Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.633
Not analysed yet
οὕτω ῥᾳδίως τῶν ὑποπτέρων περιγινόμενα; Οὐ πτερωτὸν ἔχεις τὸ σῶμα, ἀλλὰ τοὺς ἀεροπόρους ὄρνιθας τῇ σοφίᾳ θηρεύεις· ταύτῃ συνεργῷ κεχρημένος, ταῦρον ἰσχύϊ καὶ κέρασιν ὡπλισμένον ὑπὸ ζυγὸν ἄγεις, καὶ δουλεύειν ἀναγκάζεις, καὶ πόνοις διηνεκέσιν ὑποβάλλεις, ἄρουραν τέμνειν, ἅμαξαν σύρειν, τὰ τοῖς ἀχθοφοροῦσι τῶν κτηνῶν ἀδύνατα μεταφέρειν, οἰκοδόμοις μετακομίζειν τὰς ὕλας. Καὶ σὺ μὲν κελεύεις, ὁ δὲ τὸν ζυγὸν ὑπέρχεται, καὶ τῆς ζεύγλης ἀνέχεται, καὶ τῆς τῶν κεράτων ἐπιλανθάνεται χρείας, καὶ τὴν σὴν δειμαίνει φωνὴν, καὶ τῆς ἰσχύος τὸ διάφορον οὐκ ἐπίσταται, ἀλλὰ τῷ λίαν ἀσθενεστέρῳ ζώῳ δουλεύειν ἀνέχεται. Τοσοῦτον ῥώμης σωμάτων ἀμείνων ὁ λόγος. Οὗτος καὶ ὄνον καὶ ἡμίονον καὶ κάμηλον ἀχθοφορεῖν κελεύει, καὶ κάθηται μὲν ἐπιτρεπόμενον τῶν εἰρημένων ἕκαστον, ἀνίσταται δὲ κελευόμενον καὶ τοῖς φορτίοις βαρυνόμενον· καὶ ταῖς μακραῖς ὁδοιπορίαις τρυχόμενον, ἀνέχεται τῶν ἀλγυνόντων, καὶ τοῖς βαρύνουσι πείθεται, καὶ προσφερόμενον μὲν δέχεται τὸν χιλὸν, λιμῷ δὲ πιεζόμενον, οὐ καταβοᾷ τῶν κεκτημένων. Τίς γὰρ ὁ τῆς δουλείας ὅρος, παρὰ τῆς φύσεως ἔμαθε. Διὰ τοῦτο καὶ μόνη τῶν κηδεμόνων ἡ φωνὴ καὶ τὰ λίαν ἰσχυρὰ τῶν ζώων δεδίττεται. Σὺ δὲ τοῦ τῆς κτίσεως ἁπάσης Δεσπότου καταφρονεῖς, καὶ λαμβάνων ἐκ τῆς τῶν ἀλόγων εἰκόνος ἀφορμὴν ὠφελείας, οὐδὲ θέλεις ὑποτάττεσθαι τῷ Κυρίῳ, καὶ ἱκετεύειν αὐτὸν, οὐδὲ φέρεις εὐτάκτως τῆς ἀρετῆς τὰ φορτία (ταῦτα γάρ σοι ὁ Δεσπότης ἐπέθηκεν)· ἀλλὰ σκιρτᾷς, καὶ τυραννεῖς, καὶ φεύγεις τὸν ζυγὸν ὡς ἀπειρόζυγος μόσχος, καὶ οὐκ ἀνέχῃ τῶν χαλινῶν, ἀλλὰ τούτους ἀποῤῥηγνὺς, δραπετεύεις καὶ φέρῃ κατὰ κρημνῶν, καὶ τὸν ἔμφυτον ἡνίοχον κατασύρεις. Ὅσοι δὲ τὴν καλὴν ταύτην δουλείαν ἠγάπησαν, καὶ τῷ δεσποτικῷ θερμῶς καὶ γενναίως ἐτρώθησαν ἔρωτι, πολλὴν καὶ ἀπὸ τῶν ἀλόγων εἵλκυσαν τὴν ὠφέλειαν. Διὸ καὶ ἐν Ψαλμοῖς δι' ἑνὸς βοῶσιν ἅπαντες· «Κτηνώδης ἐγενόμην παρὰ σοὶ, κἀγὼ διὰ παντὸς μετὰ σοῦ.» Τῷ γὰρ κτήνει παραπλησίως ἡγουμένῳ σοι, φησὶν, ἕπομαι, οὐ πολυπραγμονῶν εἰς ποίαν ἄγεις ὁδὸν, οὐδὲ περιεργαζόμενος ταύτης τὸ βραχὺ καὶ μακρὸν καὶ ἐπίπονον, οὐδὲ δυσχεραίνω ταύτης τὸ στενὸν καὶ πρόσαντες καὶ ἀμφίκρημνον. Πέπεικα γὰρ ἐμαυτὸν, ὡς ἀγαθὸς ὢν, ἀγαθῶς ὁδηγήσεις. Τούτου χάριν ἐν τοῖς ἄλλοις ἅπασιν ἐξεταστικός τίς εἰμι καὶ λογικὸς, καὶ κρίνειν τὸ δέον ἐπίσταμαι, καὶ φεύγειν τὸ λυποῦν οἶδα σαφῶς· σοῦ δὲ ἄγοντος, ἐῤῥῶσθαι φράσας ἐκείνῳ τῷ λογικῷ, τοῦ κτήνους μιμοῦμαι τὸ εὐπειθὲς, καὶ τοῖς ἄλλοις ὢν λογικὸς, κτηνώδης γίνομαι παρὰ σοί. Διὰ τοῦτο τῆς σῆς οὐ χωρίζομαι συνουσίας, ἀλλὰ διαπαντός εἰμι μετὰ σοῦ· ἐπειδὴ τοῖς σοῖς ἴχνεσιν ἕπομαι, καὶ τῷ χαλινῷ πείθομαι, καὶ ὡς ἂν ἄγῃς ἄγο-