Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.592
Not analysed yet
ὄχημα τοῦ λόγου· καὶ τὸ ὡς βλαβερὸν ὑπὸ τῆς καρδίας ἐκφορούμενον, καὶ ὑπὸ τοῦ πνεύμονος ὠθούμενον, τῆς ἐνάρθρου φωνῆς γίνεται συνεργόν. Ἀληθῶς· «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ. «ἀληθῶς· «Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;» Ἀληθῶς· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. πάντα ἐν σοφίᾳ ἐποίησας.» Ποῖος ἀπόχρη λόγος εἰς ὑμνῳδίαν τοῦ Κτίσαντος; Ποῖος ἀρκεῖ λόγος εἰς τὴν τῆς οἰκείας δημιουργίας διήγησιν; Τίς ἱκανὸς ἑρμηνεῦσαι λόγος τοῦ λόγου τὰ ὄργανα; Τίς εἰς τοσοῦτον σοφίας ἀφίκετο, ὡς τοῦ Πλάστου τὴν σοφίαν ἀκριβῶς θεωρῆσαι; Σὺ δὲ ταῦτα βλέπων, καὶ τούτων ἀπολαύων, οὐδ' ὑμνεῖν ἐθέλεις τὸν τούτων αἴτιόν σοι γεγενημένον, ἀλλ' ἀμέλειαν κατηγορεῖς τοῦ πᾶσαν ἐπιμέλειαν ὧν πεποίηκε ποιουμένου. Καὶ μὴν ἤρκει τοῦτο μόνον τὸ μόριον δεῖξαι τοῦ Ποιητοῦ τὴν περὶ τὸ ζῶον κηδεμονίαν. Λογικὸν γὰρ ἐργασάμενος, πεποίηκε πρόσφορα τῷ λόγῳ τὰ ὄργανα. Ἐντεῦθεν ἡ τέχνη τὴν μίμησιν ἐρανισαμένη, καὶ αὐλοὺς ἐτεκτήνατο, καὶ λύρας καὶ κιθάρας συνέθηκε· καὶ ἀντὶ μὲν τῶν ὀδόντων, διέτεινε τὰς χορδὰς, ἀντὶ δὲ τῶν χειλέων ἐνέθηκε τὸν χαλκόν· γλῶττα δὲ ταῖς χορδαῖς γίνεται τὸ πλῆκτρον· ἡ δὲ διὰ τῆς χειρὸς ἐπὶ τὴν ὀξεῖαν καὶ βαρεῖαν διάβασις, μιμεῖται τὸν λόγον, ἄνω καὶ κάτω διατρέχειν τὴν γλῶτταν παρασκευάζοντα. Ἀλλ' ὅμως καὶ τοσαύτης ἀκριβείας ἐν τῇ τέχνῃ φαινομένης, τὸν μὲν ῥυθμὸν καὶ τὴν ἁρμονίαν τοῦ μέλους θαυμάζουσιν οἱ ἀκούοντες, ἐνάρθρων δὲ τῶν λόγων οὐκ ἐπακούουσι· μίμημα γὰρ τῆς φύσεως ἡ τέχνη, ἡ δὲ φύσις ἔναρθρον ἀποτελεῖ τὴν φωνήν. Θεοῦ γὰρ αὕτη ποίημα, τοῦ τῶν ἁπάντων Δημιουργοῦ. Καὶ καθάπερ ἡ τέχνη μιμεῖται τὸ ζῶον, καὶ τὸν χαλκὸν ἢ τὸν λίθον εἰς ἀνθρωπείαν ἐντυποῖ μορφὴν, καὶ ὀφθαλμοὺς, καὶ ῥῖνα, καὶ στόμα, καὶ ἀκοὰς, τράχηλόν τε καὶ χεῖρας, καὶ στήθη καὶ κοιλίαν, μηρούς τε καὶ σκέλη καὶ πόδας περιτίθησιν, αἴσθησιν δὲ καὶ λογισμὸν, καὶ τὴν ἑκούσιον κίνησιν οὐκέτι ἰσχύει χαρίσασθαι· οὕτω λύρα καὶ κιθάρα, καὶ τὸ ἐκ τῶν χαλκῶν καλάμων ὄργανον, ἐναρμόνιον μὲν ἠχὴν καὶ ῥυθμὸν διὰ τῶν ἐμφυσημάτων ἢ κρουσμάτων ἀποτελεῖ, ἔναρθρον δὲ φωνὴν μόνον ἀποτελεῖ τὸ ἀρχέτυπον ὄργανον. Τοῦτο μὲν γὰρ αὐτοῦ τοῦ Δημιουργοῦ ποίημα, ἐκεῖνα δὲ πάντα τῆς τοῦ Δημιουργοῦ εἰκόνος. Ὡς Ποιητοῦ γὰρ εἰκὼν ὁ ἄνθρωπος, τὸν Ποιητὴν μιμεῖσθαι φιλονεικεῖ. Καὶ ἔοικε τὰ γινόμενα σκιαῖς πρὸς ἀλήθειαν ἁμιλλωμέναις, αἳ τὸν μὲν τύπον ἔχουσι, τῆς δὲ ἐνεργείας ἐστέρηνται. Τοσαύτην τοιγαροῦν ὁρῶν ἐν τοῖς ὀργάνοις τοῦ Δημιουργοῦ τὴν πρόνοιαν, παῦσαι ταύτῃ ῥᾳθυμίαν ἐγκαλῶν. Ἵνα δὲ μάθῃς καὶ ἐκ τῶν ἄλλων μελῶν τὴν περὶ ἡμᾶς τοῦ πεποιηκότος κηδεμονίαν, δεῦρο, πάλιν πρὸς αὐτήν σε τὴν καρδίαν ἀγάγωμεν.