Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.597
Not analysed yet
τος ταύτην διὰ τῶν φλεβῶν τὴν ἀρδείαν προσφέρει. Οὕτω τὸ σῶμα τρεφόμενον, ἐν μὲν τοῖς βρέφεσιν αὔξεται, καὶ μηκύνεται, καὶ εὐρύνεται, καὶ πρόσφορον κατὰ βραχὺ προσλαμβάνει τὸν ὄγκον· ὅταν δὲ εἰς τὸ ὡρισμένον ἀφίκηται μέτρον, τηνικαῦτα τῆς μὲν αὔξης παύεται, τρέφεται δὲ μόνον· οὕτως ὁ τῶν ἁπάντων Ποιητὴς τῆς ἡμετέρας φύσεως προμηθεῖται, καὶ οὐ διαπλάττει μόνον, ἀλλὰ καὶ διατρέφων διατελεῖ, καὶ οὐ διατρέφει μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἡμῶν κηδεμονίαν ποιεῖται. Ἀλλὰ γὰρ ἀπορῶ, πῶς ὑμνήσω τὸν Ποιητήν· νικᾷ γὰρ τὴν διάνοιαν τῆς περὶ ἡμᾶς προνοίας ἡ ποικιλία, παραχωρεῖ πᾶς λόγος τῇ τῆς δημιουργίας σοφίᾳ, οὐδεὶς ἐξικνεῖται διαγνῶναι τὴν τῶν σωμάτων κατασκευήν. Ἀπόχρη σοι καὶ τοῦτο μόνον εἰς ὑμνῳδίαν τοῦ κτίσαντος. Οὐκ εἰς γῆν διακύπτεις τοῖς ἀλόγοις παραπλησίως, οὐδ' εἰς γαστέρα διανεύεις κατὰ τοὺς χοίρους· ἀνάβλεψον μόνον, καὶ βλέπε τὴν πρόνοιαν. Ὄρθιον σὲ μόνον τῶν ζώων ἐδημιούργησεν, ἐπὶ δύο ποδῶν ὀχούμενον, καὶ τούτων δὲ ἕκαστον, οὐκ ἐξ ἑνὸς πεποίηκε κώλου, ἀλλ' ἐκ τριῶν συνέθηκε, καὶ εἰς τρεῖς ἁρμονίας ἐνέδησε· καὶ τὴν μὲν τῷ ἰσχίῳ συνήρμοσε, τὴν δὲ τοῖς γόνασι συνέφυσε, τὴν ἑτέραν δὲ τοῖς ἀστραγάλοις ἐπίστευσε. Καὶ νεύροις ἰσχυροῖς τὰς ἁρμονίας συνέσφιγξε, καὶ μυσὶ τὰς ἑκουσίους κινήσεις ἐνέφυσε· καὶ οὔτε χαλαρὰ λίαν, οὔτε πάλιν κομιδῇ τεταμένα πεποίηκε τὰ δεσμά· τὰ μὲν γὰρ, παντάπασιν ἀφῃρεῖτο τὴν κίνησιν, τὰ δὲ, διαφεύγειν καὶ διολισθαίνειν ἀλλήλων ἐποίει τὰ ἄρθρα. Διὰ ταύτην αὐτοῦ τὴν προμήθειαν, καὶ βαδίζεις, καὶ τρέχεις ὅταν θέλῃς, καὶ στάσεως καὶ καθέδρας τὴν ἐξουσίαν ἔχεις. Ὅρα δὲ καὶ ἕτερον κηδεμονίας εἶδος. Ἵνα γὰρ μὴ δυσχεραίνῃς ἐπὶ γυμνῶν τῶν ἄρθρων καθήμενος, ἀλλ' ἐπ' ἐδάφους καὶ λίθου τὴν καθέδραν ποιούμενος ἄλυπος διαμένῃς, οἷόν τινά σοι στρωμνὴν αὐτοφυῆ τὸ τῶν γλουτῶν περιτέθεικε σῶμα· σὺ δὲ ὁμοίως ἀχαριστεῖς. Οὐ γὰρ αἰσθάνῃ τῶν δωρεῶν, ἀλλὰ μέμηνας καὶ λυττᾷς κατὰ τῆς οὕτω προμηθουμένης σου σοφίας. Καὶ ὁ μὲν κύων ἐπιγινώσκει τὸν τρέφοντα, καὶ παρόντι προσεδρεύει, καὶ ἀπόντα ποθεῖ, καὶ ἐπανιόντι δείκνυσι τὴν ἡδονὴν, χαλῶν τὰ ὦτα, καὶ τὴν κέρκον σείων, καὶ τὴν ὑποταγὴν σημαίνων, καὶ τὴν δουλείαν ὁμολογῶν, καὶ τὴν εὐεργεσίαν παραδηλῶν, καὶ ταῦτα ἀλογίᾳ δουλεύων, καὶ λόγου παντὸς ἐστερημένος, τῷ δὲ χρόνῳ, καὶ τῷ ἔθει, καὶ συχναῖς εὐεργεσίαις, ἀγνῶτος καὶ γνωρίμου, καὶ φίλου καὶ ἐπιβούλου τὸ διάφορον μανθάνων. Σὺ δὲ, λόγου μετέχων, καὶ νοῦν ἡγεμόνα λαβὼν, τὸν ὑπόπτερον, τὸν καὶ τῶν ὁρωμένων ἁπάντων ὀξύτερον. Ἥλιος μὲν γὰρ ἐν ἡμέρᾳ μιᾷ τῆς οἰκουμένης διατρέχει τὸν δίαυλον, ὁ δὲ, ἅμα τε νεύει καὶ τὴν οἰκουμένην περινοστεῖ, καὶ τῶν οὐρανῶν ἐφικνεῖται τῇ φαντασίᾳ, καὶ τούτους ὑπερβαίνει, καὶ Θεὸν ὡς δύναται κατοπτρίζεται, καὶ τῶν ἀγγέλων τὰς ἀπείρους θεωρεῖ μυριάδας, καὶ τῶν ἀρχαγγέλων