Ancient Greek
Volume 83
Theodoretus Scr. Eccl. et Theol., De providentia orationes decem 83.672
Not analysed yet
μόνα τὰ τῷ ὄντι δοῦλα, τῶν ἀλόγων τὰ γένη, ἃ τούτου χάριν τῶν ὅλων ὁ Ποιητὴς εἰς τόνδε τὸν βίον παρήγαγεν. Ἐπειδὴ δὲ πολλὴν ἐν τοῖς μετὰ ταῦτα τὴν ἀκοσμίαν εἶδεν ἐκ τῆς ἀναρχίας γεγενημένην, καὶ πᾶσαν ἀδεῶς παρανομίαν ἐκτελουμένην, εἰς ἄρχοντας καὶ ἀρχομένους διεῖλε τῶν ἀνθρώπων τὸ γένος, ἵνα τῶν ἀρχόντων τὸ δέος σμικρύνῃ τῶν ἁμαρτημάτων τὸ πλῆθος. Οἶδε γὰρ φόβος χαλινοῦν τῶν ἀλόγων παθῶν τὰς ἀφορμὰς, καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ χεῖρον ἀμβλύνειν ῥοπήν· καὶ πολλάκις ἃ λόγος οὐκ ὤνησεν, ὁ φόβος κατώρθωσεν. Ἐπειδὴ γὰρ ἡ φύσις πρὸς τὸ χεῖρον ἐξώκειλε, καὶ ὁ νοῦς τοῖς πάθεσι περικλυσθεὶς, ὑποβρύχιός τε γενόμενος, οἷόν τι σκάφος ἀνερμάτιστον, ἀτάκτως φέρεσθαι τὸ σῶμα κατέλιπεν, ἀναγκαίως ἐδεήθημεν νόμων, καθάπερ τινὸς ἀγκύρας, ἱστώσης τὸ σκάφος, καὶ τὴν ἐπὶ πρόσω φορὰν κωλυούσης, καὶ συγχωρούσης ἀναδῦναι τὸν κυβερνήτην, καὶ τῶν οἰάκων ἐπιλαβέσθαι. Τούτων δὲ τῶν νόμων γενέσθαι τὴν θέσιν οὐχ οἷόν τε ἦν, ἰσοκρατίας οὔσης, καὶ πολιτευομένης ἰσονομίας. Οὐδὲ γὰρ ἐν ταῖς δημοκρατουμέναις πόλεσιν, ἔνθα ὁ δῆμος ἔσχε τῶν πραττομένων τὸ κῦρος, τῶν ἴσων ἅπαντες μετελάγχανον· ἀλλ' οἱ μὲν ἦσαν θεσμοθέται, οἱ δὲ νομοθέται, οἱ δὲ στρατηγοὶ, οἱ δὲ τῶν ἀρχομένων ἐπλήρουν τὴν τάξιν· ὁ δὲ δημαγωγὸς, καὶ τῶν ἀρχόντων ἐκράτει, καὶ τῶν ἀρχηγῶν. Καὶ ἐν ταῖς ὀλιγαρχουμέναις δὲ πόλεσιν, οἱ μὲν πολλοὶ, τὸν τῶν ὑπηκόων ἐπλήρουν κατάλογον· οἱ δὲ ὀλίγοι, καὶ φρονήσει προὔχοντες, καὶ ἀρετῇ διαλάμποντες, τά τε κοινὰ διακονεῖν καὶ τὰς ἡγεμονίας διελάγχανον· καὶ οἱ μὲν ἔφοροι, οἱ δὲ ναύαρχοι, οἱ δὲ ἁρμοσταί· καὶ ἦγον τὸ πλῆθος ᾗ ἂν αὐτοῖς ἄριστα ἐδόκει. Οὐκοῦν ἡ μὲν ἁμαρτία τῶν νόμων τὴν χρείαν εἰσήγαγεν· οἱ δὲ νόμοι τῆς τῶν τιθέντων ἐξουσίας ἐδέοντο, οὐ μόνον δὲ τῶν τιθέντων, ἀλλὰ καὶ τῶν κολάζειν τοὺς παραβαίνοντας δυναμένων. Καὶ ἡ μὲν ἁμαρτία τὴν ἀταξίαν εἰσήγαγεν· ὁ δὲ τῶν ὅλων Πρύτανις τῇ ἀταξίᾳ τὴν τάξιν ἐπέθηκε, καὶ τῆς ἁμαρτίας τὴν ῥύμην, οἷόν τινι χαλινῷ, τοῖς νόμοις ἀνέστειλε· τούτου δὲ τοῦ χαλινοῦ τὰς ἡνίας, καθάπερ ἡνιόχοις, τοῖς ἄρχουσιν ἐνεχείρισεν. Ὑπὸ τούτων καὶ πόλεις κοσμοῦνται, καὶ κῶμαι, καὶ στρατεῖαι· τίς γὰρ ἂν ἤνεγκε τῶν ἀδίκων τὰς χεῖρας, εἰ μὴ τῆς πλεονεκτικῆς αὐτῶν φλογὸς τὴν ἐπὶ τὸ πρόσω φορὰν ἐπεῖχε τῶν νόμων τὸ δέος; Δίκην γὰρ ἰχθύων κατέφαγον ἂν οἱ μείζους τοὺς ἐλάττους, εἰ μὴ τὸ ξίφος ὁ νόμος τεθηγμένον ἐδείκνυε, καὶ τὴν πυρὰν ἁπτομένην, καὶ τὰ ἄλλα ὅσα πρὸς τιμωρίαν τῶν κακουργίᾳ συζώντων ἐπενοήθη τοῖς ἄρχουσιν. Εἰ γὰρ καὶ τῶν νόμων ἀπειλούντων, καὶ τῶν ἀρχόντων κολαζόντων, εἰσί τινες, οἳ θηρίου παντὸς ἀγριώτεροι περὶ τοὺς πέλας διάκεινται, καὶ ᾄττουσιν ὡς σκορπίοι, καὶ δάκνουσιν ὡς ὄφεις, καὶ λυττῶσιν ὡς κύνες, καὶ βρύχονται κατὰ τῶν ὁμοφύλων, ὥσπερ κατὰ τῶν ἀλλογενῶν οἱ λέοντες, τί οὐκ ἂν ἔδρασαν νόμων