Ancient Greek
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini 75.1421
Not analysed yet
τῶν ἐν τούτοις ἀποκειμένων μυελῶν τὸ χρειῶδες, καὶ τἄλλα ὅσα τοῦ ἀνθρωπίνου ζώου τὸ ὁρώμενον ἔχει. Καὶ πρὸς τούτοις, νοῦν ἔδωκεν ἡγεμόνα καὶ κυβερνήτην, σοφίας πληρώσας, τέχνης ἁπάσης καὶ ἐπιστήμης ἐμπλήσας, καὶ λογικὸν ἀπέφηνε τὸ πήλινον ἄγαλμα, καὶ οἰκείαν εἰκόνα πεποίηκε τὸν χοϊκὸν ἀνδριάντα, τὸ ἀρχικὸν καὶ αὐτοκρατορικὸν καὶ δημιουργικὸν τῇ νοερᾷ ψυχῇ καὶ ἀθανάτῳ δωρησάμενος. Εἶτα βασιλέα κτηνῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν, νηκτῶν, καὶ ἀμφιβίων, καὶ τῶν ἀεροπόρων ὀρνίθων ἐχειροτόνησε. Πρὸ δὲ τούτων ὥσπερ τινὰ παστάδα χαριεστάτην ἄνωθεν ἐξέτεινεν οὐρανὸν, λειμῶνας ἀστέρων ἐγκαταπήξας, χρείαν τε ὁμοῦ καὶ τέρψιν παρέχοντας· ἥλιόν τε ἀνίσχειν κελεύσας, καὶ δύεσθαι, καὶ ποιεῖν ἡμέρας καὶ νύκτας, καὶ τῷ δρόμῳ τὸν χρόνον μετρεῖν· σελήνην φθίνειν καὶ πλήθειν, καὶ ταῖς πυκναῖς μεταβολαῖς ἥδειν τε ὁμοῦ καὶ σημαίνειν κύκλον τὸν ἐνιαύσιον· γῆν δὲ κάτωθεν ὑπεστόρεσε, καὶ ποικίλον αὐτῇ κόσμον δέδωκεν, εἰς ἄλση καὶ λήϊα καὶ λειμῶνας διακρίνας· ὄρη κυρτώσας εἰς ὕψος, καὶ νάπας κοιλάνας, καὶ πεδία ὕπτια καὶ ἰσόπεδα δείξας, καὶ πηγὰς ἀναβλύζειν ἐν μέσῳ κελεύσας, καὶ ποταμοὺς τρέχειν ἄπαυστα, καὶ τἄλλα ὅσα γῆν καλλωπίζει καὶ θάλατταν. Γʹ. Διὰ τί τὸν ἄνθρωπον προσηγόρευσεν Ἀδάμ. Οὕτω δημιουργήσας τὸν πρῶτον ἄνθρωπον, καὶ τῇ εἰκόνι τιμήσας καὶ τῷ πλήθει τῶν δωρεῶν ἀποκλύσας, τίθησιν αὐτῷ τὸ τῆς φύσεως ὄνομα· Ἀδὰμ γὰρ αὐτὸν προσηγόρευσεν· τοῦτο δὲ τὸν χοῦν δηλοῖ τῇ Ἑβραίων φωνῇ. Μία δὲ καὶ αὕτη περὶ τὸν ἄνθρωπον κηδεμονία. Ἐπειδὴ γὰρ ἔμελλε τοσούτοις ἀγαθοῖς ἐντρυφήσειν, καὶ τοσούτων ἄρχων ἀνηγορεύθη καὶ βασιλεὺς, ἵνα μὴ τῷ πλήθει τῶν δωρεῶν ὑπερμαζήσας, καὶ τῷ ὕψει τῆς ἡγεμονίας ἐπαρθεὶς κατασκιρτήσῃ τοῦ κτίσαντος, καὶ μεγίστην ἐκ τῆς τυραννίδος ἀπενέγκηται βλάβην, κατὰ τὸν πρῶτον ἀποστάτην ἐκεῖνον τὸν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα δι' ἀλαζονείαν, ἀναγκαίως ὁ σοφὸς τῶν ὅλων πρύτανις κωλύων αὐτοῦ τὸν ὄγκον τοῦ φρονήματος, Ἀδὰμ προσηγόρευσεν, ἵνα ἐκ τῆς προσηγορίας ἐννοῶν τὴν συγγένειαν, καὶ τὰς ἀφορμὰς τῆς φύσεως λογιζόμενος, καὶ τὸν πρόγονον χοῦν πρὸ τῶν ὀφθαλμῶν θεώμενος, ἑαυτὸν μὲν γνωρίζῃ, προσκυνῇ δὲ τὸν τοσαύτην εὐπρέπειαν αὐτῷ καὶ μεγαλοπρέπειαν δωρησάμενον· αὕτη πρώτη περὶ τὸν ἄνθρωπον ἐδείχθη τοῦ Ποιητοῦ μετὰ τὴν δημιουργίαν πρόνοια· οὕτως ἐξ ἀρχῆς οἷά τις πατὴρ καὶ ἰατρὸς καὶ διδάσκαλος, κοσμῶν ὁμοῦ καὶ ἰατρεύων καὶ διδάσκων αὐτὸν τὴν ἀρετὴν, διετέλεσεν. Δʹ. Διὰ τί τὴν γυναῖκα ἐκ τῆς πλευρᾶς ἐδημιούργησε. Οὕτως αὐτὸν διαπλάσας, οὕτως προσαγορεύσας, βοηθὸν αὐτῷ καὶ συνεργὸν καὶ τοῦ βίου κοινωνὸν παραχρῆμα ἐδημιούργησεν· οὐκ ἐκ μόνης δὲ τῆς γῆς, ὡς ἐπ' ἐκείνου, λαμβάνει τὰς ἀφορμὰς τῆς