Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.561
Not analysed yet
προνοίᾳ πολεμούντων εἰς μέσον ἀγαγόντες τὴν φάλαγγα, ῥήξωμέν τε αὐτὴν τοῖς ἐλέγχοις, καὶ διασπάσωμεν, καὶ τὴν πυκνότητα διαλύσωμεν, καὶ δορυαλώτους ἀγάγωμεν, καὶ ἑλκύσωμεν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ὁ δὲ λοιπὸς τῶν δυσσεβούντων ὅμιλος, θεωρῶν τάξιν ἐχέτω, καὶ τὸν ἀγῶνα θεασάσθω. Εἰκὸς γὰρ κἀκείνων ἕκαστον τῶν ταγμάτων συμπλοκῆς ἰδίας μὴ δεηθῆναι, ἀλλ' αὐτομολῆσαι πρὸς τὴν ἀλήθειαν, τὴν τούτων ἧτταν θεασαμένους, καὶ λογισαμένους τῆς ἀληθείας τὴν δύναμιν. Ἀλλὰ γὰρ ἴσως μέλλων ὁ λόγος, καὶ σχολαιότερον ὁδεύων, ἀποκναίσει καὶ τοὺς νῦν ἀκροωμένους, καὶ τοὺς ὕστερον ἐντευξομένους. Περιθέμενοι τοιγαροῦν τὴν πανοπλίαν τοῦ πνεύματος, τὸν θώρακα τῆς δικαιοσύνης, τὸν θυρεὸν τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ περιζωσάμενοι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, καὶ ὑποδυσάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, καὶ ἐπὶ πᾶσιν ἀναλαβόντες τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, τῶν ἀγώνων ἐφαψώμεθα, καὶ ὑπηχείτω μὲν ἡ θεία σάλπιγξ, τὴν ἡμετέραν ἀσθένειαν ὑπερείδουσα. Ἡμεῖς δὲ ἐξ αὐτῆς τῆς βαλβίδος τῶν ἀντιπάλων πυθώμεθα, τί δήποτε τῷ τῆς προνοίας ἀντιλέγουσι λόγῳ, καὶ ταῦτα ποιητὴν αὐτῶν εἶναι φάσκοντες. Πρὸς γὰρ τούτους ἡμῖν ὁ λόγος ἐπὶ τοῦ παρόντος γινέσθω. Πόθεν ἐπὶ ταύτην ὡρμήθητε τὴν ἀσέβειαν; Τί τῶν ὁρωμένων ὑμῖν ἄκοσμον διαφαίνεται; Τί τῶν γενομένων ἄτακτον καθορᾶται; Ποῖον τῆς κτίσεως μέρος ἐνδεὲς ἁρμονίας; Ποῖον κάλλους, ἢ μεγέθους προσδεῖται; Ποῖον οὐκ εὐαρμόστως κινούμενον ταύτην ἐν ἡμῖν ἐγέννησε τὴν ἀσέβειαν; Ἐπισκέψασθε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τῶν ὁρωμένων τὴν φύσιν, τὴν θέσιν, τὴν τάξιν, τὴν στάσιν, τὴν κίνησιν, τὸν ῥυθμὸν, τὴν ἁρμονίαν, τὴν ὥραν, τὸ κάλλος, τὸ μέγεθος, τὴν χρείαν, τὴν τέρψιν, τὴν ποικιλίαν, τὴν ἀλλοίωσιν, τὴν εἰς τὸ αὐτὸ πάλιν ἐπάνοδον, τὴν ἐν φθαρτοῖς διαμονήν. Βλέπετε αὐτὴν τοῦ Θεοῦ τὴν πρόνοιαν, δι' ἑκάστου μορίου τῆς κτίσεως διακύπτουσαν, καὶ φαινομένην, καὶ φθεγγομένην, καὶ δι' αὐτῶν τῶν πραγμάτων μονονουχὶ βοῶσαν, καὶ τὰ ἀθύρωτα ὑμῶν ἐπιστομίζουσαν στόματα, καὶ τὰς ἀχαλινώτους ὑμῶν χαλινοῦσαν γλώττας. Βλέπετε αὐτὴν ἐν οὐρανῷ, καὶ τοῖς κατ' οὐρανὸν φωστῆρσιν, ἡλίῳ, φημὶ, καὶ σελήνῃ, καὶ ἄστρασιν· ἐν ἀέρι, καὶ ἐν νέφεσιν, ἐν γῇ, καὶ ἐν θαλάσσῃ, καὶ τοῖς περὶ τὴν γῆν ἅπασιν· ἐν φυτοῖς καὶ βοτάναις, καὶ σπέρμασιν· ἐν ζώοις λογικοῖς καὶ ἀλόγοις, πεζοῖς καὶ πτηνοῖς, καὶ νηκτοῖς, καὶ ἑρπετοῖς, καὶ ἀμφιβίοις, ἡμέροις τε καὶ ἀγρίοις, χειροήθεσί τε καὶ ἀτιθασσεύτοις. Σκοπήσατε παρ'