Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.620
Not analysed yet
θῶς αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, τὰ τοσαύτης ἀξιωθέντα σοφίας, τὰ τοσούτοις ἀγαθοῖς ἐντρυφῶντα. Τίς τὸν θαλάττιον ἰχθὺν βαφὴν τοῖς ἐρίοις ἀπέφηνε; τίς πάλιν ταύτης τῆς τέχνης εὑρετὴς ἐγένετο, καὶ εἰς μυρία χρωμάτων εἴδη μεταμφιέννυσι τῶν ἐρίων τὸ εἶδος; Ἀλλ' ἴσως ἀχαριστίαν νοσῶν φήσεις, λεπτότερα νήθειν τῶν ἀνθρώπων καὶ σκώληκας νήματα. Ἀλλὰ καὶ τοῦτο τῆς θείας ἔργον κηδεμονίας. Ἵνα γὰρ μὴ μεγαλοφρονῇς ἐπὶ τῇ τῶν παντοδαπῶν τεχνῶν σοφίᾳ, μηδὲ νεανιεύῃ τῷ πλήθει τοῦ πλούτου, διὰ σκωλήκων ὁ κηδεμών σε παιδεύει, ὡς οὐ τῆς σῆς ἐστι ταῦτα δυνάμεως, ἀλλὰ τῆς θείας φιλανθρωπίας τὰ δῶρα. Οὕτω δέ σε παιδαγωγῶν, παραμυθεῖται πάλιν, ἵνα μὴ ἀλγῇς ὑπ' ἐκείνων νικώμενος, σοὶ προσφέρων ἐκεῖνα τὰ νήματα, καὶ τοῖς σοῖς ὑποτάττων ζυγοῖς τὸν ἐκείνων ἐργάτην. Σὺ μόνος ἐξ ἁπάντων τῶν ζώων πόλεις εἰς κάλλος ᾠκοδόμησας, καὶ πύργοις, καὶ περιβόλοις ὠχύρωσας, καταγωγίων δὲ καὶ οἰκητηρίων ἐδομήσω κάλλη, καὶ τοῖς λιμέσι θάλατταν τῇ ἠπείρῳ συνέζευξας. Ἐπειδὴ δὲ θνητὸν ὁ Ποιητής σε κατὰ τὸν παρόντα βίον πεποιηκὼς, ᾔδει σε καὶ ἀῤῥωστίαις περιπεσούμενον (τὸ γὰρ θνητὸν πάθεσι συγκεκλήρωται), ἐδίδαξέ σε καὶ τέχνην ἰατρικὴν, καὶ τήνδε τὴν ἐπιστήμην τοῖς πάθεσιν ἀντεστράτευσεν. Ἐντεῦθεν μεμάθηκας τῶν μὴ φαινομένων παθημάτων εἰδέναι διαφορὰν, καὶ τῇ κινήσει τῶν σφυγμῶν, πυρετῶν ἐπιτάσεις καὶ ἀνέσεις γνωρίζειν, καὶ εἰσβολῆς, καὶ ἀκμῆς, καὶ παρακμῆς ἐπιγινώσκειν καιρὸν, καὶ θανάτου προορᾷν γνωρίσματα, καὶ τῆς ἐνοχλούσης ὕλης τὸ εἶδος γνωρίζειν, καὶ ταύτῃ προσφέρειν τὰ πολεμεῖν πεφυκότα, καὶ τὴν μὲν ὑγρὰν ξηραίνειν, τὴν δὲ θερμὴν καταψύχειν, ἐκπυροῦν δὲ καὶ ἐκθερμαίνειν τὴν ἐψυγμένην, ἐκφορεῖν δὲ τὴν πλημμυροῦσαν, ἢ ἐμετικοῖς, ἢ προωστικοῖς φαρμάκοις, ἢ τῇ τομῇ τῶν φλεβῶν. Καὶ τίς ἂν ἐφίκοιτο λόγος, ἢ τοῦ πλήθους τῶν παθημάτων, ἢ τοῦ πλήθους τῶν ἰαμάτων; Πολλὰ μὲν γὰρ τὰ τῇ φύσει τοῦ σώματος πολεμοῦντα, πολλαπλάσια δὲ τὰ τούτων ἀλεξιφάρμακα. Πολλὰ γὰρ ἐφεῦρεν ἡ τέχνη ἑκάστῳ πάθει πολεμεῖν πεφυκότα. Τούτου χάριν ὁ Ποιητὴς, καὶ βοτάνας πολλὰς, οὐκ ἐδωδίμους μόνον, ἀλλὰ καὶ ἀχρήστους εἰς ἐδωδὴν, τῇ γῇ βλαστῆσαι προσέταξεν, ἐπειδήπερ οὐ μόνης τροφῆς, ἀλλὰ καὶ θεραπείας ἐνδεεῖς ἐσμεν οἱ ἄνθρωποι. Τούτων τοιγαροῦν τὰς μὲν ἡμεῖς ὀψοποιούμεθα, τὰς δὲ τῶν ἀλόγων ἐσθίει τὰ ποηφάγα, τὰς δὲ ἰατρῶν συλλέγοντες παῖδες, τὰ ἀλεξίκακα κατασκευάζουσι φάρμακα, καὶ τὸ εἰς ἐδωδὴν ὀλέθριον, ἀλεξίκακον γίνεται φάρμακον. Μηδὲ ταῦτά σε τοιγαροῦν εἰς κατηγορίαν τῆς Προνοίας κινείτω. Τούτων γὰρ ἕκαστον εἰς εὐφημίαν τῶν εὐγνωμόνων τὴν γλῶτταν καλεῖ. Ἀλλὰ