Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.573
Not analysed yet
μότητι τὰ κλήματα, πρὸς ὠδῖνας ἐπείγεται. Τοῦ δὲ θέρους ἀκμάζοντος, καὶ τοῦ ἡλίου σφόδρα τὸν ἀέρα θερμαίνοντος, ὁ μὲν σῖτος εἰς ἀμητὸν τὸν γηπόνον καλεῖ, περκῶσι δὲ σταφυλαὶ, βρίθουσι δὲ ἐλαῖαι τοῦ καρποῦ τρεφομένου, πεπαίνεται δὲ τῶν ὀπωρῶν τὰ γένη. Εἶτα τὸ μετόπωρον ἐπιγενόμενον, ταῦτα τελείως πέπονα τοῖς φυτουργοῖς παραδίδωσιν· οἱ δὲ τὴν συλλογὴν ποιησάμενοι, πάλιν ἅπτονται τῶν σπερμάτων. Παῦσαι τοίνυν ἀχαριστῶν, καὶ τοῖς τῆς Προνοίας δώροις τὴν Πρόνοιαν διαβάλλειν ἐπιχειρῶν, καὶ τοῖς δοθεῖσιν ἀγαθοῖς τὸν τούτων δοτῆρα τοξεύων. Ἐν ἅπασι τοῖς εἰρημένοις τὴν τοῦ Θεοῦ κατάμαθε πρόνοιαν, ἰθύνουσάν σε καὶ κυβερνῶσαν, καὶ πάντων σοι τῶν ἀγαθῶν πραγματευομένην τὴν ἀφθονίαν. Βλέπε καὶ τῶν ἀστέρων τὴν φύσιν, τὴν θέσιν, τὴν τάξιν, τῶν σχημάτων τὴν ποικιλίαν, τὴν τέρψιν, τὴν χρείαν, τὴν χορείαν, τὰς ἐπιτολὰς, τὰς δύσεις· τούτους ὁ τῶν ὅλων Δημιουργὸς πεποίηκεν, οὐχ ἵνα μόνον τὸ ζοφῶδες τῆς νυκτὸς φωτίζωσι, καὶ ἐν ἀσελήνῳ νυκτὶ τοῦ φωτὸς τοῖς ἀνθρώποις τὴν χρείαν παρέχωσιν, ἀλλ' ἵνα καὶ ὁδίτην παραπέμπωσι, καὶ τοὺς πλέοντας ξεναγῶσιν. Εἰς γὰρ τούτους ἀφορῶντες οἱ ναυτιλλόμενοι, τὴν ἀτριβῆ τρίβον ὁδεύουσι, καὶ τῇ τούτων θέσει προσέχοντες, τὸ σκάφος ἰθύνουσι, καὶ πρὸς οὓς ἂν ἐθέλωσιν ἀπευθύνουσι λιμένας. Ἐπειδὴ γὰρ οὐ δέχεται τῶν ὑδάτων ἡ φύσις ἵππων, καὶ ὄνων, καὶ ἡμιόνων, καὶ ὁδοιπόρων ἴχνη, καὶ ἁμαξῶν καὶ ὀχημάτων γραμμὰς, οἷς οἱ ὁδῖται προσέχοντες, ἀναμφιβόλως τὴν πορείαν ποιοῦνται, δέδωκε τῶν ὅλων ὁ Δεσπότης τοῖς τὰ μακρὰ πελάγη διαπερῶσιν, οἷον ἴχνη τινὰ τῶν θαλαττίων τρίβων, τῶν ἀστέρων τὴν θέσιν. Ὢ τῆς ἀῤῥήτου φιλανθρωπίας. Ὢ τῆς ἀφράστου σοφίας. Τίς ἂν ἀξίως θαυμάσειε τῆς τοῦ Θεοῦ προνοίας τὸ ἀγαθὸν, τὸ δυνατὸν, τὸ ἐν ἀπόροις εὔπορον, τὸ ἐν ἀμηχάνοις εὐμήχανον, τὴν μεγαλουργίαν, τὴν εὐπορίαν; Ἀληθῶς «ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτὴν,» βοῶ κἀγώ. Εἰ δὲ ἐμοὶ πείθοιο, ταύτην σὺν ἐμοὶ καὶ σὺ τὴν φωνὴν ἀφήσεις, καὶ τὸν εὐεργέτην εἰς δύναμιν ὑμνήσεις, καὶ μυρίοις ἔργοις εὐεργετούμενος, λόγους εὐγνώμονας ἀποδώσεις. Ἵνα δέ σε νῦν τοῦ βαδίζειν ἀρξάμενον, μὴ μακρὰν ὁδὸν ὁδεῦσαι παρασκευάσαντες, πόνον σοι προξενήσωμεν, ἐνταῦθά σε τέως διαναπαύσομεν, καὶ τὴν ἐν οὐρανῷ, καὶ τοῖς κατ' οὐρανὸν φωστῆρσι, πρόνοιαν τοῦ Θεοῦ φαινομένην θεωρεῖν καταλείψομεν. Εἰκὸς γάρ σε ποδηγηθέντα, καὶ καθ' ἑαυτὸν τὴν θεωρίαν αὐξῆσαι, καὶ τὰ συντομίας χάριν ὑπὸ τοῦ λόγου καταλειφθέντα, ἐκ τῶν εἰρημένων εὑρεῖν, καὶ μετὰ τοῦ Προφήτου βοῆσαι· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. πάντα ἐν σοφίᾳ ἐποίησας.» Σοὶ δόξα, καὶ τιμὴ, καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας. Ἀμήν.