Ancient Greek
Volume 75
Theodoretus Scr. Eccl. et Theol., De incarnatione domini 75.1452
Not analysed yet
εἰς τὸ εἶναι ποιήσας, ἡ ζωὴ, τὸ φῶς τὸ ἀληθινὸν, τὴν φθαρτὴν ἀνέλαβε φύσιν, καὶ τὰ τῶν ἀνθρώπων ᾠκειώσατο πάθη, τὴν τῶν ἀνθρώπων πραγματευόμενος σωτηρίαν. Καὶ μειζόνως αὐτοῦ δεῖξαι τῆς εὐεργεσίας τὸ μέγεθος ἐθελήσας, οὐ τῆς ψυχῆς ἐμνημόνευσε τῆς ἀθανάτου, ἀλλὰ τῆς σαρκὸς τῆς παθητῆς, τῆς θνητῆς, τῆς φθειρομένης, τῆς ἐκ πηλοῦ γεγενημένης· καὶ ἀπὸ τοῦ μέρους τὴν πᾶσαν φύσιν ἐδήλωσεν, ὡς μαρτυρεῖ τὰ ἐπαγόμενα· «Ὁ Λόγος γὰρ, φησὶν, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Ἕτερος δὲ ὁ κατοικήσας κατὰ τὸν λόγον τῆς φύσεως, καὶ ἕτερος ὁ ναός. Διὸ καὶ τοῖς Ἰουδαίοις ἔλεγε· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Λύσις δὲ τοῦ ναοῦ, ψυχῆς καὶ σώματος ἡ διάζευξις· θάνατος γάρ ἐστι ψυχῆς ἀπὸ σώματος ἀναχώρησις· οὐκοῦν τὴν λύσιν τοῦ ναοῦ ὁ τῆς ψυχῆς ἐργάζεται χωρισμός· εἰ τοίνυν Ἰουδαῖοι τὸν ναὸν ἔλυσαν σταυρῷ καὶ θανάτῳ παραδεδωκότες, λύσις δὲ ναοῦ τῶν συνημμένων ὁ χωρισμὸς, ὁ δὲ Θεὸς Λόγος τοῦτον λυθέντα ἀνέστησε, σαφὲς οἶμαι τοῖς ἔμφροσιν, ὡς οὐκ ἄψυχον οὐδὲ ἄνουν, ἀλλὰ τέλειον ἄνθρωπον ὁ Θεὸς ἀνελάβετο Λόγος· εἰ γὰρ ἀντὶ τῆς ἀθανάτου ψυχῆς, ἐν τῷ ἀναληφθέντι σώματι γέγονεν ὁ Θεὸς Λόγος, εἶπεν ἂν τοῖς Ἰουδαίοις· Λύσατέ με, καὶ ἐν τρισὶν ἡμέραις ἀναστήσομαι· νῦν δὲ διδάσκων, καὶ τοῦ ναοῦ τὸ τηνικαῦτα τὸ θνητὸν, καὶ τὸ δυνατὸν τῆς ἐνοικούσης Θεότητος, «Λύσατε, φησὶ, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» οὐ γὰρ ἐγὼ, φησὶν, ὑφ' ὑμῶν λυθήσομαι, ἀλλ' ὁ ληφθεὶς ὑπ' ἐμοῦ ναός· καὶ οὗτος δὲ λύεται, ἵνα κρείττονος ἀναστάσεως ἀπολαύσῃ, ἵνα τὴν θνητὴν ἀπόθηται φύσιν, ἵνα τὴν φθορὰν ἀποδύσηται καὶ τὴν ἀφθαρσίαν ἐνδύσηται, ἵνα τοῦ θανάτου καταλύσῃ τὸ κράτος, ἵνα τῶν κεκοιμημένων ἀπαρχὴ γένηται, ἵνα λύσας τῆς φθορᾶς τὰς ὠδῖνας ἀναδειχθῇ τῶν νεκρῶν πρωτότοκος, καὶ διὰ τῆς οἰκείας ἀναστάσεως εὐαγγελίσηται τὴν πάντων ἀνθρώπων ἀνάστασιν. ΙΘʹ. Ἀπόδειξις ὅτι ψυχὴν νοερὰν ὁ Θεὸς Λόγος ἔλαβεν. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, μαρτυρεῖ τῶν ἀποστόλων ὁ κορυφαῖος ἐν ταῖς Πράξεσι λέγων, ὅτι οὐκ ἐγκατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ οἶδε διαφθοράν. Λύσις τοιγαροῦν τοῦ ναοῦ, ψυχῆς καὶ σώματος χωρισμός· καὶ πάλιν ἀνάστασις, πρὸς τὴν σάρκα τὴν οἰκείαν ἐπάνοδος· εἰ τοίνυν, ὥς φασιν οἱ τῆς αἱρέσεως προστάται, ψυχὰς δύο τῶν ἀνθρώπων ἕκαστος ἔχει, τήν τε ζωτικὴν, καὶ τὴν λογικὴν, καὶ σὰρξ ἄνευ ψυχῆς οὐκ ἄν ποτε νοηθείη τῆς ζωτικῆς (σῶμα γὰρ, ἀλλ' οὐ σὰρξ, φησὶ, τὸ τοιοῦτον προσαγορεύεται)· Πέτρος δὲ ἔφη, οὐ τὸ σῶμα τοῦ Κυρίου, ἀλλὰ τὴν σάρκα τοῦ Κυρίου μὴ ἰδεῖν διαφθορὰν, καὶ τὴν ψυχὴν αὐτοῦ μὴ ἐγκαταλειφθῆναι εἰς ᾅδου· εὔδηλον ὡς τὴν μὲν ζωτικὴν, ἣν οὐκ οἶδ' ὅπως λέγουσιν, εἶχεν ἡ διαφθαρεῖσα σὰρξ, ἧς ἄνευ οὐκ ἂν προσαγορευθείη, ὥς φασι, σάρξ· ἡ δὲ ἀθάνατος καὶ