Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.648
Not analysed yet
ὀνομάζομεν. Ἀνδρίαν δὲ καλοῦμεν, τὴν δικαίαν τοῦ θυμοειδοῦς κίνησιν· ὥσπερ αὖ πάλιν θρασύτητα, τὴν ἄδικόν τε καὶ ἄτακτον. Δικαιοσύνην δὲ, τὴν ὀρθὴν τῆς ψυχῆς ἡγεμονίαν, καὶ τῶν ὑπηκόων παθῶν τὴν συμμετρίαν. Τοῦ γὰρ ἐπιθυμητικοῦ καὶ θυμοειδοῦς ἡ πρὸς τὸ λογικὸν εὐαρμοστία, καὶ ἡ πρὸς ἄλληλα εὐκρασία, τὴν τῆς δικαιοσύνης ἡμῖν πραγματεύεται κτῆσιν. Ἐπειδὴ τοίνυν τίνα τε τὰ τῆς ἀρετῆς μόρια μεμαθήκαμεν, καὶ ποίαν ἕκαστον ἔννοιαν ἔχει καὶ δύναμιν, φέρε πάλιν ζητήσωμεν, πῶς ταῦτα τὸν βουλόμενον δυνατὸν κατορθῶσαι, πλούτῳ χρώμενον συνεργῷ, ἢ τὴν πενίαν ἐπίκουρον εἰς τὴν κτῆσιν λαμβάνοντα. Ἀλλ' ὁ μὲν πλοῦτος, πολλοὺς ἔχων θορύβους, καὶ φροντίδας παντοδαπὰς, καὶ τρικυμιῶν εἴδη μυρία, ἐπίβουλός ἐστιν, ἀλλ' οὐκ ἐπίκουρος ἀρετῆς. Πῶς γὰρ ἄν τις κατορθώσειε σωφροσύνην διηνεκῶς γαστριζόμενος, καὶ συμποσίοις προστετηκὼς, καὶ συσσίτια κατασκευάζων, καὶ στιβάσι καὶ τραπέζαις ἐνασχολούμενος, καὶ σιτοποιοὺς, καὶ ὀψοποιοὺς, καὶ ποπάνων δημιουργοὺς, καὶ οἴνους ἀνθοσμίας, καὶ φιάλας, καὶ κύλικας, καὶ ἐκπωμάτων εἴδη παντοδαπὰ, καὶ ὄψων ποικιλίαν ἐν τῇ διανοίᾳ περιφέρων, καὶ χανδὸν τὸν ἄκρατον πίνων, καὶ πέρα τοῦ μέτρου τὴν γαστέρα φορτίζων, καὶ τοῦ μὲν λογικοῦ τὸν σπινθῆρα κατασβεννὺς, αὔξων δὲ τῇ ὕλῃ τῶν παθῶν τὴν πυρὰν, καὶ τὴν μὲν ἀκόλαστον ἡδονὴν ἐπὶ πλεῖστον ἐξάπτων, τὸν δὲ θυμὸν κατὰ τῶν διακονούντων εἰς ἀκμὴν παραθήγων, καὶ δοῦλον τῶν παθῶν τὸν ἡγεμόνα ποιῶν, καὶ τῆς γαστρὸς ὑπηρέτην τὸν Δεσπότην ἐργαζόμενος, καὶ εἰς ἀνδραποδώδεις κατασύρων ἐπιθυμίας τὸν τοῦ ζώου τὴν ἡγεμονίαν παρὰ τοῦ πεποιηκότος δεξάμενον, καὶ αἰχμάλωτον παραδιδοὺς τοῖς ὑπηκόοις τὸν ἄρχοντα, καὶ κατασύρεσθαι τὸν ἡνίοχον παρὰ τῶν ἵππων παρασκευάζων, καὶ τὸν κυβερνήτην τῶν οἰάκων οὐκ ἔτι ἔχεσθαι, καὶ ἅπαν τὸ σκάφος ἰθύνειν, ἀλλὰ ταῖς τῶν παθῶν τρικυμίαις ἐνδιδόναι βαπτιζούσαις τὸ σκάφος, καὶ αὐτὸ ὑποβρύχιον ἐργαζομέναις; Οὐκοῦν ὁ τοιοῦτος οὐ μόνον φρονήσεως ἄμοιρος, ἀλλὰ καὶ παντοδαπαῖς ἀκολασίαις προσκείμενος, οὐ μόνον ἀνδρείας γεγυμνωμένος, ἀλλὰ καὶ ὑπὸ τῶν πολεμίων παθῶν ἐξηνδραποδισμένος. Περὶ γὰρ δικαιοσύνης τί δεῖ καὶ λέγειν, καὶ αὐτῶν τῶν ἀντιλεγόντων συνομολογούντων, ὡς ὁ τῆς πλείονος ἐφιέμενος κτήσεως, ἀδίκου καὶ δικαίας διαφορὰν οὐκ ἐθέλει γνωρίζειν, ἀλλὰ τοῖς τοιούτοις, ἄτακτα, ἀόριστα, ἀδιάκριτα πάντα; Ὅτι μὲν οὖν οὐ ῥᾴδιον πλούτῳ συνεργῷ κεχρημένους κατορθῶσαι τὴν ἀρετὴν, καὶ τοῖς λίαν ἐριστικοῖς ῥᾴδιον ἐκ τῶν εἰρημένων καταμαθεῖν· ὅτι δὲ ἡ πενία φιλοσοφίας ἐστὶ συνεργὸς, καὶ οὐδ' ἂν ἄλλως τις τὴν τελεωτάτην κατορθώσειεν ἀρετὴν, αὐτίκα μαθησόμεθα. Πρῶτον μὲν γὰρ τῶν ἀναγκαίων ἡ σπάνις ὑποκατακλίνεσθαι τῷ λογικῷ τὰ πάθη καταναγκάζει,