Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.572
Not analysed yet
ἡμέρας τὰς ἰσομέτρους διαδοχὰς, καὶ τὴν ἐντεῦθεν τοῖς ἀνθρώποις προσφερομένην ὠφέλειαν, βλέπει μοι καὶ τῶν ὡρῶν τοῦ ἔτους τὴν τερπνοτάτην καὶ χρειωδεστάτην χορείαν. Οὔτε γὰρ διχῆ τὸν ἐνιαύσιον κύκλον ἐμέρισεν ὁ Ποιητὴς, οὔτε θέρος ἡμῖν ἁπλῶς δέδωκε καὶ χειμῶνα, οὐδὲ ἀπὸ τῶν ἄκρων ἀμέσως ἐπὶ τὰ ἄκρα μεταβαίνομεν, ἀλλὰ τὸ ἔαρ καὶ τὸ μετόπωρον μέσην λαχόντα τὴν κρᾶσιν, τοῦ κρυμοῦ καὶ τοῦ φλογμοῦ μέσα γίγνεται. Καὶ τὸν ἄκρως ὑγρὸν καὶ ψυχρὸν χειμῶνα, οὐ τὸ ἄκρως ξηρὸν καὶ θερμὸν διαδέχεται θέρος, ἀλλὰ τὸ ἔαρ, ὃ καὶ τῆς τούτου μετέχον θερμότητος, καὶ τῆς ἐκείνου ψυχρότητος, μίξιν ἀρίστην τῶν ἀφεστηκότων ἐργάζεται, καὶ οἷόν τισι χερσὶ τῶν ἐναντίων ἐπειλημμένον, τῇ μὲν ψυχρότητι τοῦ χειμῶνος, τῇ δὲ θερμότητι τοῦ θέρους, εἰς σύμβασιν ἄγει καὶ φιλίαν τὰ κομιδῇ πολέμια. Διὰ τοῦτο ἀπὸ τοῦ χειμῶνος ἐπὶ τὸ θέρος ὁδεύοντες, ἀλύπως ὁδεύομεν. Κατὰ βραχὺ γὰρ τῆς τούτου ψυχρότητος ἀφιστάμενοι, καὶ τῇ ἐκείνου θερμότητι πλησιάζοντες, οὐδεμίαν βλάβην ἐκ τῆς ἀθρόας μεταβολῆς ὑφιστάμεθα. Οὕτως ἀπὸ τοῦ θέρους ἐπὶ τὸν χειμῶνα μεταβαίνομεν, μέσου πάλιν τοῦ μετοπώρου γιγνομένου, καὶ οὐκ ἐῶντος ἡμᾶς εὐθὺς τοῖς ἄκρως πάλιν ἐναντίοις προσψαῦσαι, ἀλλὰ κεραννύντος τὴν ἄκραν θερμότητα τῇ ἄκρᾳ ψυχρότητι, καὶ κρᾶσιν ἑτέραν ἐργαζομένου, καὶ κατὰ σμικρὸν ἡμᾶς ἐπ' ἐκεῖνο ξεναγωγοῦντος τὸ ἄκρον. Τοσαύτη περὶ ἡμᾶς ἡ τοῦ πεποιηκότος κηδεμονία. Οὕτω καὶ ἐν ταῖς τῶν ὡρῶν μεταβολαῖς, οὐ μόνον ἡμῖν τὸ ἄλυπον, ἀλλὰ καὶ τὸ τερπνὸν πραγματεύεται. Καὶ ἴσως ἄν τις τῶν ἀχαρίστων τοῖς εὖ καὶ καλῶς γεγενημένοις, καὶ σοφῶς καὶ συμφερόντως οἰκονομουμένοις ἐπιμεμφόμενος εἴποι· Τί δήποτε αἱ τροπαὶ γίγνονται; Ποίαν δὲ χρείαν ἡμῖν αἱ τῶν ὡρῶν μεταβάσεις ποιοῦσι; ποίων δὲ ἀγαθῶν, ὦ σοφώτατε καὶ δεινότατε τῆς Προνοίας κατήγορε, οὐ διὰ τούτων τυγχάνομεν; Ἀρχομένου μὲν γὰρ χειμῶνος, σπέρματα καταβάλλομεν, ὁ δὲ ταύτην ἡμᾶς διδάξας τὴν τέχνην, τρέφει ταῦτα, ὕων ἐκ νεφῶν, καὶ τὸ θαλάττιον ὕδωρ ἀνέλκων τῷ λόγῳ, καὶ μετέωρον ἄγων, καὶ τὴν ἁλμυρὰν ἐκείνην εἰς γλυκεῖαν μεταβάλλων ποιότητα, καὶ τὰς ψεκάδας διακρίνων, καὶ νῦν μὲν σμικρὰς ἀφιεὶς, νῦν δὲ μεγάλας καὶ κρουνηδὸν φερομένας, καὶ οἷόν τινι κοσκίνῳ διαιρῶν τῶν νεφῶν τὰς ὠδῖνας. Διὰ τοῦτο ἡ χειμέριος ὥρα, ἵνα σε τὸν ἀχάριστον διαθρέψῃ, ἵνα σοι τῷ ἀγνώμονι παράσχῃ τῶν ἀναγκαίων τὴν χρείαν. Ἔαρος δὲ πάλιν ἀρχομένου, οἱ μὲν τῶν γηπόνων τέμνουσι τὰς ἀμπέλους, οἱ δὲ ἑτέρας φυτεύουσι, χαυνούμενα δὲ τῇ τοῦ ἀέρος θερ-