Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.585
Not analysed yet
ἐνθεῖναι τῇ φύσει τῶν ἀνθρώπων ὁ Ποιητὴς ἐθελήσας, ταῖς χρείαις αὐτοὺς ἀλλήλοις συνέδησε. Διὰ ταύτης τὰς μακρὰς ἀποδημίας ποιούμεθα, καὶ τὰς χρείας παρ' ἀλλήλων ἐρανιζόμεθα, καὶ τῶν ἀναγκαίων τὰς ὕλας ἀντιδιδόαμεν. Οὔτε γὰρ εἴασεν ὁ κηδεμὼν ἕκαστον τμῆμα τῆς γῆς ἅπασαν τοῖς ἀνθρώποις φέρειν τὴν χρείαν, ἵνα μὴ τὸ ἀνενδεὲς τῇ φιλίᾳ λυμήνηται. Ὑβριστὴς γὰρ ὁ κόρος, καὶ ἀταξίας πατήρ. Πρόκειται τοιγαροῦν ἡ θάλασσα μέση τῆς οἰκουμένης, εἰς κόλπους μυρίους διῃρημένη, οἷόν τις πόλεως μεγίστης ἀγορὰ, πᾶσαν τῶν ἀναγκαίων τὴν ἀφθονίαν παρέχουσα, καὶ πολλοὺς πρατῆρας καὶ ὠνητὰς δεχομένη, καὶ τούς τε ἐντεῦθεν ἐκεῖσε παραπέμπουσα, καὶ τοὺς ἐκεῖθεν ἄγουσα τῇδε. Ἐπειδὴ γὰρ ἐπίπονος ἡ διὰ τῆς ἠπείρου πορεία, οὐκ ἐπίπονον δὲ μόνον ἦν, ἀλλὰ καὶ ἀδύνατον, διὰ ταύτης πᾶσαν ἀναπληρῶσαι τὴν ἔνδειαν, πρόκειται τῆς θαλάττης τὰ νῶτα, σκάφη καὶ σμικρὰ καὶ μεγάλα δεχόμενα, καὶ φόρτον πολὺν καὶ ἀναγκαῖον τοῖς δεομένοις κομίζοντα. Ἔστι γὰρ ἰδεῖν μιᾶς ὁλκάδος φορτία πολλὰς κτηνῶν χιλιάδας ἀχθοφορούσας. Ἵνα δὲ μὴ δυσχεραίνωσιν οἱ ταύτης ὁδῖται, οἷόν τινας σταθμοὺς κατέπηξε τὰς νήσους ὁ Ποιητὴς, ἐν αἷς καταγόμενοι, καὶ διαναπαυόμενοι, καὶ τὰς χρείας ὠνούμενοι, πάλιν ἀπαίρουσιν ἔνθα ἂν τὴν ὁρμὴν ἔχωσιν. Αἰσχύνθητι τοιγαροῦν τῶν εὐεργεσιῶν τὸ πλῆθος, εἶπεν ἡ θάλασσα. Ἁρμόττει σοι γὰρ μᾶλλον, ἢ τῇ Σιδῶνι, τοῦ προφήτου τὰ ῥήματα. Ἡ μὲν γὰρ ἀγνοοῦσα τὸν Ποιητὴν, εἰς πολλοὺς τὸ Θεῖον διῄρει θεοὺς, καὶ τὴν μίαν προσκύνησιν κατατέμνουσα, τοῖς μὴ οὖσι ταύτην προσέφερεν, οὐκ ἀρνουμένη τὴν Πρόνοιαν, ἀλλὰ τούτοις αὐτὴν προσάπτουσα. Οὐ γὰρ ἂν ἔθυσεν οἷς ἐνόμιζε θεοῖς, εἰ μὴ λίαν ἑαυτὴν ἔπειθεν, ὡς καὶ ὠφέλειαν πορίζουσι, καὶ βλάβην ἀποτρέπουσι. Σὺ δὲ τῆς πολυθέου πλάνης ἀπηλλαγμένος καὶ πάντα τὰ ὁρώμενα ὁμολογῶν εἶναι ποιήματα, καὶ τὸν τούτων Ποιητὴν προσκυνῶν, ἐκβάλλεις αὐτὸν ὧν ἐποίησε, καὶ πόῤῥω που καθίζεις τῆς κτίσεως, καὶ τὸν τοσοῦτον κόσμον ἀκυβέρνητον εἶναι λέγεις, καὶ οἷόν τι σκάφος ἀνερμάτιστον ὡς ἔτυχε φέρεσθαι. Αἰσχύνθητι τοιγαροῦν τὰς διὰ θαλάττης εὐεργεσίας, τὰς ἐκ γῆς, τὰς ἐξ ἀέρος, τὰς ἐξ ἡλίου, οὐρανὸν τὸν ἐπικείμενον ὄροφον. Αἰδέσθητι τὸν δασμὸν, ὃν λαμβάνεις παρὰ τῆς κτίσεως· δασμοφορεῖ γάρ σοι τῶν εἰρημένων ἕκαστον, καὶ οἷόν τινα φόρον προσφέρει τὴν χρείαν· ἥλιος μὲν φωτίζει, θερμαίνει, τοὺς ἐκ γῆς πεπαίνει καρπούς· σελήνη δᾳδουχεῖ σοι νύκτωρ· ἀστέρες, ἐπὶ γῆς μένοντί σοι τὸν νυκτερινὸν δηλοῦσι καιρὸν, καὶ τῶν ὡρῶν τὰς μεταβολὰς προσημαίνουσι, θαλαττίῳ δὲ γινομένῳ ποδηγοὶ γίνονται πρὸς τὴν ἤπειρον· ἀὴρ, ἀναπνεόμενος μὲν, τὴν ἔμφυτόν σου καταψύχει θερμότητα· ὕων δὲ, τοὺς τῆς γεωργίας ἐκτρέφει καρπούς· κρυμὸν ἐργαζόμενος, παύει μὲν τὴν ἐπὶ τὰ ἄνω βλάστην, καὶ φυτῶν, καὶ σπερμά-