεπισμένον. 11 Κύριε, ὑψηλός σου ὁ βραχίων καὶ οὐκ ᾔ(δεισαν), γνόντες δὲ αἰσχυνθήτωσαν. Τοῦτο καὶ ὁ κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη· «Καὶ τότε ὄψονται τὸ σημεῖον τοῦ (υἱοῦ) τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Δῆλον δὲ ὡς οἱ ἐν ἑκάστῳ ἔθνει [τοῖς] δε[σπο]τικοῖς κ[ηρύ]γμασιν ἀπ[ι]στήσαντες θρηνήσουσι τὴν οἰκείαν ἀσθένειαν. Ζῆλος λήψεται λαὸν ἀ(παί)δευτον. Τοὺς Ἰου(δαί)ους αἰνίττεται διὰ ζῆλον δῆθεν τῷ σταυρῷ τὸν κύριον προσηλώσαντας. Τοῦτο καὶ ὁ (θεῖός) φησιν ἀπόστολος· «Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν ἀλλ' οὐ κατ' ἐπίγνωσιν.» Καὶ νῦν πῦρ τ(οὺς ὑ)πεναντίους ἔδεται. Ἐπειδὴ γὰρ τὸ φῶς οὐκ ἐδέξαντο, παραδοθήσονται τῷ πυρὶ καὶ τῷ σκότει. 12 Κύριε ὁ θεὸς ἡμῶν εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ τὰ ἔργα ἡμῶν ἀπέδωκας ἡμῖν. 13Κύριε ὁ θεὸς ἡμῶν κτῆσαι ἡμᾶς, κύριε ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Τὴν σὴν ἠσπασάμεθα (δες)ποτείαν. Μὴ ἐκπέσωμέν σου τῆς προμηθείας· οὐδένα γὰρ ἄλλον ἴσμεν θεόν. Ταῦτα καὶ τὴν τοῦ Ἀρείου [καὶ] Εὐνομίου διελέγχει παραπληξίαν. Πῶς γὰρ δύνανται λέγειν· Ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, κτιστὸν (θεὸν τὸν) υἱὸν ὀνομάζοντες; Ἡμεῖς δὲ μίαν οὐσίαν τῆς τριάδος κηρύττοντες ἀληθεύομεν λέγοντες· Ἐκτὸς (σοῦ ἄλλον) |132 b| οὐκ οἴδαμεν. 14 Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν. Νεκροὺς καλεῖ τοὺς τοῖς ἀγαθοῖς ἔργοις νενεκρωμένους. Οὕτω γὰρ καὶ ὁ κύριος ἔφη· «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς.» Οὗτοί φησι τῆς ἀληθοῦς ζωῆς στερηθήσονται· ἐν ὀδύνῃ γὰρ τὸν αἰῶνα διάξουσιν. Οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν. Θεοῦ γὰρ κολάζοντος τίς ἐπαμῦναι δυνήσεται; Διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας αὐτοὺς καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Τό· ἦρας πᾶν ἄρσεν αὐτῶν, ὁ Σύμμαχος «πᾶσαν τὴν μνήμην αὐτῶν» ἡρμήνευσεν, Ἀκύλας δὲ καὶ Θεοδοτίων «πᾶν τὸ μνημόσυνον αὐτῶν». Ταὐτὸ δὲ τοῦτο καὶ οἱ Ἑβδομήκοντα διὰ τοῦ ἄρσενος ᾐνίξαντο· διὰ γὰρ τῶν ἀρρένων μᾶλλον ἡ τῶν πατέρων φυλάττεται μνήμη. 15 Πρόσθες αὐτοῖς κακὰ κύριε, πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς. Εἰς εὐκτικὸν τὸ προαγορευτικὸν ὁ προφήτης μετέβαλε σχῆμα καὶ προλέγει τὸν ὄλεθρον τῶν διωκόντων τοὺς εὐσεβεῖς. 16 Κύριε ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. 17Καὶ ὡς ἡ ἐν γαστρί, ἡ ἔγκυος, ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. Δείξας τῶν διωκόντων τὴν ταλαιπωρίαν ἐπιδείκνυσι τῶν διωκομένων τὴν ὠφέλειαν. «Ἡ» γὰρ «θλῖψις» κατὰ τὸν μακάριον Παῦλον «ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει.» Καὶ ἐνταῦθα δὲ ὁ προφήτης τῆς θλίψεως καρπὸν τοῦ θεοῦ τὴν μνήμην ὑπέδειξεν, ὑπέδειξε δὲ καὶ τὴν ταχεῖαν ἀντίληψιν· τικ[το]ύσῃ γὰρ παραπλησίως ὀδυνηθέντες διὰ τὸν ἀγαπητόν σου υἱὸν ἀπηλλάγημεν τῆς ὀδύνης. Καὶ ἐπιμένων τῇ [τ]ροπῇ ἐπήγαγεν· Διὸ τὸν φόβον σου κύριε 18ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποίησας ἐπὶ τῆς γῆς. Ἐπειδὴ γὰρ ὠδινούσῃ ἑαυτοὺς ἀπείκασαν γυναικί, ἔδειξαν τὸν τῶν ὠδίνων καρπόν. Πνεῦμα γὰρ σωτηρίας φησὶν ἐτέκομεν, ὃ ἐποίησας ἐπὶ τῆς γῆς, τουτέστιν· ὃ τῇ γῇ ἐδωρήσω. Οὐ γὰρ τὸ πνεῦμα ἐν τῇ γῇ (ἐ)δημιούργησεν, ἀλλὰ διὰ τοῦ πνεύματος ἐν τῇ γῇ τὴν σωτηρίαν εἰργάσατο. Εἰ δὲ ἀντιλέγουσιν οἱ τῷ παναγίῳ πνεύματι [πο]λεμοῦντες, λεγέτωσαν ὅτι διὰ τῶν ἀποστόλων ἐν τῇ γῇ τῆς δημιουργίας τετύχηκεν· τοῦτο γὰρ ὁ προφητικὸς ἐδίδαξε λόγος. Ἀλλὰ δῆλον ὡς οὐ τὸ πνεῦμα λέγει ἐν τῇ γῇ γεγενῆσθαι ἀλλὰ τὴν διὰ τοῦ πνεύματος σωτηρίαν ἐν τῇ γῇ τοῖς ἀνθρώποις παρασχεθῆναι. Οὐ πεσούμεθα, κἂν μυριάκις πολεμηθῶμεν. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· «Ἐν παντὶ (θλι)βόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι.» Ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες τὴν γῆν, οἱ τὰ γήινα φρονοῦντες, οἱ ὡς μένουσι θαρροῦντες τοῖς (ῥέ)ουσιν. Ἡμεῖς δὲ προσμένομεν τῶν νεκρῶν τὴν ἀνάστασιν· 19 Ἀναστήσονται γὰρ οἱ νεκροί σου, καὶ ἐξεγερ(θής)ονται οἱ ἐν τοῖς μνήμασιν, ἐξυπνισθήσονται καὶ εὐφρανθήσονται οἱ ἡσυχάζοντες ἐν τῇ γῇ. Ταῦτα καὶ ὁ (κύριος) ἔφη ὅτι «ἀκούσονται οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ (πράξ)αντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.» Ἀκολούθως μέντοι τὸ ἐξυπνισθήσονται τέθεικεν ὁ προφήτης δεικνὺς ὕπνον ὄντα τὸν θάνατον. Εἶτα διδάσκει τὸν τῆς ἀναβι[ώ]σεως τρόπον· Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν. Ὥσπερ γὰρ ὁ ὑετὸς ζωοποιεῖ τὰ καταχωσθέντα (καὶ οἱονεὶ) ταφέντα σπέρματα, οὕτως ὁ σὸς λόγος οἷόν τις δρόσος ἀνίστησι τῶν ἀνθρώπων τὴν φύσιν. Ἡ δὲ γῆ τῶν ἀ(σεβῶν) πεσεῖται. Τὸ γήινον αὐτῶν καταλυθήσεται φρόνημα. Ταῦτα μὲν οὖν ὁ προφήτης εἴρηκεν ὕμνον ὑ(φαίνων) τῷ τῶν ὅλων θεῷ. Αὐτὸς δὲ ὁ δεσπότης τοῖς εἰς αὐτὸν πεπιστευκόσι παρεγγυᾷ ὥσπερ ἔν τισι (ταμ)ιείοις τῇ πίστει τῶν κηρυγμάτων καὶ τῇ ἐλπίδι τῶν μελλόντων κατακρυβῆναι καὶ διαφυγεῖν (τὸν τοῖς) ἄλλοις ἀνθρώποις ἐπιφερόμενον ὄλεθρον· 20 Βάδιζε γάρ φησι λαός μου, εἴσελθε εἰ(ς τὸ τ)αμιεῖόν σου, (ἀπόκλει)σον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον. Ἀντὶ τοῦ πρὸς μικρόν. Ἕως ἂν παρέλθῃ (ἡ ὀρ)γὴ κυρίου. 21Ἰδοὺ γὰρ κύριος ἀπὸ τοῦ ἁγίου τόπου ἐπάγει τὴν ὀργὴν αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, (ἐπισκέψ)ασθαι τὴν ἀνομίαν τῶν κατοικούντων τὴν γῆν κατ' αὐτῶν. Ταῦτα εὑρίσκομεν τὸν κύριον τοῖς (ἱεροῖς) ἀποστόλοις παρεγγυήσαντα· «Ὅταν» γάρ φησιν «ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ, (γινώς)κ(ε)τε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς», καὶ πάλιν· «Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰ(ς τὰ ὄρη), καὶ ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ.» Προλέγει δὲ αὐτ(οῖς, ἵνα διαφύγωσι τὸν) ἐπιφερόμενον τοῖς ἀπιστήσασιν ὄλεθρον. Ὁ μέντοι προφήτης καὶ τὴν αἰτίαν |133 a| διδάσκει τῆς τιμωρίας· Καὶ ἀνακ(αλύψει) ἡ γῆ τὸ αἷμα αὐτῆς καὶ οὐ κατακ(αλύψ)ει τοὺς (ἀνῃ)ρη(μένους ἔτι). [Καὶ ἐπὶ] τοῦ Ἄβελ ὁ θεὸς εἴρηκεν· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς», καὶ νῦν τὸ δεσποτ[ικόν] φησιν αἷμα οὐκ ἀνέχεται κατακρύψαι ἡ γῆ ἀλλὰ τοῦτο δείκνυσι τῆς μανίας κατηγοροῦσα. Δι[ὰ] τοῦτο οὐδὲ τοὺς μιαιφόνους ἀναιρουμένους ὑποδέξεται θαπτομένους ἀλλὰ προθής[ει] αὐτοὺς βορὰν οἰωνοῖς καὶ θηρίοις. 271 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιόν, καὶ ἀνελεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. Μάχαιραν θεοῦ καλεῖ τὸν τιμωρητικὸν λόγον, δράκοντα δὲ ὄφιν σκολιὸν φεύγοντα ἐν τῇ θαλάττῃ διαιτώμενον τὸν διὰ τοῦ πρώτου ὄφεως ἐνεργήσαντα λέγει. Οὗτος γὰρ ἔφυγε τὴν τοῦ σωτῆρος μεμαθηκὼς ἐπιφάνειαν καὶ ἐβόα· «Τί ἐμοὶ καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» Οὗτος τῆς εὐθείας ἀποτρέπων ὁδοῦ εἰς τὰς πολυελίκτους τῆς κακίας ἀτραποὺς τοὺς ἀνθρώπους ἀποπλανᾷ· οὗτος ἐν τῇ τῶν Ἁλῶν πάλαι Θαλάττῃ διῆγε, πικρὰ καὶ ἄποτα ταύτης κατασκευάζων τὰ ὕδατα· ἀλλὰ διὰ τοῦ ξύλου τοῦ σταυροῦ οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι εἰς γλυκεῖαν ταῦτα μεταβαλόντες ποιότητα ἐξήλασαν τοῦτον καὶ διεκώλυσαν ἐμβαλεῖν τὸν οἰκεῖον ἰόν, μᾶλλον δὲ ἔλαβον «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». Ταύτης τῆς μαχαίρας καὶ ὁ μακάριος Παῦλος μέμνηται. Τὴν γὰρ ἄλλην περ[ιθεὶς] τοῖς πιστοῖς πανοπλίαν ἐπήγαγεν· «Ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ», καὶ πάλιν· «Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος.» Οὕτως ὁ θεῖος προφήτης ὑποδείξας ἡμῖν τὸν τῆς συντελείας καιρὸν καὶ τῶν ἀνόμων τὸν ὄλεθρον καὶ τοὺς τῶν ἁγίων χοροὺς καὶ τὴν παντελῆ τοῦ διαβόλου κατάλυσιν ἐφ' ἑτέραν προφητείαν τὸν λόγον μετέθηκεν· 2 Ἀμπελὼν καλὸς ἐπιθύμημα αὐτοῦ ἐξάρχειν κατ' αὐτ(οῦ). Πάλιν ἐνταῦθα τῆς Ἱερουσαλὴμ τὴν πολιορκίαν σημαίνει καὶ τῶν Ἀσσυρίων τὸν ὄλεθρον καὶ προσωποποιίᾳ κεχρημένος αὐτὴν εἰσάγει τὴν πόλιν λέγουσαν ὅτι ἀμπελών εἰμι καλὸς θεὸν ἔχων φυτουργὸν καὶ οὕτως εὐανθής εἰμι καὶ καλός, ὡς πολλοὺς τῆς ἐμῆς ἐφίεσθαι κτήσεως. 3 Ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη. Οὐδεμίαν φησὶν ἀπὸ τῶν περιβόλων ἀσφάλειαν ἔχω· πάντοθεν γὰρ ὑπὸ τῶν πολεμίων κεκύκλωμαι. Μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται· 4τεῖχος γὰρ οὐκ ἔστιν, ὃ ἐπελάβετο αὐτῆς. Τό· μάτην ποτιῶ αὐτήν, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· «ἐξαίφνης ποτιῶ αὐτήν», οὕτω δὲ καὶ οἱ Λοιποί. Τουτέστι τὴν π[ολι]ορκοῦσάν με στρατιάν. Ποτιῶ δὲ αὐτὴν ἐξαίφνης διὰ τῆς ἐμῆς μετανοίας καὶ τῆς σπουδαίας μου προσευχῆς· ἐκείνη γὰρ οὐκ ἔχει τῆς εὐσεβείας τὸ τεῖχος φυλάττον αὐτήν. Οὗ δὴ χάριν καὶ νύκτωρ καὶ δίχα χει[ρῶν] ἀνθρωπίνων κατακοντίζεται, καὶ μεθ' ἡμέραν οἱ φυγόντες τὸν ὄλεθρον δέξονται. Τίς με θήσει φυ(λά)σσειν καλάμην ἐν ἀγρῷ; Διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Δείκνυσιν ὁ προφητικὸς λόγος προσευχομέν[ην] τὴν πόλιν, τῶν ἀσταχύων ἐστερημένην καλάμην τῶν πολεμίων τὴν στρατιὰν κειμένην ἰδεῖν. Διὰ ταύτην γάρ φησι τὴν εὐχὴν καὶ τὸ παράδοξον ἐκεῖνο γεγένηται θαῦμα· τοῦτο γὰρ διὰ τῶν ἑξῆς ὁ προφήτης ἐδίδαξεν· Τοί(νυν) διὰ τοῦτο ἐπο(ίησε) κύριος πάντα ὅσα συνέταξεν. Ἠθετηκέναι δὲ λέγεται, ἐπειδὴ τὸν συνήθη δασμὸν οὐ τε[τέλεκεν] Ἐζεκίας ὁ βασιλεύς. Κατακέκαυμαι, 5βοήσονται οἱ κατοικοῦντες ἐν αὐτῇ, τουτέστιν ἐν τῇ στρατιᾷ. Το[ιαύτη] αὐτοῖς ἐπενεχθήσεται πληγή. Εἶτα ἀλλήλοις παρακελεύσονται διὰ μετανοίας τὸν θεὸν ἱλεώσασθαι· Ποιήσω(μεν) εἰρήνην αὐτῷ, εἰρήνην ποιήσωμεν 6οἱ ἐρχόμενοι. Καταλλάξωμέν φησι τὸν δεσπότην, παύσωμεν τὴν καθ' ἡμῶν ἀ(γανά)κτησιν τῇ τοῦ βίου μεταβολῇ. Εἶτα δείκνυται ὁ τῆς μετανοίας καρπός· Τέκνα Ἰακὼβ βλαστή(σει), καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Οὐ μόνον φησὶ τῆς πολιορκίας [ταύτης] ἀπαλλαγήσεσθε, ἀλλὰ καὶ τὸν σωτήριον καρπὸν τῇ οἰκουμένῃ βλαστήσετε. Δηλοῖ δὲ διὰ τούτων [οὐ μόνον] τὸν δεσπότην Χριστόν, ὃς ἐξ αὐτῶν κατὰ σάρκα βεβλάστηκεν, ἀλλὰ καὶ τοὺς ἱεροὺς ἀποστόλους κ[αὶ καθόλου |133 b| πάντας τοὺς ἐξ] Ἰουδαί[ων] πεπιστευκότας· διὰ τούτων γὰρ ἡ οἰκουμένη τὴν σωτηρίαν ἐδέξατο. Οὕτω [τὰ Ἰουδαίω]ν προαγορεύσας προλέγει τὴν τῶν Ἀσσυρίων πληγήν· 7 Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ (αὐτὸς οὕτ)ως πληγήσεται; Ἢ ὡς αὐτὸς ἀνεῖλε, καὶ αὐτὸς οὕτως ἀναιρεθήσεται; Σύ φησι παραταττόμενος [καὶ μα]χόμενος ἀνεῖλες τῆς Ἱερουσαλὴμ τοὺς περιοίκους· σὲ δὲ οὐκ ἄνθρωποι συμπλεκόμενοι κατακοντί[ς]ουσιν, ἀλλ' ἀόρατος ἡ μάχη καὶ ἡ νίκη γενήσεται. 8 Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς. Σὺ μά[χῃ καὶ] παρατάττῃ καὶ κατὰ τοῦ θεοῦ τῶν ὅλων τὴν γλῶτταν κινεῖς καὶ ἀσθένειαν ὀνειδίζεις τῷ τὰ πάντα πεποιηκότι, ἐγὼ δὲ σιγῶν παραπέμψω σε θανάτῳ. Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; 9Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ αὕτη ἐστὶν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν. Ἤλπισάς φησιν αὔτανδρον καταλῦσαι τὴν πόλιν· ἀλλὰ τούτου χάριν ἐγὼ τῆς ἐμῆς αὐτοὺς ἀξιώσω προνοίας, οὐκ ἀποβλέπων εἰς τὰ ἐκείνων πλημμελήματα διὰ τὴν σὴν βλασφημίαν. Τοῦτο καὶ διὰ ἑτέρου προφήτου φησὶν ὁ θεός· «Οὐ δι' ὑμᾶς ποιῶ, οἶκος Ἰσραήλ, ἀλλὰ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσιν.» Εἰδέναι μέντοι χρὴ ὅτι κυρίως ἡ τῆς ἁμαρτίας ἀφαί[ρεσι]ς ἁρμόττει τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ, ὡς ἐν τύπῳ δὲ καὶ τότε ἐγένετο. Οὕτω δὲ καὶ τὰ ἐπαγόμενα [δι]πλῆν ἔχει τὴν προφητείαν· Ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ εἴδωλα αὐτῶ<ν>, καὶ τὰ δένδρα αὐτῶ<ν> ἐκκεκομμένα ὥσπερ δρυμός. Ταῦτα καὶ ὁ θαυμάσιος Ἐζεκίας πεποίηκεν· καὶ διδάσκει τῶν Παραλειπομένων ἡ δευτέρα καὶ τῶν Βασιλειῶν ἡ τετάρτη. Ἀλλ' ἐκεῖνος ἐν τῇ Ἱερουσαλὴμ τοῦτο δέδρακε μόνῃ, ὁ δέ γε δεσπότης Χριστὸς τὴν οἰκουμένην τῆς τῶν εἰδώλων ἠλευθέρωσε πλάνης. [Οὕ]τω προαγορεύσας τὴν γεγενημένην ἐπὶ τοῦ Σενναχηρὶμ τῇ Ἱερουσαλὴμ σωτηρίαν προλέγει καὶ τὴν ἐσομένην ἐπὶ τοῦ Ναβουχοδονόσορ αἰχμαλωσίαν· Μακρὰν 10(τὸ) κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον ἐγκαταλελειμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται. Καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ οὐθὲν χλωρὸν 11διὰ τὸ ξηρανθῆναι. Αἰχμάλωτοί φησιν [ἀπαχ]θήσονται, καὶ ἔρημος αὐτῶν ἡ χώρα ἔσται, ἀλλὰ καὶ πάλιν ἐπανήξουσι καὶ οἰκήσουσιν ἐν αὐτῇ· μετὰ [μέ]ντοι χρόνον ἄκαρπος ἔσται, καὶ οὐδὲ βλαστήσει χλωρὸν διὰ τὸ ξηρανθῆναι. Δηλοῖ δὲ ὁ λόγος τὴν ἐπὶ τοῦ [παρ]όντος τῶν Ἰουδαίων ἀκαρπίαν· οὐδὲν γὰρ τέθηλε παρ' ἐκείνοις, ἐπειδὴ τὸν τῆς χάριτος ὑετὸν οὐκ εἰσδέχεται. (Γυν)αῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. Διὰ τοῦτο οὐ μὴ οἰκτείρῃ αὐτοὺς ὁ ποι(ής)ας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ αὐτούς. Γυναῖκας καλεῖ τὰς τῶν ἐθνῶν πόλεις ἢ τὰς ἐν αὐταῖς ἐκκλησίας τὰς τῆς Ἱερουσαλὴμ θεωμένας τὴν ἐρημίαν, καὶ παρακελεύεται τὴν ἐκείνων ἀπιστίαν (φυγ)εῖν· συνιέναι γὰρ οὐκ ἐθέλουσι τὸ συμφέρον, οὗ δὴ χάριν καὶ συγγνώμης ἐστέρηνται. 12 Καὶ ἔσται ἐν τῇ ἡ(μέρᾳ ἐ)κείνῃ συμφράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων. Τοῦτο οἱ Ἄλλοι Ἑρμη[νευταὶ ἔφ]ασαν «ἀπὸ ὄρους τοῦ ποταμοῦ ἕως τοῦ χειμάρρου Αἰγύπτου καταπαύσει τὰ ῥεῖθρα.» Οὔτε γὰρ ποταμὸς [οὔτε διῶρυξ] ἡ ἀσέβεια ἀλλὰ χειμάρρους ἐξ ἐράνου συνιστάμενος καὶ πρόσκαιρον ἔχων τὴν σύστασιν. Ὑμεῖς (δὲ συν)αγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα. Τοῖς ἱεροῖς ἀποστόλοις ὁ λόγος παρακελεύεται· αὐτοὶ (γὰρ τὰς) κατὰ τὴν οἰκουμένην περινοστοῦντες συναγωγὰς πρώτοις Ἰουδαίοις τὸν λόγον ἐκήρυττον καὶ τοὺς (τ)ῷ (θείω κηρύγ)ματι πειθομένους τῷ δεσπότῃ προσέφερον. 13 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπίσουσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυ(νή)σου(σι τῷ) κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ. Σάλπιγγα μεγάλην ἐκάλεσε τὸ σωτήριον κήρυγμα· τῶν γὰρ τῆς ἀ(ληθείας) κηρύκων «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα». Οὗτοι (τὰ πλανώ)μενα συναγαγόντες «πρόβατα ἀπολωλότα οἴκου Ἰσραήλ», συναγαγόντες δὲ καὶ τὰ «ἄλλα πρόβατα, (ἃ οὐκ ἔστιν) ἐκ τῆς αὐλῆς ταύτης», μίαν ποίμνην κατεσκεύασαν τῷ δεσπότῃ καὶ ταύτην νέμουσιν ἐν τῷ [ὄρει Σιών], τῆς θεολογίας αὐτοῖς ὑποδεικνύντες τὸ ὕψος. Καὶ τῆς ἄνω Ἱερουσαλὴμ <. . . >εἰ ὀνομάζοι, οὐκ ἂν ἁμάρτοι [τῆς] |134 a| ἀληθείας. Συνομολογεῖ δὲ τῷ θείῳ Δαυὶδ λέγοντι· «Ἀγαπᾷ κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ (σκη)νώματα Ἰακώβ.» Ταύτας δὲ ἡμεῖς ἀγαπήσωμεν τὰς πύλας καὶ ταύταις διηνεκῶς προσεδρεύσωμεν, ἵνα δι' ἐκείνων εἰς τὴν τριπόθητον ἐκείνην εἰσέλθωμεν πόλιν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν πνεύματι ἁγίῳ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.