Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.641
Not analysed yet
ρίας θέμενος, καὶ μήτε δείσας, μὴτε φυγὼν, μήτε βλάβην τινὰ παρὰ τούτων δεξάμενος. Μαρτυρεῖ δὲ καὶ ὁ δεύτερος τῶν ἀνθρώπων φύλαρχος, ὁ παντὸς τοῦ γένους σπινθὴρ, ὁ μακάριος Νῶε, οὐ μόνον τῶν ἡμέρων ζώων, ἀλλὰ καὶ τῶν λίαν ἀγριωτάτων νομεὺς ἐν τῇ κιβωτῷ γενόμενος, καὶ ἐνιαυτὸν ὅλον καὶ ταῦτα κἀκεῖνα κατὰ ταυτὸ ποιμάνας, καὶ τὰ σαρκοφάγα ποηφαγεῖν ἀναγκάσας. Καὶ μαρτυρεῖ σῶος καὶ ἄρτιος φυλαχθεὶς ὁ τῶν καθαρῶν ἀριθμός. Μαρτυρεῖ δὲ καὶ ὁ μέγας Δανιὴλ, λέουσι μὲν θοίνη παραδοθεὶς, καταπλήξας δὲ αὐτοὺς τῇ τῆς ἀρετῆς ἀστραπῇ, καὶ τῷ τῆς θείας εἰκόνος χαρακτῆρι λίαν ἐκδειματώσας· ἐπειδὴ γὰρ εἶδον ἐν τῇ εἰκόνι τοῦ ἀρχετύπου τὸ μίμημα λίαν ἀκραιφνὲς καὶ πεφυλαγμένον, ὡμολόγησαν τὴν δουλείαν, καὶ τὴν θηριωδίαν ἀπέθεντο, καὶ τὸν Ἀδὰμ ἐκεῖνον ὁρᾷν ὑπελάμβανον, τὸν πρὸ τῆς ἁμαρτίας τὰς προσηγορίας ἐπιτιθέντα. Οὕτω τοῦ μακαρίου Παύλου τῶν ξύλων τὸν φάκελον τροφὴν προσφέροντος τῇ πυρᾷ, καὶ τὸ τοῦ ἀέρος κρυμῶδες κεραννύντος τῇ τοῦ πυρὸς ἐπικουρίᾳ, ὁ τοῖς ξύλοις ἐγκεκρυμμένος ἔχις ἔφυγε μὲν τὸ πῦρ ὡς ὀλέθριον, ἥψατο δὲ τῆς ἀποστολικῆς χειρὸς, ὥσπερ ἀμυνόμενος ὑπὲρ ὧν ἔμελλε πείσεσθαι· οὐχ εὑρὼν δὲ τῆς ἁμαρτίας τὸ χαλαρὸν καὶ ὑπεῖκον, ἀλλὰ τῆς ἀρετῆς τὸ στεγανὸν ὅπλον καὶ ἀῤῥαγὲς, ἀπεπήδησε μὲν παραυτίκα, οἷόν τι βέλος κατ' ἀντιτύπων ἀκοντισθὲν, καὶ πρὸς τὸν ἀκοντίσαντα πάλιν ἐπανελθὸν, ἐχώρησε δὲ κάτω τῆς πυρᾶς, ὥσπερ δίκας τῆς τόλμης ἑαυτὸν εἰσπραττόμενος, ὅτι κατὰ δεσποτικῆς χειρὸς ἐχρήσατο τῷ θυμῷ. Τῶν θηρίων τοιγαροῦν τὰ γένη, ἱμάσι καὶ ῥάβδοις καὶ παιδαγωγικαῖς ἔοικε παιδείαις. Αὗται δὲ τοῖς μὲν ἤδη τελειωθεῖσι, καὶ τὴν παιδικὴν ὑπεξελθοῦσιν ἡλικίαν, λίαν εἰσὶν εὐκαταφρόνητοι· τοῖς δὲ νηπίοις ἔτι τὰς φρένας, ἄγαν εἰσὶν ἀναγκαῖαι καὶ χρήσιμοι. Καὶ καθάπερ δικαίῳ νόμος οὐ κεῖται, κατὰ τὸν θεῖον Ἀπόστολον, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατραλοίαις, καὶ τοῖς τοιούτοις· οὕτω καὶ τῶν θηρίων ἡ φύσις οἷόν τις παιδεία πρόκειται τοῖς ἀνθρώποις, τοὺς μὲν εὐκόλους πρὸς ἁμαρτίαν ἐκδειματοῦσα καὶ δεδιττομένη, ὑπὸ δὲ τῶν τῆς ἀρετῆς τροφίμων, καθάπερ τις παιδιὰ καταφρονεῖται. Κἀντεῦθεν τοιγαροῦν τὴν τοῦ Θεοῦ κηδεμονίαν εὑρὼν, καὶ τὴν παντοδαπὴν αὐτοῦ προμήθειαν καταμαθὼν, παῦσαι μὲν, ὦ φίλος, συκοφαντῶν, ὕμνοις δὲ τὸν εὐεργέτην ἀμείβου. Πῶς μὲν γὰρ οὐκ ἄτοπον, τὸν μὲν γραμματιστὴν ἐπαινεῖν, εἰς καιρὸν μαστιγοῦντα τοὺς παῖδας, καὶ τῇ ῥάβδῳ τὴν ῥᾳθυμίαν ἐξελαύνοντα, καὶ τῷ ἱμάντι παγίαν τῶν στοιχείων ἐντιθέντα τὴν μνήμην, καὶ ἰατρῷ δὲ χάριν ὁμολογεῖν, οὐ μόνον ὅταν σιτία καὶ ποτὰ προσφέρῃ τῷ κάμνοντι, ἀλλ' ἡνίκα ἂν τέμνῃ καὶ καίῃ, καὶ πολεμῇ τῇ νόσῳ, καὶ τὴν ἐπὶ τὸ πρόσω φορὰν ἐπέχῃ· τὸν δὲ Θεὸν βλασφημεῖν, μετὰ πλείονος σοφίας