Ancient Greek · ~10 min
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.649
Not analysed yet
καὶ φλεγμαίνειν οὐκ ἐᾷ, καὶ κατὰ τοῦ ἡνιόχου σκιρτᾷν, ὃ τοῖς τρυφῶσι καὶ γαστριζομένοις συμβαίνει. Ἔπειτα, ἡ ψυχὴ τῶν περιττῶν φορτίων ἀπαλλαττομένη, καὶ τῶν ἔξωθεν θορύβων ἐλευθέρα τυγχάνουσα, καὶ ἡσυχίας ἁπάσης καὶ γαλήνης ἀπολαύουσα, εἰς ἑαυτὴν νενευκυῖα, τό τε οἰκεῖον ἀξίωμα καθορᾷ, καὶ τῶν ὑπηκόων παθῶν τὴν δουλείαν γνωρίζει· καὶ τῆς ἡγεμονίας ἐχομένη, νομοθετεῖ τοῖς ὑπηκόοις τὴν εὐταξίαν, καὶ κολάζει δι' ἀλλήλων ἀμφοτέρων τὴν ἀταξίαν. Καὶ νῦν μὲν ἐπανίστησι τὴν ἐπιθυμίαν φλεγμαίνοντι τῷ θυμῷ, καὶ τὸ τούτου σύντονον τῇ ταύτης μαλακότητι διαλύει· νῦν δὲ μετατίθησι κατὰ ταύτης τὴν τῆς τιμωρίας οἰκονομίαν, καὶ τῇ μάστιγι τοῦ θυμοῦ συστέλλει ταύτης τὴν ἐπὶ τὸ πρόσω φοράν. Συνεργοῦσι δὲ πάλιν τῷ λογικῷ πρὸς τὴν τῶν παθῶν εὐταξίαν οἱ πόνοι· ἡ γὰρ τῆς ἐνδείας ἀνάγκη πρὸς φιλοπονίαν ἐγείρει, καὶ τῶν μὲν ἀναγκαίων ἡ σπάνις προσφέρει τοὺς πόνους, ἡ δὲ τῶν πόνων ταλαιπωρία, τὰ πάθη μαραίνουσα, φλεγμαίνειν οὐκ ἐᾷ, δαπανῶσα τὰς ὕλας. Τί τοίνυν ἀχαριστεῖς τοῖς δικαίοις τὴν πενίαν συνεζευγμένην ὁρῶν, καὶ τὸ τῆς ἀρετῆς ὄργανον διαβάλλεις, ὅμοιον ποιῶν, ὥσπερ ἂν εἴ τις θρόνους μὲν ἐπαινοίη, καὶ βάθρα, καὶ κλίνας, καὶ θύρας, καὶ οἰκοδομημάτων κάλλη, τὰ δὲ τοῦ οἰκοδόμου καὶ τέκτονος ὄργανα σκώπτοι, καὶ μέμφοιτο τῷ σκεπάρνῳ, καὶ τῷ τερέτρῳ, καὶ τοῖς ἄλλοις, δι' ὧν ἐκείνων ἕκαστον γίνεται; Ὅτι δὲ ῥᾷον διὰ πενίας μᾶλλον, ἢ πλούτου, τὴν ἀρετὴν κατορθῶσαι, μαρτυροῦσι μὲν τῆς ἀσεβείας οἱ τρόφιμοι, μαρτυροῦσι δὲ καὶ οἱ παρ' Ἕλλησι σοφίας ἐρασθέντες, καὶ τῷ τῆς φύσεως νόμῳ μόνῳ διδασκάλῳ χρησάμενοι. Διὰ πενίας γὰρ ἅπαντες τὴν ἠθικὴν κατώρθωσαν ἀρετὴν, καὶ ταῦτα τῶν θείων οὐκ ἐπακούσαντες λογίων, τῶν ἄντικρυς βοώντων· «Ἐὰν μή τις ἀποτάξηται πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, οὐ δύναταί μου εἶναι μαθητής.» Ἀλλ' ὅμως ἤρκεσεν αὐτοῖς εἰς διδασκαλίαν ἡ φύσις. Καὶ γὰρ ὁ θεῖος λόγος οὐ καινὰ προσφέρει παιδεύματα, ἀλλὰ τῶν τῆς φύσεως νόμων ἀναμιμνήσκει, καὶ ἃ διέφθειρεν ὁ χρόνος διὰ τὴν τῶν ἀνθρώπων ῥᾳστώνην τῆς φύσεως γράμματα, ταῦτα ὁ τῆς φύσεως Ποιητὴς διὰ τῶν οἰκείων ἀναγράφει κηρύκων. Εἰ τοίνυν καὶ Σωκράτης, καὶ Διογένης, καὶ Ἀνάξαρχος καὶ οἱ τούτοις παραπλήσιοι, τῆς ἠθικῆς ἀρετῆς τὴν κτῆσιν ποθήσαντες, τοῦ πλούτου τὴν κτῆσιν ἀπώσαντο, καὶ πενίαν τῆς ἀγαθῆς κτήσεως ἔλαβον συνεργὸν, καὶ ταῦτα τυφλώττοντες περὶ τὴν τῶν δογμάτων ἀλήθειαν, καὶ βασιλείαν οὐρανῶν οὐ προσμένοντες, καὶ τὸ ὃν ἀγαθὸν ἀκριβῶς οὐκ εἰδότες, τί τῆς πενίας, ὦ φιλότης, κατηγορεῖς, δι' ἣν εὔπορος τῆς ἀρετῆς ὁ δρόμος, καὶ ἡ τραχεῖα καὶ προσάντης ὁδὸς εὐπετὴς καὶ ῥᾳδία τοῖς ἀνύουσι γίνεται;