Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.589
Not analysed yet
ἀλλ' ἐξ αὐτῶν τῶν βλασφημεῖν ἐπιχειρούντων ληψόμεθα. Στόμα γὰρ εἰληφότες παρὰ τοῦ κτίσαντος, ἵν' ὑπὲρ ὧν ἀπολαύουσιν ἀγαθῶν τῷ δοτῆρι τὸν ὕμνον προσφέρωσιν, οὐ μόνον ὑμνεῖν οὐκ ἐθέλουσιν, ἀλλὰ καὶ βλασφημίαις τὴν γλῶσσαν μιαίνουσι, καὶ τὸ λογικὸν ἀτιμάζουσιν ὄργανον. Ἀρκεῖ δὲ καὶ τοῦτο μόνον τὸ μόριον δεῖξαι τοῦ πεποιηκότος, οὐ τὴν σοφίαν μόνον, ἀλλὰ καὶ τὴν ἄπλητον φιλανθρωπίαν. Ὀργάνῳ γὰρ ἔοικεν ἀπὸ χαλκῶν συγκειμένῳ καλάμων, καὶ ὑπ' ἀσκῶν ἐκφυσουμένῳ, καὶ κινουμένῳ ὑπὸ τῶν τοῦ τεχνίτου δακτύλων, καὶ ἀποτελοῦντι τὴν ἐναρμόνιον ἐκείνην ἠχήν. Ἀλλ' οὐχ ἡ φύσις παρὰ τῆς τέχνης, ἡ τέχνη δὲ παρὰ τῆς φύσεως ἐδιδάχθη τῆς τερπνῆς ἐκείνης ἠχῆς τὸ μηχάνημα· ἀρχέτυπον γὰρ τῆς τέχνης ἡ φύσις, ἴνδαλμα δὲ τῆς φύσεως ἡ τέχνη. Ἄθρει τοιγαροῦν ὁ λόγου μὲν τετυχηκὼς, ἀτιμάζων δὲ τῇ τιμῇ τὸν τιμήσαντα, πῶς ὑπόκειται μὲν ὁ πνεύμων δίκην ἀσκοῦ, ἀποθλίβουσι δὲ αὐτὸν, οὐ πόδες ἀνθρώπου, ἀλλ' οἱ περικείμενοι τῷ θώρακι μύες, συστέλλοντες αὐτὸν καὶ διαστέλλοντες. Ἀναπέμπει δὲ οὑτοσὶ διὰ τῆς τραχείας ἀρτηρίας τὸ πνεῦμα, τὸ δὲ συνωθούμενον, ἀνοίγει μὲν τὴν ἐπιγλωττίδα, φέρεται δὲ διὰ τοῦ φάρυγγος ἐπὶ τὸ στόμα. Ὁ δὲ λόγος, τῆς γλώττης οἷόν τινος δεξιᾶς ἐπειλημμένος, ταύτην τοῖς ὀδοῦσι καθάπερ τοῖς χαλκοῖς ἐκείνοις προσφέρει καλάμοις, καὶ ἄνω καὶ κάτω διαθέειν καὶ διολισθαίνειν εὐπετῶς καὶ μάλα ῥᾳδίως κατασκευάζει· συνεργεῖ δὲ αὐτῇ πρὸς τὴν εὐκολίαν τοῦ δρόμου, ὁ ὑποκείμενος ἀδὴν, οἷόν τις λιβὰς ἀναβλύζων νοτίδα. Ἐπειδὴ γὰρ αὐτὴν ὁ συχνὸς καταξηραίνει δρόμος, ἐδεῖτο μετρίας ὑγρότητος, τεγγούσης αὐτὴν καὶ λειαινούσης, καὶ τὴν κίνησιν ῥᾴστην ἐργαζομένης. Οὕτω τοιγαροῦν διὰ τῆς γλώττης τοῖς ὀδοῦσι τοῦ λόγου προσομιλοῦντος, καὶ τοῦ πνεύματος, ὡς ἔφην, φερομένου, καὶ τῶν χειλέων πτυσσομένων, καὶ τοῦ ἀέρος τῇ φορᾷ τοῦ πνεύματος ἐναρμονίως πληττομένου, ἡ ἔναρθρος ἀποτελεῖται φωνὴ, καὶ γίνεται ὄχημα τοῦ λόγου τὸ ἔνδοθεν ἐκφερόμενον πνεῦμα, καὶ ὡς περιττὸν ἀπωθεῖται τὸ λιγνυῶδες ἡ φύσις. Ἐπειδὴ γὰρ τοῦ ἐμφύτου θερμοῦ πηγὴν τὴν καρδίαν ὁ Πλάστης πεποίηκε, καὶ ἐκ τοῦδε τοῦ μορίου πᾶν τὸ σῶμα τῆς θερμῆς μεταλαμβάνει ποιότητος, ἐδεῖτο δὲ καὶ μικρᾶς τινος ἀναψύξεως πολλῷ τῷ θερμῷ συνεχομένη, καταπνεῖσθαι αὐτὴν διὰ τοῦ πνεύμονος πεποίηκεν ὁ τῆς φύσεως Ποιητής. Οὗτος γὰρ διὰ μὲν τῆς τραχείας ἀρτηρίας τὸ καθαρὸν ἔξωθεν δέχεται πνεῦμα, διὰ δὲ τῆς λείας τοῦτο παραπέμπει τῇ εὐωνύμῳ τῆς καρδίας κοιλίᾳ· ἐκεῖθεν γὰρ, ὥς φασιν οἱ τὰ τοιαῦτα ἀκριβῶς ἱστορήσαντες, αὕτη τὴν ἔκφυσιν ἔχει. Παραπέμπων δὲ οὗτος ὁ πνεύμων τὸ καθαρὸν πνεῦμα, τὸ λιγνυῶδες ἀντιλαμβάνει, καὶ τοῦτο ὡς περιττὸν διὰ τῆς τραχείας ἀρτηρίας ἐπὶ τὰ ἔξω πάλιν ὠθεῖ, καὶ γίνεται τὸ περιττὸν καὶ ἄχρηστον παντελῶς, τοῦ νοῦ βουληθέντος, καὶ τὴν γλῶτταν ἐν ῥυθμῷ καὶ ἁρμονίᾳ κινήσαντος,