Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.568
Not analysed yet
τὴν διὰ σκαπάνης ἐπιμέλειαν, τηνικαῦτα δανείζεται παρὰ τῆς νυκτὸς ἡ ἡμέρα, αὔξουσα τοῖς ἀνθρώποις τὸν τῆς ἐργασίας καιρόν· κατὰ βραχὺ δὲ κομίζεται, ἵνα μὴ τῷ ἀθρόῳ τοῖς χρωμένοις λυμήνηται. Πλείων γὰρ ἐξαίφνης ὁ πόνος γιγνόμενος, λωβᾶται λίαν τοῖς ἀργοῖς ἐπὶ πλεῖστον διαμείνασι σώμασι. Τούτου χάριν κατὰ βραχὺ προσλαμβάνει τὴν αὔξησιν. Τοῦ δὲ θέρους ἤδη μεσοῦντος, παύεται μὲν δανειζομένη, παραυτίκα δὲ τῆς ἐκτίσεως ἅπτεται, οὐδὲ μίαν ἡμέραν ἀναβαλλομένη τὴν ἔκτισιν. Κατὰ βραχὺ δὲ ὅμως, καθάπερ ἔλαβεν, ἀποδίδωσιν ὅπερ ἔλαβεν. Εἶτα κατὰ τὸ μετόπωρον ἰσόμετρος γιγνομένη, οὐκ αἰσχύνεται μειουμένη, οὐδὲ πλεονεκτεῖν ἀνέχεται τὴν ὁμόζυγα, ἀλλ' ἕως ἂν ἅπαν ἐκτίσῃ τὸ ὄφλημα, οὐ παύεται λήγουσα, καὶ τοῖς ἀνθρώποις μακρὰν πραγματευομένη τὴν θεραπείαν. Οἴκοι γὰρ μένειν κρυμοῦ χάριν, καὶ ὑετοῦ, καὶ πηλοῦ, καὶ τελμάτων ἀναγκαζόμενοι, θυμηρεστέραν ἔχομεν τῆς ἡμέρας τὴν νύκτα. Εἰσὶ δὲ οἳ καὶ μακρᾶς οὕτω τῆς νυκτὸς γιγνομένης, τῆς ἀναπαύλης οὐ λαμβάνουσι κόρον, ἀλλὰ τὸν ὄρθρον βλέποντες ὑπολάμποντα, δυσχεραίνουσιν. Οὕτω πάλιν ἡ νὺξ ἀπολαβοῦσα τὸ χρέος, οὐ παραιτεῖται τὸ δάνεισμα. Οὕτως ἅπας ἡμῶν ὁ βίος διὰ τούτων ὁδεύει, καὶ χρείαν οὐκ ἐλάττω τῆς ἡμέρας ἡ νὺξ τοῖς ἀνθρώποις παρέχει. Πρῶτον μὲν γὰρ τοῦ σκότους καὶ τοῦ φωτὸς τὸ διάφορον τερπνότερον ἡμῖν καὶ χαριέστερον τὸ φῶς ὑποδείκνυσι· διὸ ποθεινότερος ἡμῖν τῆς μεσημβρίας ὁ ὄρθρος. Κόρον γὰρ τοῦ φωτὸς μεθημέραν λαμβάνοντες, τῆς νυκτερινῆς ἀναπαύλης δεόμεθα· εἶτα ταύτης τυχόντες, τὸν μὲν κόρον ἀποτιθέμεθα, ἐπέραστον δὲ ἡμῖν αὖθις γίνεται τὸ φῶς. Οὕτω καὶ τῶν πόνων κορεννύμενοι μεθημέραν, καὶ κοπούμενον τὸ σῶμα νύκτωρ διαναπαύομεν· καὶ κλίνῃ, καὶ ὕπνῳ, καὶ ἡσυχίᾳ τοῦτο καλῶς θεραπεύσαντες, αὖθις αὐτὸ νέον τοῖς ἔργοις ὑπὸ τὴν ἕω προσφέρομεν. Τοσαύτην ἡμῖν καὶ τοιαύτην ἡ νὺξ παρέχει τὴν χρείαν. Διὰ ταύτην μισθωτὸς ἀναπαύεται, καὶ οἰκέτης παῦλαν λαμβάνει τῶν πόνων. Παύει γὰρ καὶ τοὺς λίαν φιλοπονωτάτους τῆς ἐργασίας τῆς νυκτὸς τὸ ζοφῶδες. Ταύτην ᾐδέσθησαν πολλάκις καὶ πολεμοῦντες ἄνθρωποι, καὶ νικῶντες, καὶ τοὺς ἀντιπάλους διώκοντες· καὶ θεασάμενοι παραγενομένην, τοῦ μὲν διώκειν ἐπαύσαντο, σχολαιότερον δὲ φεύγειν τοὺς δραπετεύοντας εἴασαν. Αὕτη τοὺς μὲν ἀνθρώπους οἴκαδε συνάγει, καὶ γλυκὺν αὐτοῖς ἐπιφέρει τὸν ὕπνον, ἐξάγει δὲ πρὸς νομὴν τὰ θηρία, καὶ παῤῥησίαν αὐτοῖς τοῦ νέμεσθαι δίδωσιν. Ἐπὶ τούτοις ὑμνῶν τὸν τῶν ὅλων Θεὸν, ὁ μέγας ἐβόα Δαβίδ· «Ἐποίησε σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὑτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ, ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὑτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας.» Ὥστε καὶ ταύτην παρέχει τὴν χρείαν ἡ νὺξ, καὶ