Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.624
Not analysed yet
ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.» Αὐτῷ ἡ δόξα νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Εʹ. Ἀπόδειξις ἐκ τῆς τῶν ἀλόγων ζώων ὑποταγῆς. Ὅση τοῦ Ποιητοῦ τῶν ὅλων ἡ περὶ τὴν ἡμετέραν φύσιν κηδεμονία, ὑμεῖς μὲν ἴστε σαφῶς, ὦ φίλοι καὶ θιασῶται, καὶ τῆς τῶν λόγων διδασκαλίας οὐ δεῖσθε. Τὰς γὰρ πηγὰς τῶν εὐεργεσιῶν διηνεκῶς ἐκεῖθεν δεχόμενοι, εἰς δύναμιν τῷ χορηγῷ τὸν ὕμνον προσφέρετε. Ἐπειδὴ δέ τινες πολλὴν ἀναλγησίαν νοσοῦντες, τῶν θείων οὐκ ἐπαισθάνονται δωρεῶν, ἀλλὰ τοῖς θεοσδότοις ἀγαθοῖς ἐντρυφῶντες, ἀχαρίστους κατὰ τοῦ πεποιηκότος φωνὰς ἐρυγγάνουσιν, ἀναγκαίως ὁ λόγος, καὶ τὴν κτίσιν σὺν τάχει πολλῷ περινοστήσας, καὶ τὴν φύσιν τὴν ἀνθρωπείαν εἰς μέσον παραγαγὼν, ὑπέδειξεν ἐν ἑκάστῳ μορίῳ, καὶ τῆς κτίσεως, καὶ τῆς ἡμετέρας φύσεως, τοῦ Θεοῦ τὴν πρόνοιαν ἐναργῶς μάλα προφαινομένην. Καὶ τεχνῶν δὲ ὀλίγων τὴν σοφίαν ὁμοῦ καὶ τὴν χρείαν δήλην πεποίηκεν, ὧν ὁ νοῦς ὁ ἀνθρώπειος εὑρετὴς ἐγένετο. Τὰς δὲ, φιλοτιμίας ἕνεκεν καὶ τρυφῆς εὑρημένας, ζωγραφικήν φημι, καὶ πλαστικὴν, ἀγαλματουργικήν τε καὶ χρυσοχοϊκὴν, ὀψαρτυτικήν τε καὶ ποπάνων μυρίων εὑρήματα, ἑκὼν παραλέλοιπε· πρὸς δὲ τούτοις, καὶ τὰς πέρα τοῦ μέτρου πολυπραγμοσύνας, ἀστρονομικὴν λέγω, καὶ γεωμετρικὴν, ἀριθμητικήν τε καὶ μουσικὴν, ἧς ἔργον κατακηλεῖν τὴν ἀκοὴν καὶ μεταφέρειν, καὶ τὰς τῆς ψυχῆς διαθέσεις πρὸς ὃ βούλεται μεταβάλλειν, καὶ τὴν μὲν ἀθυμοῦσαν εἰς θυμηδίαν χαλᾷν, τὴν δὲ κεχαλασμένην, σύντονον καὶ ἀνδρείαν ἐργάζεσθαι· ταύτας καὶ τὰς τοιαύτας ἑκὼν ὁ λόγος παρέλιπε, καὶ τὸ μῆκος φεύγων, καὶ συντομίας φροντίζων, καὶ τῇ διανοίᾳ τῶν ἀκουόντων τὴν τέχνης ἑκάστης θεωρίαν ἐπιτρέπων. Ῥᾴδιον γὰρ ἐκ τῶν εἰρημένων ἀφορμὰς εἰς κατανόησιν τῶν παραλειφθέντων παραλαβεῖν. Ἀλλ' ἴσως ἂν εἴποιεν οἱ τὸν εὐεργέτην ὑμνεῖν οὐκ εἰδότες, συκοφαντεῖν δὲ μεμαθηκότες, ὡς οὐ μόνον τῇ φύσει τῶν ἀνθρώπων τῶν τεχνῶν τὴν εὕρεσιν ὁ Ποιητὴς ἐδωρήσατο· ἔστι γὰρ ἰδεῖν καὶ τῶν πτηνῶν τὸ σμικρότατον γένος, τὰς μελίττας, πολιτικὸν καὶ κοινωνικὸν αἱρουμένας βίον, διὰ δὲ τὴν ἀσθένειαν τῷ κέντρῳ καθωπλισμένας, ἀμοιβαδὸν δὲ καὶ κατὰ τάξιν ἐκ τῶν σίμβλων ἀπαιρούσας, καὶ τὸν ἀέρα διαπερώσας, καὶ ἄλση καὶ λειμῶνας καὶ λήϊα περιπετομένας, καὶ ἄνθεσι, καὶ φύλλοις, καὶ καρποῖς ἐφιζανούσας, καὶ τὸ χνοῶδες καὶ χρειῶδες συλλεγούσας, καὶ σφᾶς αὐτὰς φορτιζούσας, καὶ ταῖς τε