Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.669
Not analysed yet
καὶ πάλιν τῆς τοῦ Θεοῦ μακροθυμίας κατηγοροῦσι· καὶ οὔτε τὸ δίκαιον αὐτοὺς, οὔτε τὸ μακρόθυμον καταιδεῖ. Ἀλλ' αὐτοὶ μὲν τῆς μακροθυμίας ἀπολαύειν, καὶ μεγάλα πλημμελοῦντες, προσεύχονται· τοὺς δὲ σφᾶς αὐτοὺς λελυπηκότας ἄκρατον δέχεσθαι θέλουσι τοῦ δικαίου τὴν προσβολήν. Εἶδον πένητα, εὐθὺς τὴν γλῶτταν κατὰ τῆς Προνοίας ἐκίνησαν, καὶ πολλοῖς τὴν πενίαν κατέχωσαν σκώμμασιν. Ἐθεάσαντο πλούσιον ἐπ' ἄκρων ὀνύχων βαδίζοντα, λεόντειον βλέποντα, τῇδε κἀκεῖσε τοὺς ὤμους περιφέροντα, ἢ ἐπ' ὀχημάτων φερόμενον, καὶ πολλοῖς οἰκέταις καὶ ῥαβδοφόροις κυκλούμενον, μεταφέρουσι κατὰ τῶν χρημάτων τὴν βλασφημίαν. Δυσχεραίνουσι τὸν βίον, ὡς ἀνωμαλίας ἀνάπλεω, καὶ μισοῦσι τὸν θάνατον, τὸν τὴν ἀνωμαλίαν παύοντα, καὶ τὴν ἰσοτιμίαν τοῖς σώμασιν ἀπονέμοντα. Καὶ μὴν ἔδει τὸν βίον θαυμάζειν τοὺς τῷ θανάτῳ μεμφομένους, ἢ τὸν θάνατον εὐφημεῖν τοὺς τὸν βίον αἰτιωμένους. Ἐναντία γὰρ ἐκ διαμέτρου θάνατος καὶ ζωή. Οἱ δὲ, φύρδην ἅπαντα βλασφημοῦσι, καὶ πάντων ὁμοίως κατηγοροῦσι· καὶ παῖδες μὲν ὄντες, μακαρίζουσι τοὺς ἄνδρας, ἄνδρες δὲ γενόμενοι, ζηλωτοὺς ἀποκαλοῦσι τοὺς παῖδας. Καὶ τί δεῖ πάντα λέγειν, τὰ ὑπὸ τῆς πονηρᾶς ταύτης νόσου συκοφαντούμενα; Οὐδὲν γάρ ἐστι τῶν γινομένων, ὃ μὴ δέχεται λοιδορίας βέλος ὑπὸ τῆς τούτων γλώττης πεμπόμενον. Φέρε τοίνυν, ταῖς ἰατρικαῖς μεθόδοις χρησάμενοι, δείξωμεν αὐτοῖς ἥδιστα τὰ τέως αὐτοὺς ἀποκναίοντα. Περὶ μὲν οὖν πλούτου καὶ πενίας, καὶ τῆς ἐν τούτοις δοκούσης ἀνωμαλίας, ἀποχρώντως ἐν τῷ πρὸ τοῦδε λόγῳ διεξήλθομεν, καὶ ταύτης καὶ τούτου δεικνύντες τὸ χρήσιμον. Ὅτι δὲ εἰς δουλείαν καὶ δεσποτείαν οὐκ αὐτὸς ὁ Ποιητὴς ἐξ ἀρχῆς τὴν φύσιν διέκρινεν, αὐτίκα δηλώσομεν. Δεῦρο τοίνυν παρὰ ταύτην ἡμῶν τὴν πρώτην διάπλασιν, καὶ βλέπε ἕνα μὲν ἄνδρα πλαττόμενον ἀπὸ γῆς, γυναῖκα δὲ ὁμοίαν οὐκέτι ὁμοίως ἀπὸ γῆς. Πλευρὰν γὰρ μίαν ἐξ ἐκείνου λαβὼν ὁ Ποιητὴς, οὕτω τὸ γένος τοῦτο διέπλασεν, ὅπως μὴ φύσεως ἑτέρας αὐτὴ νομίζηται διὰ τὸ τοῦ σχήματος ἑτεροῖον. Εἷς τοιγαροῦν ἀπὸ γῆς διεπλάσθη, καὶ ἐξ ἀνδρὸς ἡ γυνὴ, καὶ ἐξ ἀμφοῖν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις. Οὐ γὰρ ἐξ ἀρχῆς ὁ Ποιητὴς, τοῖς μὲν δουλείαν, τοῖς δὲ δεσποτείαν ἀπένειμεν, ἀλλ' ἓν ἁπάντων ἐδημιούργησε γένος. Καὶ τῷ Νῶε δὲ κιβωτὸν κατασκευάσαι κελεύσας, καὶ μισθὸν αὐτῷ τῆς δικαιοσύνης τὴν σωτηρίαν πορίσας, αὐτὸν καὶ τὴν ὁμόζυγα σὺν τοῖς υἱέσι, καὶ ταῖς ἐκείνων γαμεταῖς, εἰς τὴν κατασκευασθεῖσαν εἰσελθεῖν προσέταξε κιβωτὸν, καὶ δοῦλος οὐδεὶς εἰσελήλυθε. Οὐδέπω γὰρ ἡ φύσις ταύτην ἐδέδεκτο τὴν διαίρεσιν· ἀλλὰ