Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.601
Not analysed yet
τῶν ὀστῶν ἡ φύσις, ἀποφύεται δὲ νεῦρα τὰ ἰσχυρότατα, τά τε παχέα καὶ τὰ λεπτὰ, τά τε πλατέα καὶ τὰ στρογγύλα, δι' ὧν τά τε ἄρθρα δεσμεῖται, καὶ οἱ μύες τὴν κινητικὴν ἐνέργειαν δέχονται. Ἐπειδὴ δὲ εἰς αὐτὴν ἥκομεν τὴν κεφαλὴν, βλέπε αὐτὴν ὥσπερ ἀκρόπολίν τινα τῆς τοῦ σώματος πόλεως ἐν ὕψει καθημένην, καὶ οἷόν τινα πλοῦτον καὶ θησαυρὸν ἐν ἰσχυροτάτῳ φρουρίῳ φυλάττουσαν τὸν ἐγκέφαλον. Τὸ γὰρ κρανίον οἷον ἕρκος καὶ κράνος· ἐπώνυμον γὰρ τούτου τὸ κράνος, πρὸς τὴν τούτου μίμησιν κατεσκευασμένον· τῷ ἐγκεφάλῳ περικείμενον, τὴν ἔξωθεν ἐπερχομένην βλάβην εἰς δύναμιν ἀπείργει. Ἵνα δὲ μὴ ὑπὸ τῶν ὀστῶν, σκληρῶν ὄντων καὶ ἀντιτύπων, μαλακὸς ὢν λίαν οὗτος, καὶ κομιδῇ χαῦνος, λώβην τινὰ νυττόμενος δέξηται, δύο αὐτῷ περιέθηκε χιτῶνας, ἃς μήνιγγας ἰατρῶν ὀνομάζουσι παῖδες. Ἀλλὰ τὴν μὲν λεπτοτάτην καὶ χοροειδῆ καλουμένην, συνέφυσεν αὐτῷ, καὶ λίαν αὐτῷ προσψαύειν πεποίηκε, καὶ συνέχειν αὐτὸν δυναμένην, καὶ πληκτικὴν οὐκ ἔχουσαν δύναμιν διὰ τὴν ἄγαν λεπτότητα· τὴν δὲ ἑτέραν στεγανὴν μὲν καὶ ἰσχυρὰν ἐποίησεν, ἐγκεφάλου δὲ αὕτη καὶ κρανίου τὴν μέσην ἀπεκλήρωσε χώραν, ἵνα μήτε λυπῇ τὸν ἐγκέφαλον σκληροτέραν ἔχουσα τὴν οὐσίαν, μήτε ὑπὸ τῶν ὀστῶν λυπῆται, μαλακωτέραν ἐκείνων ἔχουσα φύσιν. Ὁ μὲν οὖν ἐγκέφαλος, οἷόν τις πλοῦτος, ὡς ἔφην, ἐν τῇ κεφαλῇ καθάπερ ἐν ἀκροπόλει φυλάττεται. Ἐπειδὴ δὲ ἔδει τῷ φρουράρχῳ νῷ καὶ κατασκόπων, τά τε πολέμια καὶ τὰ φίλια προορώντων, δέδωκε καὶ τούτους ὁ Ποιητὴς, καὶ οὐχ ἑνὶ ταύτην τὴν περιωπὴν ἐνεχείρισεν, ἀλλὰ δύο φύλακας ἔστησε, καὶ τῷ μὲν τὰ δεξιὰ, τῷ δὲ τὰ εὐώνυμα καραδοκεῖν καὶ περισκοπεῖν ἐνομοθέτησεν. Ἐπειδὴ δὲ καὶ οὗτοι φυλάκων ἐδέοντο, καὶ ἐπάλξεων, καὶ προμαχώνων καὶ χαρακώματος, οὐδὲ τούτων ὁ τῆς πόλεως ταύτης ἠμέλησε Ποιητής· ἀλλ' ἐπέθηκε τοῖς ὀφθαλμοῖς, οἷς τὴν ὀπτικὴν ἐνεχείρισεν αἴσθησιν, οἷόν τινας ἐπάλξεις καὶ προμαχῶνας, τῶν ὀφρύων τὰς προβολὰς, ὑφ' ἃς κρυπτόμενοι περισκοπεῖν ἀσφαλῶς τὰ πόῤῥωθεν δύνανται. Ταύταις δὲ ταῖς ἐπάλξεσιν, οἷόν τινα ὄροφον τῶν ἄνωθεν ἐπιπεμπομένων ὑετῶν, ἐνέφυσε τρίχας τινὰς λεπτὰς, καὶ ἐπὶ τὸ ἔξω τοῦ προσώπου νενευκυίας, τὸν ἐκ τοῦ μετώπου καταῤῥεόμενον ἱδρῶτα δεχομένας, ἀλλήλαις δὲ παραπεμπούσας, καὶ διὰ τῶν κροτάφων ἀποσταζούσας, καὶ τοὺς ὀφθαλμοὺς ταύτης ἐλευθερούσας τῆς λώβης. Ἐπειδὴ δὲ καὶ πανοπλίας οἱ φύλακες ἐδέοντο, περιτίθησι μὲν αὐτοῖς τοὺς τῶν βλεφάρων χιτῶνας, καθάπερ δὲ δόρατα καὶ βέλη τὰς βλεφαρίδας συντίθησιν, οὐκέτι ὁμοίως ταῖς ὀφρύσι κεκλιμένας, ἵνα μὴ ἀντὶ προμάχων ἐπίβουλοι γίνωνται· οὔτε μὴν κατ' εὐθεῖαν γραμμὴν τεταμένας, ἵνα μὴ ἀλλήλαις ἐν τῇ μύσει τῶν βλεφάρων προστρίβωνται, ἀλλ' ἐπὶ τὸ ἔξω βραχύ τι νενευκυίας, ἵνα τῶν λεπτοτάτων σωμάτων ἀπωθῶ[ν]ται τὴν βλάβην. Ἀνέμου γὰρ σφοδρότερον πνέοντος, καὶ κόνις οὐ λεπτὴ μόνον, ἀλλὰ καὶ παχυτέρα