Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.625
Not analysed yet
ἀγκύλαις τῷ τε αὐχένι τὰ φορτία περιτιθείσας, καὶ οὕτως εἰς τοὺς σίμβλους ἐπανιούσας· εἶτα οἰκοδομούσας τὰ κηρία, μήτε κανόνος μήτε γνώμονος δεομένας, καὶ τάς τε γωνίας ἴσας ἀλλήλαις ὑπὲρ πᾶσαν γραμμικὴν ἐπιστήμην ἐργάζεσθαι, τά τε τῶν τοίχων ὑφάσματα, καὶ τὰ τοῦ μέλιτος διαφράγματα, λεπτὰ μάλα καὶ ἤτρια καὶ ὑμενώδη δομεῖσθαι, καὶ τὴν ὑγρὰν τοῦ μέλιτος φύσιν τοῖς λεπτοῖς τούτοις καὶ συχνοῖς διατειχίσμασιν εὖ μάλα συνέχειν, εἶθ' οὕτω τῶν γλυκέων τοῦ μέλιτος ναμάτων τὰ δοχεῖα ἀνάπλεα ποιεῖν. Τί τοιοῦτον, φασὶν, ἐτεχνάσατο τῶν ἀνθρώπων ἡ φύσις, εἰς φοιτητὰς καὶ διδασκάλους διῃρημένη, καὶ πόνῳ πολλῷ καὶ χρόνῳ κατορθοῦσα τὴν τέχνην, οἷα τῶν μελιττῶν τὸ φιλόπονον καὶ φιλόκαλον γένος, οὐκ εἰς διδασκάλους καὶ φοιτητὰς μεμερισμένον, οὐδὲ ἱμάσι καὶ ῥάβδοις τὴν τέχνην δεδιδαγμένον, ἀλλ' ἔμφυτον ἔχον καὶ αὐτοδίδακτον τὴν ἀμήχανον ἐργασίαν, ὑφαίνει τε τὰ κηρία, καὶ πληροῖ τὰ δοχεῖα, οὐ μέτρων, οὐ κέντρων, οὐ γωνιῶν δεομένη; Καὶ τὰ δοχεῖα πληροῖ, οὐκ ἀποθλίβουσα βότρυας, οὐδ' ἑτέρῳ καρπῷ λυμαινομένη, ἀλλὰ τῆς δρόσου τὸ λεπτὸν ἀρυομένη, καὶ τοῦ μέλιτος φιλοτεχνοῦσα τὴν φύσιν. Φέρε τοίνυν, ἐξ αὐτῆς τῆς κατηγορίας τὴν ἀπολογίαν ὑφαίνωμεν· κομιδῇ γὰρ εὐπετῶς ὑφ' ἑαυτῆς λυθήσεται. Αἱ γὰρ μέλιτται τὸν πολὺν ἐκεῖνον καὶ εὐφυῆ πόνον, καὶ τὸν ἄριστον δὲ καὶ ἥδιστον τοῦ πόνου καρπὸν, τῇ φύσει τῶν ἀνθρώπων προσφέρουσι· καὶ οἷόν τινες οἰκέται ὑπὸ τοῦ νόμου τῆς δεσποτείας ἀναγκαζόμεναι, καὶ τῶν οἰκήσεων ἐξίασι, καὶ τὸ χρειῶδες συλλέγουσι, καὶ ἀχθοφοροῦσαι διατελοῦσι, καὶ σπουδαίως οἰκοδομοῦσι, καὶ τοῦ μέλιτος ἐνιεῖσαι τὰ νάματα, ὥσπερ τινὶ θησαυρῷ σήμαντρα καὶ σφραγῖδας ἐπιβάλλουσι, καὶ οἷόν τινα δασμὸν καὶ φόρον, ὡς βασιλεῦσι διηνεκῶς τοῖς ἀνθρώποις χορηγοῦσι. Τί οὖν, ὦ ταλαίπωρε, συκοφαντεῖς, καὶ τὸν φόρον καρπούμενος, τοῦ φόρου τὸν πράκτορα βλασφημεῖς, καὶ τοῖς ἀλλοτρίοις πόνοις ἐπεντρυφῶν, τὸν τούτων χορηγὸν λόγοις ἀχαρίστοις κατατοξεύεις; Οὐ μόνον δὲ τοὺς τῆς φιλοπονίας αὐτῶν δρέπῃ καρποὺς, ἀλλὰ καὶ ἑτέραν ὠφέλειαν ἐντεῦθεν τρυγᾷς. Πρῶτον μὲν γὰρ μανθάνεις, ὅσων ἀγαθῶν ἡ ὁμόνοια πρόξενος, καὶ ἡλίκων καρπῶν τυγχάνει δημιουργός. Πολιτικὸν γὰρ βίον μιμεῖται τὰ σμήνη τῶν μελιττῶν· οὐδὲν παρ' ἐκείναις ἴδιον, ἀλλὰ κοινὸς ὁ πλοῦτος, ἀμέριστος ἡ κτῆσις. Οὐκ ἔχουσι δίκας, οὔτε δικαστήρια· οὐδὲ γὰρ ἀδικοῦσιν ἀλλήλας, οὐκ ἐφίενται τοῦ πλείονος, πρὸς μόνην ἐπιμόνως διάκεινται τὴν ἐργασίαν· διὸ καὶ τοὺς κηφῆνας ἔξω τῶν πυλῶν ἀπελαύνουσιν, ὡς πονεῖν οὐκ ἀνεχομένους, ἀργῶς δὲ τὸν ἀλλότριον ἀναλίσκοντας πόνον. Μισοῦσι πολυαρχίαν καὶ δημοκρατίαν· ἕνα ἔχουσιν ἡγεμόνα, ἐκείνῳ πείθεσθαι φίλον αὐταῖς. Καὶ τούτων ἕκαστον ἢ δρῶσιν ἢ πάσχουσιν, οὐ λόγων ἐπαΐουσαι, οὐδὲ νόμους ἀναγινώσκουσαι, οὐδὲ πρὸς διδασκάλους φοιτῶσαι· οὐδεμία γὰρ παρ' ἐκείναις σοφωτέρα τῆς ἑτέρας, οὐδὲ πλείονα οἶδε τῆς νεωτέρας ἡ πρεσβυτέρα· πᾶσαι δὲ ὁμοίως ἕκαστα τῶν εἰρημένων μετίασιν, οὐκ ἐν λογικῇ γνώσει,