Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.636
Not analysed yet
μαι, ἢν διὰ λείας, ἢν διὰ τραχείας, ἢν διὰ στενῆς, ἢν διὰ πλατείας με ξεναγῇς. Θαῤῥῶ γάρ σου τῇ σοφίᾳ, πιστεύω τῇ ἀγαθότητι. Οἶδα γὰρ τῷ ὄντι τοῦτο καλόν τε καὶ ἀγαθὸν, ὅπερ ἂν αὐτὸς ἐθελήσῃς. Τοσαύτην οἱ κερδαίνειν εἰδότες καὶ ἐκ τῆς ἀλόγου φύσεως ἔχουσιν ὠφέλειαν. Ὁρῶν καὶ σὺ τοιγαροῦν πειθόμενά σοι τῶν ἀλόγων τὰ γένη, πείθου τῷ δοῦλά σοι ταῦτα πεποιηκότι. Αὐτός σοι τῶν ἵππων ὑπέταξε τὰς ἀγέλας, καὶ γαυριῶντα τὸν ἵππον λαμβάνων, καὶ φέρειν ἐπιβάτην οὐκ ἐπιστάμενον, τῇ τέχνῃ μεταρυθμίζεις, τοῦ τε θράσους ἐλευθεροῖς, τά τε σκιρτήματα παύεις, καὶ τὸν εἰς ὕψος τεταμένον αὐχένα, καμπυλοειδῶς ἐπικάμπτεις, καὶ κάτω νεύειν παρασκευάζεις τὸ πρόσωπον, καὶ ῥυθμὸν διδάσκεις βαδίσματος, καὶ ὁπλῶν μετάθεσιν εὔτακτον, καὶ δρόμον ὀξὺν ὅταν δέῃ, καὶ χειροήθη τὸν ἀγελαῖον ποιεῖς, καὶ τῆς σῆς ἀνέχεσθαι φωνῆς καὶ χειρὸς ἀναπείθεις. Ἀνέχεταί σου καὶ μαστίγων ὁ πολλῷ σου κρείττων καὶ ῥώμῃ καὶ τάχει. Φέρει σου τὰς ἀπειλὰς, καὶ δέδιε, καὶ δι' ὧν δρᾷ τὴν δουλείαν ὁμολογεῖ. Οὗτός σοι καὶ θηρῶντι συνθηρεύει, καὶ πολεμοῦντι συναγωνίζεται, καὶ κατὰ τῶν ἀντιπάλων μετὰ ῥύμης χωρεῖ. Κἂν φεύγειν ἐθελήσῃς, δειλιῶν μεταβάλλει τὸ θράσος, καὶ τρέπεται, καὶ φεύγει, καὶ σὺν τάχει φερόμενος, τῶν διωκόντων ἐλευθεροῖ. Καὶ οὔτε κατὰ μετώπου φάλαγγος ὁρμᾷν κελευόμενος ἀπειθεῖ, οὔτε δραπετεύειν ἐπιταττόμενος ἀντιλέγει· ἀλλ' ἕνα οἶδεν ὅρον σωτηρίας, τοῦ ἐπιβάτου τὸν νόμον. Καὶ τί λέγω ἵππον, καὶ ὄνον, καὶ κάμηλον; Ἤδη γάρ σοι καὶ ἐλέφας, τῶν χερσαίων ζώων τὸ μέγιστον, ὑπακούειν ἐθέλει, ὁ καὶ τὰ μέγιστα τῶν δένδρων ἀνασπᾶσαι πρόῤῥιζα τῇ προνομαίᾳ δυνάμενος, καὶ οὐ λογίζεται τὴν ἰσχὺν, οὐκ ἐνθυμεῖται τὴν ῥώμην, οὐχ ὁρᾷ τὸν ὄγκον τοῦ σώματος, ὃς γηλόφους τινὰς τῷ μεγέθει μιμεῖται· ἀλλὰ τῆς σῆς δεσποτείας ἀνέχεται. Καὶ σὺ μὲν καθήμενος ἐπιτάττεις (σὲ γὰρ καλῶ τὴν φύσιν), ὁ δὲ ποιεῖ τὸ κελευόμενον· κἂν τὸν μισθὸν δὲ τῆς θεωρίας παρὰ τῶν θεωρούντων δέξηται, σοὶ τοῦτον τῇ προνομαίᾳ οἷόν τινι λαβίδι κεχρημένος ὀρέγει. Τοῦτό σοι καὶ πολεμοῦντι συναγωνίζεται, καὶ πολλοὺς τοξότας ἐπὶ τοῦ νώτου δεχόμενον, οἷον ἀπό τινος πύργου βάλλειν τοὺς ἐναντίους παρασκευάζει, καὶ ταῖς φάλαγξιν ἐπιὸν, δεδίττεται καὶ ῥήγνυσι ῥᾳδίως, καὶ τοὺς ὁπλίτας σκεδάννυσι. Μὴ τοίνυν δυσχεραίνῃς μικρὸν ἔχων τὸ σῶμα, ἀλλὰ σκόπησον ἡλίκα τούτῳ ζῶα δουλεύειν ἀνέχεται, καὶ τὸν ὑποτάξαντα προθύμως ἀνύμνησον, καὶ δι' αὐτὸ δὲ τοῦτο χάριν ὁμολόγησον τῷ Ποιητῇ. Τῆς γὰρ ψυχικῆς σου προμηθούμενος σωτηρίας, μέγα σοι λίαν οὐ περιτέθεικε σῶμα, ἵνα μὴ κατ' ἄμφω πλεονεκτῶν, εἰς τὴν διαβολικὴν ἀλαζονείαν ἐκπέσῃς. Εἰ γὰρ καὶ