Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.600
Not analysed yet
τὰς χιλιάδας, πολυπραγμονεῖ τὰ ὑπὸ γῆν, ἐπέκεινα τούτων ὑπερβαίνειν φιλονεικεῖ μὲν, οὐ δύναται δέ· ὅρον γὰρ ἔχει τῆς φαντασίας ἃ μεμάθηκεν εἶναι. Τοῦτον ἔχων ἡγεμόνα, καὶ κυβερνήτην, καὶ ἡνίοχον, τῶν θείων δωρεῶν οὐκ αἰσθάνῃ· οὐ λογίζῃ τῶν εὐεργεσιῶν τὸ πλῆθος, ἀλλ' ἐπιμένεις ἀχαριστῶν· καὶ τοσούτων σοι διδασκάλων προκειμένων, μαθεῖν οὐκ ἐθέλεις τὰ τῆς Προνοίας στοιχεῖα. Ὅρα μή σε παντελῶς ἀτημέλητον καταλίπῃ, καὶ τῇ πείρᾳ μάθῃς προνοίας, καὶ κηδεμονίας, καὶ ἐρημίας διαφοράν. Δεῦρο τοιγαροῦν, ὦ φιλότης, ἐφ' ἕτερόν σε μεταγάγωμεν τοῦ σώματος μέρος. Βλέπε δή μοι τὴν ῥάχιν, ἀπὸ μὲν τοῦ πλατέος ὀστοῦ τοῖς γλουτοῖς ἐπικειμένου τὴν ἀρχὴν ἔχουσαν, μέχρι δὲ τραχήλου διήκουσαν, καὶ κίονι παραπλησίως στεγανῷ, καὶ ἐκ σπονδύλων πολλῶν συγκειμένῳ, τήν τε κοιλίαν φέρουσαν, καὶ ὤμους, καὶ χεῖρας, καὶ αὐχένα, καὶ κεφαλήν. Ἐπειδὴ γὰρ οὐδὲν ἔξωθεν ὀστοῦν ὁ Ποιητὴς τῇ κοιλίᾳ περιτέθεικεν, ἵνα τὴν τροφὴν ὑποδεχομένη εὐρύνηται ῥᾳδίως, καὶ τὸν ἀρκοῦντα τοῖς σιτίοις ὄγκον ἐργάζηται, ὄπισθεν αὐτὴν ἡ ῥάχις ὑπερείδει. Ἐκ πλειόνων δὲ αὐτὴν ὀστῶν ὁ Ποιητὴς συνέθηκεν, ὅπως καὶ κάμπτηται ῥᾳδίως, κύπτειν τοῦ ζώου βουλομένου, καὶ τῇ κάμψει μὴ θρύπτηται. Τρέφει δὲ ταύτην ὁ νωτιαῖος μυελὸς, πηγὴν τὸν ἐγκέφαλον ἔχων. Τί με δεῖ λέγειν περὶ χειρῶν, ὧν τὴν χρείαν αἱ παντοδαπαὶ κηρύττουσι τέχναι; Ἀλλ' ἐκείνων τὴν μνήμην ἐν τῷ μετὰ ταῦτα ποιησόμεθα λόγῳ· οὐκοῦν καὶ τῆς τῶν χειρῶν χρείας τὴν ἐξήγησιν ἐκείνῳ φυλάξωμεν. Ἀνάβηθι τοίνυν ἐπὶ τὸν τράχηλον, καὶ θεώρησον τὴν τούτου διάπλασιν· καὶ ἀναμνήσθητί μοι τῶν κιόνων, τῶν κάτωθεν ἄνω διατετρημένων, καὶ πολλὰς τοιαύτας διατρήσεις ἐχόντων, καὶ μίαν μέσην μεγίστην, δι' ἧς οἱ τῶν ὑδάτων ὀχετοὶ πλεῖστον μὲν ἀνάγουσιν ὕδωρ, διανέμοντες δὲ τοῦτο, κατιέναι διὰ τῶν ἄλλων παρακελεύονται, καὶ τὸ μὲν εἰς τὸ νότιον μέρος τῆς πόλεως παραπέμπουσι, τὸ δὲ εἰς τὸ ἑῷον, ἄλλο δὲ εἰς τὸ ἑσπέριον, ἕτερον δὲ εἰς τὸ βόρειον. Ταύτην ὁ τράχηλος τὴν χρείαν παρέχει τῷ σώματι. Μιμεῖται γὰρ, ὡς ἔφην ἤδη, τὴν φύσιν ἡ τέχνη, καὶ ἐξομοιοῖ τὰ οἰκεῖα μηχανήματα τοῖς ἐκείνης ποιήμασιν. Ὁ τράχηλος τοιγαροῦν ἔχει μὲν τοῦ στομάχου τὸ στόμα, παραπέμπει δὲ τῇ γαστρὶ τὰ σιτία καὶ ποτά. Ἔχει δὲ τὴν τραχεῖαν ἀρτηρίαν ἀπὸ τοῦ πνεύμονος μέχρι τοῦ λάρυγγος ἀφικνουμένην· ἔχει δὲ καὶ τὰς φλέβας, καὶ τὰς λείας ἀρτηρίας, δι' ὧν ὁ ἐγκέφαλος δέχεται μὲν αἷμα καὶ πνεῦμα· τρεφόμενος δὲ καὶ αὐξόμενος, διὰ τῶν συμπεφυκότων ὀστῶν τὸν νωτιαῖον μυελὸν παραπέμπει τῇ ῥάχει· ἀφ' οὗ τρέφεται μὲν ἅπασα