Ancient Greek
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini 75.1424
Not analysed yet
διαπλάσεως, ἀλλὰ μίαν τῶν πλευρῶν ἐκείνου λαβὼν, καὶ ταύτῃ καθάπερ τινὶ κρηπῖδι καὶ θεμελίῳ χρησάμενος, τὴν γυναικείαν φύσιν ποιεῖ· οὐχ ὕλης ἀπορίᾳ· μόνη γὰρ αὐτῷ βουλὴ πρὸς τὴν ὅλων δημιουργίαν ἤρκεσεν· ἀλλ' ἐν τῇ φύσει τῆς ὁμονοίας θελήσας ἐνθεῖναι τὸν σύνδεσμον. Φυτεύει καὶ παράδεισον, καὶ φυτοῖς αὐτὸν κατακοσμεῖ παντοίοις, καὶ τοῦτον ἐνδιαίτημα τῷ ἀνθρώπῳ χαρίζεται, δεδωκὼς αὐτῷ γυμνάσιον ἀρετῆς, ἐντολὴν οὐκ ἐπίπονον, οὐδὲ γέμουσαν ἱδρῶτος, ἀλλὰ μάλα σωφρονοῦντι ῥᾳδίαν. Εʹ. Διὰ τί νόμον αὐτῷ τέθεικεν. Πάντων γὰρ τῶν φυτῶν τοῦ παραδείσου κελεύσας ἀπολαύειν, ἑνὸς ἀπηγόρευσε τὴν μετάληψιν· οὐχ ἁπλῶς οὐδὲ τοῦτο πεποιηκὼς, ἀλλ' ἵνα τὸν πεποιηκότα γνωρίζῃ, καὶ ὥσπερ τινὰ ζυγὸν ἔχῃ τὸν νόμον τοῦ δημιουργήσαντος, ἵνα γινώσκῃ ὡς βασιλεύει μὲν τῶν ἐν τῇ γῇ, βασιλεύεται δὲ ὑπὸ πλάσαντος, ἄρχει καὶ ἄρχεται, δεσπόζει καὶ δεσπόζεται, ἡγεῖται καὶ ἄγεται. Ἄλλως δὲ καὶ πρόσφορος ἡ νομοθεσία τοῖς λογικοῖς· ἀλόγων γὰρ ἴδιον τὸ νόμων χωρὶς πολιτεύεσθαι· τὸν δὲ περὶ βρώσεως νόμον τέθεικεν αὐτῷ ὁ Ποιητὴς, ἐπειδὴ τῶν ἄλλων νόμων ἡ θέσις περιττὴ τηνικαῦτα ἦν. Τί γὰρ αὐτῷ καὶ ἀπαγορεύειν ἐχρῆν; Μὴ φονεῦσαι; Ἀλλ' οὐκ ἦν ὁ τοῦτο πεισόμενος. Ἀλλὰ μὴ μοιχεῦσαι; Ἀλλ' οὐδὲ βουληθεὶς οἷός τε ἦν, γυναικὸς ἄλλης οὐκ οὔσης. Ἀλλὰ μὴ κλέψαι; Τὰ τίνος; Αὐτοῦ γὰρ ἦν ἅπαντα. Ἁρμόδιος τοίνυν ὁ κόσμος ἐκεῖνος ἦν τῷ τότε καιρῷ, καὶ οὐ μόνον τοῖς μόνοις οὖσιν, ἀλλὰ καὶ παιδίοις ἀρτιγενέσιν συμβαίνων. ϛʹ. Περὶ τῆς ἐξορίας τοῦ Ἀδάμ. Ἐπειδὴ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς εὐκολίᾳ τὴν ἀπάτην ἐδέξατο (ταύτην γὰρ ὡς ἁπαλωτέραν φενακίσας, πρότερον δι' αὐτῆς, ὡς πιθανωτέρας, τὸν Ἀδὰμ ὁ τῆς ἡμετέρας φύσεως ἀλάστωρ ἐπολιόρκησεν), ἐξεβλήθη μὲν εὐθὺς τοῦ παραδείσου, καὶ πρὸς τὴν συγγενῆ γῆν παρεπέμφθη, ἱδρῶτι καὶ πόνῳ καὶ ταλαιπωρίᾳ συγκληρωθεὶς, καὶ οἷόν τινι χαλινῷ τῇ γηπονίᾳ καὶ κακοπαθείᾳ καὶ ταῖς ἄλλαις τοῦ βίου πονηρίαις παραδοθείς. Ὡς γὰρ τὴν ἄπονον ἐκείνην καὶ ἄλυπον οὐκ ἐνεγκὼν εὐγνωμόνως ζωὴν, τῇ δυσημερίᾳ συζεύγνυται, ἵνα τὴν ἀπὸ τῆς εὐημερίας φερομένην νόσον διὰ τῶν πόνων ἀποσκευάσηται. Διακόπτει δὲ καὶ θανάτῳ τὸν δρόμον τῆς ἁμαρτίας ὁ νομοθέτης, καὶ αὐτὴν δείκνυσι τὴν τιμωρίαν φιλανθρωπίαν. Ἐπειδὴ γὰρ τῇ παραβάσει νομοθετῶν συνέζευξε θάνατον, παραβὰς δὲ ὑπὸ τὴν τιμωρίαν ἐκείνην ἐγένετο, οἰκονομεῖ τὴν τιμωρίαν σωτηρίαν γενέσθαι. Διαλύει γὰρ τοῦτο τὸ ζῶον ὁ θάνατος, καὶ παύει μὲν τὴν τῆς πονηρίας ἐνέργειαν, ἀπαλλάττει δὲ πόνων, καὶ ἱδρώτων ἐλευθεροῖ, λύπας καὶ φροντίδας ἐλαύνει, τέλος τοῖς τοῦ σώματος δίδωσι πάθεσι. Τοσαύτῃ φιλανθρωπίᾳ τὴν τιμωρίαν ἐκέρασεν ὁ κριτής. Ζʹ. Διήγησις τῆς τῶν ἀνθρώπων ἀχαριστίας, καὶ τῆς τοῦ Θεοῦ κηδεμονίας. Ἀλλ' οὐδὲν ἐντεῦθεν τὸ ἀχάριστον γένος τῶν ἀν-