Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.584
Not analysed yet
ἔχων μέτρου παντὸς μείζονα, ἠθέλησε καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δωρήσασθαι. Ὁ δὲ τοσαύτῃ περὶ τὰ μὴ ὄντα χρησάμενος ἀγαθότητι, πῶς ἂν γεγονότων ἀμελήσειεν; Οὔτε γὰρ ἔστιν εἰπεῖν, ὡς ἐφθόνησε γεγονόσιν· ἄφθονον γὰρ ἔχει τὴν φύσιν, καὶ πάθους παντὸς ἐλευθέραν. Ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος γυμνώσωμεν τὴν τῆς ἀσεβείας ἀσθένειαν, σμικρόν τι αὐτοὺς προσερωτήσωμεν. Τί δήποτε γὰρ, εἴπατε, τῇ τὸ εἶναι παρ' αὐτοῦ λαβούσῃ ἐφθόνησε κτίσει; Διὰ τὸ μέγεθος; Ἀλλ' αὐτὸς ἄκτιστός ἐστι καὶ ἀόριστος, οὔτε ἀρχὴν ἐσχηκὼς, οὔτε τέλος δεξάμενος πώποτε, πάντα περιέχων, ὑπ' οὐδενὸς δὲ περιγραφόμενος· ἐν τῇ χειρὶ γὰρ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ αὐτὸς ἐμέτρησε τῇ χειρὶ αὑτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί. Ἀλλὰ διὰ τὸ κάλλος; Ἀλλ' ὑπ' αὐτοῦ γεγένηται. Οὐδεὶς δὲ, οὐδὲ τῶν ἄγαν φθονερωτάτων ἀνθρώπων, οἰκίαν εὐπρεπῆ καὶ λαμπρὰν δειμάμενος, ἐφθόνησε ταύτῃ πώποτε, ἀλλ' ἐναβρύνεται, καὶ σεμνύνεται, καὶ οὗτός τε γάννυται, καὶ τοῖς ἀγνοοῦσιν ὑποδείκνυσιν. Ὅσον δὲ τὸ τῆς κτίσεως κάλλος τοῦ νοεροῦ φωτὸς τοῦ πεποιηκότος ἀφέστηκε, τίς ἂν μετρήσειε λόγος; Ὁρᾶτε τοιγαροῦν ποῦ τὰ τῆς ἀσεβείας κεχώρηκε. Τῶν γὰρ πονηροτάτων ἀνθρώπων, οὐ μόνον οὐ φθονούντων ταῖς ὑπ' αὐτῶν οἰκοδομουμέναις οἰκίαις, ἀλλὰ καὶ λίαν ἐπ' αὐταῖς λαμπρυνομένων, τὴν τῆς ἀγαθότητος πηγὴν, καὶ ὑπ' οὐδενὸς πάθους θολοῦσθαι πεφυκυῖαν, φθόνῳ βάλλεσθαι λέγειν, ποίας ἀσεβείας ὑπερβολὴν καταλείπει; Εἰ τοίνυν καὶ δύναται κατέχειν τοὺς τῆς κτίσεως οἴακας, καὶ βούλεται αὐτὴν πάντων ἀγαθῶν ἀπολαύειν, δῆλον ὅτι καὶ κήδεται, καὶ ἐφέστηκε, καὶ τῶν ἡνιῶν ἐπειλημμένος, τὴν γενητὴν ἅπασαν φύσιν ἡνιοχεῖ, καὶ οὐδὲν ἀτημέλητον καταλείπει. Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μετάβηθι πάλιν ἐπὶ τὴν θάλατταν, καὶ βλέπε ταύτης τὰ κύτη, τὰ μεγέθη, τὴν εἰς πελάγη διαίρεσιν, τὰς ἀκτὰς, τοὺς ὅρμους, τὰς ἐν μέσῳ νήσους, τῶν ἰχθύων τὰ γένη, τὰ εἴδη, τὰ σχήματα, τὴν ποικιλίαν, τὴν πρὸς τὴν χέρσον φιλίαν, τὰ τῶν κυμάτων σκιρτήματα, τὸν ἐπικείμενον αὐτοῖς τῆς προνοίας χαλινὸν, δι' ὃν τὴν ἤπειρον ἐπικλύζειν οὐ δύναται, ἀλλ' ὁρμῶντα κατὰ τῆς ψάμμου φοβεῖται τοὺς ὅρους, καὶ τὸν θεῖον ἐκεῖ νόμον γεγραμμένον ὁρῶντα, οἷόν τις γαῦρος ἵππος ἀγχόμενος ὑπὸ πωλοδάμνου, ἀνακλᾷ τὸν αὐχένα, καὶ εἰς τοὐπίσω χωρεῖ, ὥσπερ μεταμελόμενα ὅτι καὶ τῇ ψάμμῳ προσέψαυσε. Διὰ ταύτης ἔστιν ἰδεῖν τὰς μεμερισμένας ἠπείρους, καὶ πόῤῥωθεν ἀλλήλων καθημένας, εἰς φιλίαν συναγομένας. Ὁμόνοιαν γὰρ