Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.556
Not analysed yet
ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΛΟΓΟΙ ΔΕΚΑ. ΛΟΓΟΣ Αʹ. Ἀπόδειξις ἀπὸ οὐρανοῦ, καὶ ἡλίου, καὶ σελήνης, καὶ τῶν λοιπῶν ἀστέρων. Νόμος ἐστὶ τοῖς ἀνθρώποις ὑπὸ τῆς φύσεως κείμενος, καὶ παῖδας πατέρων ἀδικουμένων ὑπερμαχεῖν, καὶ δεσποτῶν οἰκέτας, καὶ πόλεων πολεμουμένων πολίτας προκινδυνεύειν, καὶ ἁπαξαπλῶς τοὺς εὖ πεπονθότας εἰς δύναμιν τοὺς εὐεργέτας ἀμείβεσθαι. Ἴδοι δ' ἄν τις καὶ βασιλέως ὀρθῶς καὶ δικαίως τοὺς ἀρχομένους ἰθύνοντος, καὶ ἡμερότητι κεραννύντος τὴν ἐξουσίαν, ἀσπιδιφόρους καὶ δορυφόρους ἐν πολέμοις προθύμως ὑπερασπίζοντας. Καὶ μή μοί τις εὐθὺς ἀντιλεγέτω, καὶ ψεῦδος τοῦ λόγου κατηγορείτω, τοὺς πατραλοίας, καὶ μαστιγίας, καὶ προδότας, καὶ τυράννους εἰς μέσον παράγων. Περὶ γὰρ τῶν τοῦ νόμου φυλάκων ὁ λόγος, ἐκείνους δὲ ἀχαρίστους καὶ