Ancient Greek · ~9 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.640
Not analysed yet
ὅσα τοιαῦτα. Πάντα γὰρ ἂν ὁμοίως τὴν σὴν διέφυγε δεσποτείαν, εἰ μὴ ὁ θεῖος ἐκώλυε νόμος. Ὥστε ἡ τούτων ἀταξία εὐταξίας σοι γίνεται πρόξενος, καὶ τὰ τούτων σκιρτήματα, τὰ σὰ παύει σκιρτήματα, καὶ τυραννούμενος ὑπὸ τούτων, μανθάνεις μὴ τυραννεῖν, ἀλλὰ τὸν Δεσπότην γνωρίζειν. Τούτου χάριν καὶ θῆρας ἀγρίους, καὶ ἑρπετῶν ὁ Ποιητὴς ἐδημιούργησε γένη, ὅπως σου τὸ νεανικὸν καὶ θρασὺ παιδαγωγήσῃ πρὸς ἀρετὴν, καὶ τῷ φόβῳ τῶν θηρίων, εἰς χρείαν σε καταστήσῃ τῆς θείας ἐπικουρίας. Τὸ γὰρ τούτων δέος ἐπικείμενον, καὶ νύττον σε διηνεκῶς, καὶ κεντοῦν, εἰς προσευχὴν διεγείρει, καὶ καλεῖν εἰς συμμαχίαν τὸν ἐπίκουρον ἀναγκάζει. Αἰτεῖν δὲ τὴν ἐπικουρίαν ὑπὸ τῆς χρείας κελευόμενος, θεραπεύειν σπουδάζεις τὸν ἐπαμῦναι δυνάμενον· προσεδρεύειν ἀναγκάζῃ, ἵνα τῶν ἐπιβούλων διαφύγῃς τὴν λώβην. Ἀνανεύεις γὰρ, καὶ ζητεῖς τὸν κηδεμόνα, τῶν λυπούντων τὴν ἀπαλλαγὴν ἐπιποθῶν. Καὶ γίνεταί σοι οὗτος ὁ φόβος ποδηγὸς πρὸς Θεόν. Ἵνα δὲ μὴ διηνεκῶς τῷ δέει τούτῳ βαλλόμενος, λυπηρὰν βιώσῃς ζωὴν, πόῤῥω σου ταῦτα κατῴκισε. Τῶν μὲν γὰρ ἰοβόλων τὴν φύσιν χηραμοῖς τισιν ἐγκατέκρυψε, καὶ ταῖς ὑπὸ γῆν καταδύσεσιν ἐνδιαιτᾶσθαι πεποίηκεν, οὐκ ἐπιτρέψας αὐτοῖς ἀδεῶς κατὰ τῶν ἀνθρώπων χωρεῖν, ἀλλὰ κρύπτεσθαι μὲν ἀεὶ, φαίνεσθαι δὲ ὀλιγάκις κελεύσας, καὶ φαινόμενα φεύγειν τῶν ἀνθρώπων τὴν θέαν, καθάπερ τινῶν δεσποτῶν, νομοθετήσας, λωβᾶσθαι δὲ μάλα ὀλίγους καὶ ὀλιγάκις, οὐκ ἄρχοντα μάχης, ἀλλ' ἀμυνόμενα. Οὐδὲ γὰρ ἂν ἐδείσαμεν, εἰ παντελῶς ἀπείραστος αὐτῶν ἡ ἡμετέρα φύσις μεμενήκει. Τῶν δὲ τετραπόδων θηρίων τὰ γένη λόχμας οἰκεῖν, καὶ ῥαχίας, καὶ χώρους ἀντρώδεις, καὶ παντελῶς ἀνθρώπων ἐρήμους, ὁ τοῦ παντὸς προσέταξε κηδεμών· εἰς νομὴν δὲ αὐτοῖς καιρὸν ἀπένειμε τὴν νύκτα. «Ἔθου γὰρ, φησὶ, σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσεται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὑτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὑτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὑτοῦ ἕως ἑσπέρας.» Εἶτα θαυμάσας τὴν θείαν οἰκονομίαν ὁ Προφήτης βοᾷ· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. πάντα ἐν σοφίᾳ ἐποίησας.» Ὅτι δὲ μετὰ τὴν τῆς ἁμαρτίας παρείσδυσιν, καὶ ταῦτα τὴν τῶν ἀνθρώπων ἠρνήσαντο δεσποτείαν, πάλαι δὲ ὑπέκειτο, καὶ τὴν δουλείαν ἠπίστατο, μαρτυρεῖ μὲν Ἀδὰμ ὁ γενεάρχης, ἅπασι τὰς προσηγο-