Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.632
Not analysed yet
αἴσθησιν. Λαμβάνεις δὲ συνεργὸν εἰς ἄγραν τὸν τῆς διώξεως φόβον· ἐξελαυνόμενα γὰρ τὰ θηρευόμενα τῶν ὀρνίθων, καὶ ἐντεῦθεν κἀκεῖθεν εἰς τὰ θήρατρα συνωθούμενα, δειμαίνοντα τοὺς διώκοντας, κατιδεῖν ἀκριβῶς οὐκ ἰσχύει τὰ πρόσω· εἶτα τοῖς ἀφανῶς τεταμένοις ἐφιπτάμενα δικτύοις, περιπίπτει τοῖς βρόχοις. Καὶ ταῦτα μὲν ἀέρι κρεμαννὺς, θηρεύεις τοὺς ὄρνιθας. Ἕτερα δέ σοι τούτων πάλιν στεγανώτερα μεμηχάνηται πρὸς τὴν αὐτὴν τούτων τῶν ζώων ἄγραν, ἃ τῇ γῇ μὲν ἐφαπλοῖς, βόθρον δὲ ὀρύττων, ὕδατος τοῦτον πληροῖς, χειροήθεις δὲ ὄρνιθας ἐφιστᾷς τοῖς δικτύοις, ἵνα τῇ ὄψει καὶ τῇ φωνῇ τοὺς ὁμογενεῖς ἐφελκύσωνται. Εἶτα τοῦ μὲν ὕδατος ὁρωμένου, τοῦ δὲ ὄρνιθος φθεγγομένου τε καὶ φαινομένου, οἱ μὲν ἐφίπτανται, σὺ δὲ τῇ τέχνῃ χρώμενος, ἐντὸς αὐτοὺς τῶν δικτύων ποιεῖς. Ἑτέρα σοι πάλιν ἐξεύρηται μηχανὴ πρὸς τετραπόδων θήραν. Ἁρπεδόναι μὲν γὰρ, καὶ ποδάγραι καὶ ποδοστράβαι, τοὺς ἐλάφους θηρεύουσιν· ἄρκυες δὲ, συάγρους, καὶ δορκάδας, καὶ λαγωούς· βάραθρα δὲ, καὶ τὰ τοιαῦτα μηχανήματα, τῶν θηρίων τὰ ἀγριώτατα. Οὐκ ἤρκεσε δέ σοι τῶν πετεινῶν καὶ κτηνῶν ἡ φύσις εἰς θήραν, ἀλλ' ἤδη καὶ τῶν θαλαττίων κατετόλμησας ζώων, καὶ κύρτους, καὶ πάναγρα, καὶ ἀμφίβληστρα, καὶ σαγήνας, καὶ ὅσα τοιαῦτα κατασκευάσας, τὴν νηκτὴν φύσιν ἀγρεύεις, καὶ τὴν ὑποβρύχιον τῇ τέχνῃ μετέωρον φέρεις, καὶ τοὺς τῶν ὑδάτων τροφίμους θηρεύεις, καὶ χερσαῖος ὢν ἀνάγεις παρὰ σαυτὸν τοὺς τὸν βυθὸν ἔχοντας ἐνδιαίτημα· καὶ τὰ μυρία τῶν ἰχθύων γένη σοὶ πρόκειται εἰς ἀπόλαυσιν, τῆς ἁλιευτικῆς σοι τέχνης τούτων παρεχούσης τὴν χρείαν. Μὴ τοίνυν δυσχεραίνῃς ἰδὼν ἀράχνην τὰ λεπτὰ ὑφαίνοντα νήματα· κερδαίνεις μὲν γὰρ παρ' ἐκείνου, τὸ μὴ μέγα φρονεῖν, ἀλλὰ τὸν κοινὸν Δημιουργὸν ἀνυμνεῖν. Ψυχαγωγῇ δὲ πάλιν, ὁρῶν μὲν ἐκεῖνον ἐμπίδας καὶ κώνωπας ἀγρεύοντα, καὶ τὰ τοιαῦτα ζωΰφια, σεαυτὸν δὲ καὶ πτηνῶν τῶν ὀξυτάτων τῇ σοφίᾳ περιγενόμενον, καὶ τὴν νηκτὴν καὶ ὑποβρύχιον φύσιν τοῖς σοῖς μηχανήμασιν εἴκειν ἠναγκασμένην, καὶ τῶν πεζῶν τὰ γένη τοῖς σοῖς νόμοις πειθόμενα. Μὴ τοίνυν δυσχεραίνῃς, ὡς πτερῶν ἐστερημένος· εἴληχας γὰρ σοφίαν ὑποχείριόν σοι τὴν ὑπόπτερον φύσιν ἐργαζομένην. Ἔχεις δὲ καὶ νοῦν, πτηνῶν ἁπάντων, μᾶλλον δὲ καὶ αὐτῶν τῶν ἀνέμων ὀξύτερον· ἔνθα γὰρ ἂν νεύσῃ, ἐκεῖσε παραχρῆμα γίνεται· καὶ ἐν τῷ σώματι καθειργμένος, καὶ τῇ γῇ προσδεδεμένος, οὐρανόν τε περιπολεῖ, καὶ τὰ ἐν οὐρανῷ κάλλη, καὶ τὸν οὐρανὸν ὑπερβαίνει, καὶ τὰ ὑπὲρ ἐκεῖνον φαντάζεται, καὶ τὴν οἰκουμένην περινοστεῖ, καὶ ἔθνεσι μυρίοις συγγίνεται, καὶ τοῖς πόῤῥωθεν οὖσι τῶν φίλων προσδιαλέγεται. Τί τοίνυν ἀλγύνει σε καὶ ἀνιᾷ τῶν ὁρωμένων πτερῶν ἡ στέρησις, τοιαῦτα πτερὰ νοητὰ κεκτημένον