Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.557
Not analysed yet
παραβάτας προσαγορεύειν εἰώθαμεν· τίνουσι δὲ καὶ δίκας τῶν τολμημάτων ἀξίας. Εἰ δὲ καὶ παῖδας πατέρων, καὶ δεσποτῶν οἰκέτας, καὶ πόλεων πολίτας, καὶ βασιλέων δορυφόρους προκινδυνεύειν ἡ φύσις διαγορεύει, πολλῷ μᾶλλον ὁσιώτερόν τε καὶ δικαιότερον τοῦ Θεοῦ, τοὺς ὑπὸ τοῦ Θεοῦ καὶ γεγενημένους καὶ σεσωσμένους μὴ λόγῳ μόνον ὑπερμαχεῖν, ἀλλὰ καὶ θάνατον αἱρεῖσθαι τὸν ἔσχατον. Καὶ γὰρ πατέρων ἡμῖν πλησιώτερος· δι' αὐτοῦ γὰρ κἀκεῖνοι πατέρες καλοῦνται· καὶ δεσποτῶν κυριώτερος· ἐνταῦθα γὰρ κατὰ φύσιν, ἀλλ' οὐ κατὰ συμφορὰν, οἰκετῶν ἡ δεσποτεία· καὶ τείχους παντὸς ἀσφαλέστερος· τὸ μὲν γὰρ, κἂν ἀδαμάντινον ᾖ, χειροποίητον ὅμως ἐστὶ, κἂν τῶν μηχανημάτων τὴν ἰσχὺν διαφύγῃ, τοῦ χρόνου τὰς χεῖρας οὐ διαφεύξεται· ὁ δὲ ἀΐδιός τέ ἐστι καὶ αἰώνιος, καὶ πρὸς πᾶσαν ἀρκῶν φυλακὴν καὶ ἀσφάλειαν, καὶ βασιλέων τοσούτῳ βασιλικώτερος, ὅσῳ τὸ ἀεὶ ὂν τῷ γενητῷ καὶ φθαρτῷ παραβαλλόμενον, τὸ ἀμέτρητον τῆς ὑπερβολῆς ὑποδείκνυσιν. Ὁ μὲν γὰρ ἀεί τε ἔστι, καὶ αὐτῷ τῷ εἶναι συμπεφυκὸς ἔχει τὸ κράτος· ὁ δὲ παρ' ἐκείνου καὶ τὸ εἶναι λαβὼν ἔχει, καὶ τὸ κρατεῖν· καὶ τοῦτο πρὸς ὀλίγον καὶ ὀλίγων, οὐδὲ παρὰ πάντων τῶν τὴν αὐτὴν φύσιν εἰληχότων. Ἐπειδὴ τοίνυν καὶ πατέρων ἡμῖν οἰκειότερος, καὶ δεσποτῶν κυριώτερος, καὶ πάντων εὐεργετῶν προμηθέστερος, καὶ τείχους παντὸς ἀσφαλέστερος, καὶ βασιλέων ἁπάντων ἀμέτρως βασιλικώτερος, δίκαιον ἡμᾶς, τοὺς καὶ τὸ εἶναι παρ' αὐτοῦ λαβόντας, καὶ τὸ εὖ εἶναι προσειληφότας, ταῖς βλασφημεῖν αὐτὸν τολμώσαις γλώτταις τὰς οἰκείας ἀντιτάξαι, καὶ λόγοις εὐσεβέσι τοὺς δυσσεβεῖς λόγους κατακοντίσαι· οὐχ ἵνα δεομένῳ τὴν παρ' ἡμῶν ἐπικουρίαν προσάξωμεν· ἀπροσδεὴς γὰρ ὁ τῶν ἁπάντων ποιητὴς, καὶ πηλίνης γλώττης εἰς ἐπικουρίαν οὐ δεῖται, ὑμνοῦσαν δὲ ἀποδέχεται, καὶ ὑπερμαχοῦσαν ἀμείβεται, καὶ τὸ ψεῦδος ἐλέγχουσαν στεφανοῖ· ἀλλ' ἵνα καὶ τὴν περὶ αὐτὸν εὔνοιαν δείξωμεν, καὶ τῶν ὁμοδούλων τὸ θράσος, εἰ μὲν δυνατὸν, καταλύσωμεν· εἰ δὲ μὴ, διελέγξωμεν γοῦν, καὶ δῆλον τοῖς ἀγνοοῦσι ποιήσωμεν. Πολλὰ μὲν οὖν καὶ παντοδαπὰ τῶν δυσσεβεῖν αἱρουμένων τὰ στίφη, καὶ διάφορα τῆς βλασφημίας τὰ βέλη· πολυσχιδὲς γὰρ καὶ ποικίλον τὸ ψεῦδος, ἁπλῆ δὲ τῆς ἀληθείας ἡ χάρις. Ἡ μὲν γὰρ ποιητικὴ φάλαγξ, εἰς πολλὰ τὸ Θεῖον τῷ λόγῳ καταμερίσασα, καὶ τὸ ψεῦδος τῷ τερπνῷ τοῦ μυθώδους κεράσασα, καὶ οἷόν τινα κυκεῶνα κατασκευάσασα, τῆς πολυθέου πλάνης τὴν μέθην τοῖς ἀνθρώποις προσήνεγκεν. Ἡ δὲ ἐν τρίβωνι λευκῷ, καὶ πώγωνι μακρῷ, καὶ κόμῃ κεφαλῆς τὴν φιλοσοφίαν ὁριζομένη, τῆς ποιητικῆς θεολογίας τὸ καταγέλαστον ὁρῶσα, ἑτέρας πλάνης ἐπενόησεν ἀτραποὺς, εἰς αὐτὸ τὸ ποιητικὸν