Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.617
Not analysed yet
ἐρανιζομένας τὸ χρήσιμον· οἰκοδομικὴν μὲν, παρὰ τῆς χαλκευτικῆς τὰ ὄργανα· χαλκευτικὴν δὲ, παρὰ τῆς οἰκοδομικῆς τὴν οἰκίαν· ἀμφοτέρας δὲ, παρὰ τῆς γεωργικῆς τὴν τροφήν. Καὶ τὴν γεωργικὴν αὖ, παρὰ τούτων τήν τε τῶν οἰκιῶν κατασκευὴν, καὶ τὰ συνεργεῖν εἰς γεωργίαν δυνάμενα. Μᾶλλον δὲ σκόπησον ἐξ ἀρχῆς πῶς ὑπέδειξεν ὁ Ποιητὴς τῷδε τῷ ζώῳ τὰς ἀναγκαίας χρείας. Πόθεν γὰρ ἔγνω μεταλλεύειν σίδηρον καὶ χαλκὸν καὶ μόλυβδον καὶ καττίτερον; Τίς δὲ αὐτῷ τὰς ἀργυρίτιδας ὑπέδειξε φλέβας; Τίς δὲ τὴν χρυσῖτιν γῆν ὀρύττειν ἐδίδαξε, καὶ τὰ μικρὰ ψήγματα τοῦ χρυσίου συλλέγειν ὑπέδειξε; Πόθεν ἔμαθε φύσιν ὑέλου; Τίς αὐτὸν τῆς ψάμμου τὴν διαφορὰν ἐπαίδευσε; Τίς αὐτὸν ἐδίδαξε τὴν τοιάνδε ψάμμον τῷ πυρὶ παραδίδοσθαι, καὶ ὅπως, καὶ ἐπὶ πόσον; καὶ τὴν συνεχῆ μὲν χωρίζειν, τὴν χωριστὴν δὲ εἰς συνεχὲς ἀχώριστον μεταβάλλειν; Πῶς ἔγνω διαπλάττειν ἐκ ταύτης, πυρὶ καὶ πνεύματι συνεργῷ κεχρημένος, ἐκπωμάτων εἴδη μυρία, φιάλας, καὶ κύλικας, καὶ βομβύλους, καὶ ἀμφορίσκους, καὶ ἔπιπλα, καὶ ἕτερα σκεύη πρὸς πᾶσαν χρείαν βρωτῶν καὶ ποτῶν ἐπιτήδεια; Δῆλον τοιγαροῦν, ὡς τούτων ἁπάντων τὴν γνῶσιν παρὰ τοῦ πεποιηκότος ἐδέξατο, καὶ τῶν ἐπινοιῶν τὰς δυνάμεις, καὶ τῶν τεχνῶν τὰς εὑρέσεις, τῇ φύσει ὁ δημιουργήσας ἐγκατεβάλετο. Διὸ καὶ τῷ μεγάλῳ Ἰὼβ προσδιαλεγόμενος ἔλεγε· «Τίς ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, καὶ ποικιλτικὴν ἐπιστήμην; Θεόσδοτον γὰρ τῷ ὄντι καὶ τοῦτο τῆς τέχνης τὸ χρῶμα. Τῷ χρόνῳ μὲν γὰρ εὐκαταφρόνητον γέγονε, καὶ ἡ γνῶσις τῆς ἐργασίας ἀφῄρηται τῶν εὑρηκότων τὴν εὐφημίαν. Εἰ δέ τις ἀκριβῶς ἕκαστον σκοπῆσαι θελήσειε, σφόδρα ἂν καὶ ταύτην τὴν τέχνην θαυμάσειεν. Τὰ γὰρ ἔρια κειρόμενα, καὶ τοῖς ὕδασι καθαιρόμενα, διαξαίνεται μὲν πρῶτον, καὶ εἰς λεπτὰ διαιρεῖται, εἶτα τὸ κάταγμα μήρυμα γίνεται· ἔπειτα, ἡ ταλασιουργία λαβοῦσα, τὸ μὲν ἀκραιφνὲς καὶ οἱονεὶ εὐθείας ἔχον τὰς ἶνας, τῶν λοιπῶν ἀποκρίνει· καὶ τὰ λοιπὰ δὲ συντιθεῖσα, κρόκην κατασκευάζει τῷ στήμονι. Εἶτα γυναικῶν χεῖρες λαβοῦσαι, τὰ λεπτὰ νήθουσι νήματα, καὶ ταῦτα πρότερον, οἷόν τινας χορδὰς, κατὰ τάξιν ἐν τοῖς ἱστοῖς διατείνασαι, ἐμβάλλουσι μὲν τὴν κρόκην, ταῖς δὲ κερκίσι τοὺς στήμονας διακρίνασαι, καὶ τῶν ἐμβεβλημένων μηρίνθων, τὰς μὲν χαλῶσαι, τὰς δὲ τείνουσαι, εἶτα τοῖς εἰς τοῦτο συντεθημένοις ὀργάνοις οἷον ὠθοῦσαι καὶ πιλοῦσαι τὴν κρόκην, οὕτως ἀποτελοῦσι τὸ ὕφασμα. Τίς ἂν πρὸς ἀξίαν τὴν δοθεῖσαν σοφίαν τῷ ζώῳ θαυμάσειε; Πῶς ἑνὶ χρώματι τῶν ὑποκειμένων, ἐρίων ἢ σηρικῶν νημάτων, παντοδαπῶν ζώων ἐνυφαίνονται τύποι, καὶ ἀνθρώπων ἰνδάλματα, τῶν μὲν θηρευόντων, τῶν δὲ προσευχομένων, καὶ δένδρων εἰκόνες, καὶ ἕτερα ἄλλα μυρία. Ἀλη-