Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.565
Not analysed yet
Θεοῦ πρόνοιαν φαινομένην, φέρε σε ξεναγήσωμεν ἐπὶ τὰ λοιπὰ τῆς κτίσεως μέρη· καὶ καθάπερ τὰ βρέφη τὸ πρῶτον τοῦ βαδίζειν ἀρξάμενα, τῆς δεξιᾶς σου λαβόμενοι, κατὰ βραχὺ τὴν κτίσιν περινοστῆσαι παρασκευάσωμεν. Κατάβηθι τοίνυν ἀπὸ τῶν οὐρανῶν, οἷον εἴς τινα βαθμὸν πρῶτον τὸν ἥλιον, καὶ μὴ δείσῃς τὸν ἐμπρησμὸν, ἀλλ' ἐπίβηθι καὶ περισκόπησον· οὐ γὰρ ἐμπρήσει σε εὐγνωμόνως περὶ τὸν Ποιητὴν διακείμενον, ἀλλ' ὑποδείξει σοι τὸν Δημιουργὸν, ἐναντίως κεχρῆσθαι τῇ τῆς φύσεως ἐνεργείᾳ κελεύοντα. Φιλεῖ μὲν γὰρ τὸ πῦρ κατὰ φύσιν τὴν ἐπὶ τὰ ἄνω φορὰν, ὥσπερ τὸ ὕδωρ τὸν ἐπὶ τὸ πρανὲς δρόμον. Καὶ οὔτε τοῦτο ἐξ ὑπωρείας εἰς ἀκρώρειαν ἀνάγειν δυνατὸν, οὔτε ἐκεῖνο πεῖσαι κάτω πέμψαι τὴν φλόγα· ἀλλὰ κἂν μυριάκις τις φιλονεικήσει, λαμπάδα κατέχων, ἢ δᾷδα, κάτω ταύτην μετενεγκεῖν τῇ χειρὶ, ἡ φλὸξ ἐπὶ τὰ ἄνω πάλιν χωρεῖ, καὶ κατὰ τῆς κατεχούσης ᾄττει χειρὸς, καὶ ἣν ἔλαχεν ἐξ ἀρχῆς ὁρμὴν οὐκ ἐᾷ, ἀλλ' ἐπὶ τῶν ὅρων τῆς φύσεως ἕστηκε. Τῷ δὲ Ποιητῇ πάντα ῥᾴδια. Τὸ γὰρ τῇ σῇ μὴ πειθόμενον δεξιᾷ, τοῖς τοῦ Δημιουργοῦ νεύμασιν εἴκει. Καὶ ἔστιν ἰδεῖν ἥλιον καὶ σελήνην, καὶ τὸν τῶν ἀστέρων χορὸν, τῷ μὲν οὐρανῷ τὰ νῶτα διδόντας, κάτω δὲ τὰς ἀκτῖνας ἀφιέντας· δοῦλα γάρ ἐστι τοῦ κεκτικότος, καὶ φύσις αὐτοῖς ὁ τοῦ ποιήσαντος ὅρος. Σοὶ μὲν γὰρ οὐ πείθεται τοῦ πυρὸς ἡ φύσις, οὐδὲ τῆς οἰκείας ἐνεργείας ἐξίσταται· ὁμόδουλος γὰρ ὑπάρχει· τοῖς δὲ τοῦ Ποιητοῦ νεύμασι πειθομένη, μεταῤῥυθμίζεται, καὶ κατωφερὴς ἡ ἀνωφερὴς γίγνεται φύσις. Οὕτω τῶν ὑδάτων τὴν φύσιν, ῥοώδη τε καὶ χαύνην οὖσαν, ἄγει καὶ φέρει μετέωρον, καὶ κάτωθεν ἀνέλκων, μέσην οὐρανοῦ καὶ γῆς ἵστησιν, ἐπ' οὐδενὸς ἐρηρεισμένην, ἀλλὰ λόγῳ μόνῳ ᾐωρημένην καὶ κρεμαμένην. Ἀλλὰ τέως περὶ τῶν νεφῶν μηδὲν ἀκοῦσαι ποθήσῃς, μηδὲ δραμεῖν ἐθελήσῃς, οὐδέπω βαδίζειν μεμαθηκὼς, ἀλλὰ κατὰ βραχὺ τὴν κτίσιν ὁδεύων, μάθε τῆς εὐσεβείας τὸν δρόμον. Βλέπε τοιγαροῦν κἀνταῦθα τοῦ Θεοῦ τὴν πρόνοιαν, ἐφεστῶσαν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις φωστῆρσι, καὶ οἷόν τινι φωνῇ παρακελευομένην δᾳδουχεῖν τοῖς ἀνθρώποις, καὶ οὐχ ἁπλῶς δᾳδουχεῖν, ἀλλὰ κατὰ χρόνου διανομήν. Ἀνίσχων μὲν γὰρ ὁ ἥλιος τὴν ἡμέραν ποιεῖ, δυόμενος δὲ καὶ οἱονεὶ κρυπτόμενος, παραχωρεῖ τῇ νυκτὶ, ἧς τὸ ζοφῶδες διὰ σελήνης καὶ ἀστέρων ὁ Δημιουργὸς κεράννυσι. Καὶ ἔστιν ἰδεῖν οἷόν τινας ἀδελφὰς, τὴν ἡμέραν φημὶ καὶ τὴν νύκτα, παρ' ἀλλήλων δανειζομένας εἰς χρείαν τῶν ἀνθρώπων τὸν χρόνον, καὶ πάλιν εὐγνωμόνως ἀποδιδούσας. Τοῦ μὲν γὰρ χειμῶνος λήγοντος, καὶ τοῦ ἔαρος ὑπολάμποντος, ἡνίκα πλείους τῶν ἀνθρώπων οἱ περὶ τὴν ἐργασίαν πόνοι, ὁδοιπορίαι τε καὶ ἐκδημίαι, καὶ ἀπὸ λιμένων ἀναγωγαὶ, καὶ θάλαττα ἐστορεσμένη, καὶ τῆς χειμερινῆς ἀπηλλαγμένη τραχύτητος, καὶ ἡ γῆ τοῖς ληΐοις κομῶσα τὸν γηπόνον εἰς ἐπιμέλειαν καλεῖ, καὶ τὰ φυτὰ τὸν φυτουργὸν εἰς τομὴν καὶ κάθαρσιν καὶ ἀρδείαν, καὶ