Ancient Greek
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini 75.1449
Not analysed yet
γυπτον ἑβδομήκοντα πέντε. Εὔδηλον δὲ ὡς οὐκ ἀσώματοι ἦσαν οἱ τοῦ Ἰακὼβ υἱοί τε καὶ ἔκγονοι, ἀλλ' ἀπὸ μέρους τὸ πᾶν ὁ ἱστοριογράφος ἐδήλωσε. Καὶ πάλιν· «Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται.» Οὐδεὶς δὲ ἔγνω πώποτε ψυχὴν ἄνευ σώματος ἁμαρτίᾳ περιπεσοῦσαν· καὶ αὖθις, «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα.» Καὶ ὁ προφήτης ἑτέρωθι, «Πᾶσα σὰρξ χοῦς [ita cod. ,non χόρτος], καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·» καὶ ὁ μακάριος Δαβὶδ, «Ἐμνήσθη, φησὶν, ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον, καὶ οὐκ ἐπιστρέφον.» Παντὶ δὲ δήπουθεν γνώριμον, ὡς οὐκ ἄψυχοι ἦσαν οὗτοι ὧν κατηγορεῖ, καὶ οἷς νομοθετεῖ, καὶ ὧν ἑρμηνεύει τὴν φύσιν. Οὐ μόνον δὲ τοὺς κατηγορουμένους [λέγει ἡ Γραφὴ], ἀλλὰ καὶ τῶν ἐπαινουμένων τοὺς κορυφαίους· καὶ τούτων μάρτυς ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Γαλάτας λέγων· «Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, ἀλλὰ πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους ἀνῆλθον.» Εἰ δὲ οὐ μόνον ἐπὶ τοῦ σαρκικοῦ φρονήματος καὶ τῆς θνητότητος, τὸ τῆς σαρκὸς φρόνημα λαμβάνεται, ἀλλὰ καὶ ἐπὶ πάσης τῆς τοῦ ἀνθρώπου φύσεως, εὔδηλον ὡς τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο,» οὐ τὸ φαινόμενον τοῦ ζώου μόνον, ἀλλ' ὅλον σημαίνει τὸν ἄνθρωπον· οὐδὲ τροπήν τινα τῆς θείας οὐσίας εἰς σάρκα φησὶ γεγενῆσθαι, ἀλλὰ τὴν ὑπὸ τοῦ Θεοῦ Λόγου ἀνάληψιν τῆς ἀνθρωπείας κηρύττει φύσεως· ὥσπερ γὰρ τὸ, «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα,» οὐ τὴν εἰς κατάραν μεταβολὴν τῆς τῶν ἀγαθῶν πηγῆς αἰνίττεται, ἀλλὰ τὴν δι' αὐτοῦ γενομένην τῆς ἁμαρτίας ἤγουν τῆς κατάρας ἀπαλλαγὴν, καὶ τὸ, «Γενέσθαι ἁμαρτίαν ὑπὲρ ἡμῶν τὸν μὴ γνόντα ἁμαρτίαν,» οὐ τὴν τῆς δικαιοσύνης σημαίνει τροπὴν (ἄτρεπτον γὰρ τὸ Θεῖον, καὶ ἀναλλοίωτον, ὡς διὰ τοῦ προφήτου βοᾷ· «Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι,») ἀλλὰ τὴν τῶν ἡμετέρων ἁμαρτημάτων ἀνάληψιν· «Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἴδε ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·» οὕτω τὸ, «Ὁ Λόγος σὰρξ ἐγένετο,» οὐ τὴν ἀλλοίωσιν λέγει τῆς Θεότητος, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως ἀνάληψιν· τὴν ἄφατον γὰρ τοῦ Θεοῦ φιλανθρωπίαν ὁ εὐαγγελιστὴς κηρύττων, ὡς ἐδίδαξεν ὡς ὁ ἐν ἀρχῇ ὢν, καὶ Θεὸς ὢν, καὶ πρὸς τὸν Θεὸν ὢν, καὶ οὐδέποτε μὴ ὢν, ὁ δημιουργήσας πάντα, ὁ τὰ μὴ ὄντα