Ancient Greek · ~11 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.560
Not analysed yet
ἐκεῖνο βάραθρον ἀπαγούσας. Οἱ μὲν γὰρ, τῇ κομψείᾳ τοῦ λόγου, καὶ τῇ τῶν ἐνθυμημάτων δεινότητι, τὴν ποιητικὴν περὶ τῶν θεῶν αἰσχρολογίαν ἐκάλυψαν. Οἱ δὲ, τοῖς πάθεσι τὴν θείαν προσηγορίαν ἀνέθεσαν, καὶ τὴν μὲν ἡδονὴν, Ἀφροδίτην ὠνόμασαν· Ἄρεα δὲ, τὸν θυμόν· τὴν δὲ μέθην, Διόνυσον· Ἑρμῆν δὲ, τὴν κλοπήν· τὴν δὲ φρόνησιν, Ἀθηνᾶν· καὶ τοιαῦτά τινα μετὰ ἀλαζονικῆς ὀφρύος, καὶ τῆς Ἀττικῆς στωμυλίας τερατευόμενοι, τοὺς πολλοὺς τῶν ἀνθρώπων εἰς ἑτέραν εἴδους ἀπάτην μετήγαγον. Καὶ οἱ τὸ φιλοσοφεῖν ὑπισχνούμενοι, καὶ τὴν ἀπὸ τοῦ σχήματος τιμὴν παρὰ πάντων δρεπόμενοι, καὶ τῶν παθῶν κρατεῖν ἐπαγγελλόμενοι, προσκυνεῖν τὰ πάθη τοὺς ἀνθρώπους ἐποίησαν, καὶ τὸν αὐτοκράτορα νοῦν τῶν παθῶν ἡνίοχον, θύειν ἐπιθυμίᾳ, καὶ θυμῷ, καὶ κλοπῇ, καὶ μέθῃ, καὶ τοῖς ἄλλοις πάθεσιν ἀνοήτως πεπείκασιν. Ἄλλοι δὲ πάλιν, οὐδὲν ὑπὲρ τὰ ὁρώμενα νοῆσαι δυνηθέντες, ἀλλὰ τοῖς αἰσθητοῖς τὸν νοῦν ἐγκαθείρξαντες, τὰ τοῖς ὀφθαλμοῖς εἰς θεωρίαν προκείμενα, θεοὺς προσηγόρευσαν. Καὶ τὸ σεπτὸν ὄνομα, φρίκην ἐμποιοῦν τοῖς ἀκούουσιν, οἱ μὲν τοῖς στοιχείοις, οἱ δὲ μέρεσι τούτων ἐπέθεσαν. Καὶ οἱ μὲν, ἀπὸ ταυτομάτου γεγενῆσθαι τὸν κόσμον· οἱ δὲ, πολλοὺς ἀνθ' ἑνὸς ἐφαντάσθησαν. Καὶ οἱ μὲν, μηδὲ εἶναι παντελῶς τὸ Θεῖον· οἱ δὲ, εἶναι μὲν, οὐδενὸς δὲ τῶν ὄντων ἐπιμελεῖσθαι· οἱ δὲ, ἐπιμελεῖσθαι μὲν ἔφασαν, σμικρολόγως δὲ τοῦτο ποιεῖν, καὶ τῇ σελήνῃ περιορίζειν τὴν πρόνοιαν, τὸ δὲ λοιπὸν τοῦ κόσμου μέρος ὡς ἔτυχε φέρεσθαι, τῇ τῆς εἱμαρμένης ἀνάγκῃ δουλεύειν ἠναγκασμένον. Εἰσὶ δέ τινες, οἳ καὶ Χριστιανῶν μὲν προσηγορίαν ἔχουσιν, ἄντικρυς δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμοῦσιν. Οἱ μὲν γὰρ τὸ ἀγένητον εἰς τρία τέμνουσι· καὶ τὸ μὲν καλοῦσιν ἀγαθόν· τὸ δὲ, κακόν· τὸ δὲ, δίκαιον. Οἱ δὲ δύο ἀρχὰς ἀγεννήτους ζωγραφοῦσι τῷ λόγῳ, ἀλλήλαις ἐναντίας ἐκ διαμέτρου. Ἄλλοι δὲ, τοῖς μὲν ἀσεβέσι τούτοις πολεμεῖν ἐπαγγέλλονται δόγμασιν, ἑτέραν δὲ δυσσεβείας ἐπινοοῦσιν ὁδόν. Τὸν γὰρ μονογενῆ τοῦ Θεοῦ Λόγον ὁμολογοῦντες Υἱὸν, ὡς ποίημα τῇ κτίσει συναριθμοῦσι, καὶ τὸν Κτίστην ἱστῶσι μετὰ τῆς κτίσεως. Καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῷ δυσσεβεῖ λόγῳ τῆς θείας ἐξορίζουσι φύσεως. Ἄλλοι δὲ ἄλλως τὴν εὐθεῖαν ὁδὸν ἀπολέσαντες, καὶ τοῖς τῶν προωδευκότων ἴχνεσιν ἀκολουθῆσαι μὴ βουληθέντες, πόῤῥω που τῆς ἀληθείας ἐγένοντο. Καὶ οἱ μὲν τὴν ὑπὲρ ἡμῶν γεγενημένην οἰκονομίαν παντελῶς ἀπηρνήσαντο· οἱ δὲ ὁμολογοῦσι μὲν ἐνανθρωπῆσαι τὸν Θεὸν Λόγον, σῶμα δὲ μόνον ἀνειληφέναι. Οἱ δὲ, ἔμψυχον μὲν καλοῦσι τὴν ληφθεῖσαν σάρκα, οὐ τὴν λογικὴν δὲ καὶ νοερὰν ἐν ταύτῃ γεγενῆσθαι ψυχήν· ἴσως τὴν οἰκείαν ἄνοιαν τούτου τεκμήριον ἔχοντες. Ἡμεῖς δὲ ἀνθρώπου ψυχὴν οὐδεμίαν ἴσμεν ἑτέραν, ἢ τὴν λογικὴν καὶ ἀθάνατον. Ἀλλὰ τοὺς μὲν ἄλλους ἅπαντας ἐπὶ τοῦ παρόντος καταλίπωμεν· οὐ γὰρ δύναται κατὰ πάντων ὁ λόγος κατὰ ταὐτὸν ἀφιέναι τῶν ἐλέγχων τὰ βέλη ὡς ἐν παρατάξει. Τοιγαροῦν τὰ μὲν ἄλλα πάντα στίφη τῶν δυσσεβῶν ἡσυχίαν ἀγέτω, τῶν δὲ τῇ τοῦ Θεοῦ